1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

69

ἔλεον ἔθου παρ' ἐμοῦ". καὶ διὰ μὲν τοῦ ζω279 ὴν τεθηκέναι τὸ τῆς δημιουργίας οἰκεῖον σημαίνει, διὰ δὲ τοῦ ἐλέου τὴν προνοητικὴν χάριν. ἐπεὶ γὰρ συμβαίνει καὶ ἐπιβουλὴν ὑπομείνειν τὴν ζωὴν τὴν το̣ιαύτην, ἐλέου χρεία, δι' ὅπερ εἴρηται· "ζωὴν καὶ ἔλεον ἔθου παρ' ἐμοῦ." οὐ γὰρ κατὰ χρέος, ἀλλὰ κατ' ἔλεον καὶ ἀγαθότητα δημιουρ γεῖ θεός· τὸ γὰρ εὐπαθεῖ ὕλ̣ῃ̣ ζ̣ω̣ὴν δωρήσασθαι ἐλέῳ μᾶλλον ἢ ἑτέρῳ τινὶ γέγονεν. ἔτι δὲ σ̣αφέστερον τὰ περὶ τῆς προνοίας καὶ κηδεμονίας αὐτῆς τὸ ἑξῆς δηλοῖ φάσκον· "ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα", πνεῦμα λέγων τὴν ψυχήν. εἰ γὰρ καὶ πολλὰ σημαίνει τὸ πνεῦμα, ἀλλὰ νῦν τὴν ψυχὴν δηλοῖ· ἐὰν γὰρ λέγῃ Ἰάκωβος· "ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν", καὶ Στέφανος ἐντυγχάνων τῷ θεῷ καὶ λέγων· "κύριε, δέξαι τὸ πνεῦμά μου", τὴν ψυχὴν σημαίνει. ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐδέν. οὐκ ἔξωθεν ὁ θεὸς ἔχει, ἃ ἔχειν λέγεται· πᾶν γάρ, ὅ ἐστιν, ἁπλοῦς ὤν ἐστιν καὶ ἀσύνθεντος ὑπάρχων, οὐ προσλαμβάνων ἔξωθέν τι· ἀπροσδεὴς γάρ. καὶ γὰρ δημιουργὸς καὶ ἀγαθὸς καὶ φῶς καὶ πᾶν, εἴ τι ὀρθῶς θεολογεῖται, κατ' οὐσίαν αὐτῷ πρόσ280 εστιν. πιστῶς δὲ καὶ φ̣ρονίμως ἀκουστέον τοῦ "πάντα δύνασαι", ἵνα μὴ ὑποπέσωμεν τῇ τῶν δοκητῶν ἀνοίᾳ. ἔστιν δὲ σαφὲς τὸ λεγόμενον διαιρέσει χρησαμένοις οὕτως· τῶν δυνάμεων αἱ μέν εἰσιν ἐνεργητικαί, αἱ δὲ παθητικαί. καὶ ἐνεργητικαὶ μέν εἰσιν, καθ' ἃς ποιοῦμεν, παθητικαὶ δέ, καθ' ἃς γινόμεθα, αἱ καὶ ·····λ̣ουσα̣ι πρὸς τὰς ἐνεργείας. ε᾿̣ὰν οὖν λέγηται ὁ θεὸς πάντα δύνασθαι, οὐ δεῖ προσάπτειν αὐτῷ καὶ τὰς παθητικὰς δυνάμεις· οὐ γὰρ οἷόν τε εἰπεῖν αὐτὸν γενέσθαι ἄλλο τι-οὐ γὰρ ὑπάρχουσιν αὐτῶι αἱ κατ' ἐπιτηδειότητα δυνάμεις-οὐδὲ λεκτέον, ὅτι δύναται ψεύδεσθαι ἢ μεταβάλλεσθαι ἢ ἀρνήσασθαι ἑαυτόν. ἃ ἁρμόζει οὖν θεῷ, δυνατὰ αὐτῷ λέγω. σοφίζονται γάρ τινες, ὧν ἐστι καὶ Πορφύριος καὶ ὅμοιοι, ὅτι εἰ πάντα δυνατὰ τῷ θεῷ, καὶ τὸ ψεύσασθαι, καὶ εἰ πάντα δυνατὰ τῷ πιστῷ, δύναται καὶ κλίνην ποιῆσαι καὶ ἄνθρωπον ποιῆσαι. οὐ τοῦτο δὲ σημαίνεται, ἀλλ' ὥσπερ, ἐὰν λέγηται πάντα δυνατὰ τῷ ἰατρῷ, περὶ ἰατρικῆς λέγω, καὶ πάντα δυνα τὰ τῷ κυβερνήτῃ, τὰ ἁρμόζοντα τῇ τέχνῃ αὐτοῦ φημι, οὕτως ἐὰν λέγω πάντα δυνατὰ τῷ θεῷ ἢ 281 τῷ πιστῷ, τοῦτο λέγω, ὅτι ἃ ἁρμόζει θεῷ θεῷ δυνατά, καὶ ἃ ἁρμόζει πιστῷ δύναται πιστός. ταῦτα δέ ἐστιν τὰ διὰ πίστεως κατορθούμενα. ὅτι δὲ καὶ ἡ γραφὴ τοῦτο οἶδεν, φησὶν περὶ θεοῦ· "εἰ ἀρνησόμεθα, αὐτὸς πιστὸς μένει. ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται." καὶ πάλιν· "ἐν οἷς ἀδυνατὸν ψεύσασθαι τὸν θεόν." ὡσα̣υ´̣τως δὲ καὶ μετὰ συ̣νέσ̣εως τὸ "ἀδυνατεῖ δέ σοι οὐδὲν" ἐκλημπτέον, ὅπερ ἐκ παραλλήλου οἷόν τε νοῆσαι τῷ φθάσαντι κατὰ τὸ λεχθὲν ἐν τῷ εὐαγγελίῳ· "πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν." συνεπίσκεψαι δέ, εἰ καὶ οὕτως αὐτὸ νοῆσαι προσήκει· ἡ κακία «μὴ» ὄν ἐστιν ἀμέλει γοῦν οἱ μετέχοντες αὐτῆς μὴ ὄντες λέγονται· "μὴ παραδῷς γὰρ τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν." εἴρηται καί· "ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα", "ἵνα τὰ ὄντα καταργήσῃ"-ἵν' ᾖ τοῦτο λέγων· τὸ μὴ ὂν καὶ ἡ κακία «ἀ»δυνατεῖ σοι· τρεπτοῦ γὰρ τὸ ἁμαρτάνειν οἰκεῖον. ἐάν τε γὰρ ἁμάρτω, φυλάξεις με· ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας. εἰκότως τοῦτο λέγει· ἐπεὶ γὰρ δημιουργὸν καὶ προνοητὴν ἑαυτοῦ τε καὶ τῶν ὅλων οἶδε_6_ν_ _α_ὐ6τόν, ἀκολούθως καὶ περὶ μακροθυμίας αὐτοῦ διδάσκει. ἐπίσταται γὰρ καὶ αὐτὸς κατὰ 282 τὸν μακάριον ∆αυίδ, ὅτι "οὐκ ὀργὴν ἐπάγει καθ' ἑκάστην ἡμέραν." φυλάττει δὲ τὸν ἁμαρτάνοντα θεὸς οὐ βουλόμενος αὐτὸν ἁμαρτάνειν-"οὐ βούλεται γὰρ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν"-ἀλλὰ ἵνα νόμον διδοὺς τὸν κωλύοντα ἁμαρτάνειν, ὅπως μισήσῃ κακίαν ὁ ἐνεργῶν αὐτήν. ἠρέμα δὲ καὶ ἐλέγχει τοὺς φίλους οἰομένους, ὅτι δι' ἁμαρτίας πάσχει, διδάσκων αὐτούς, ὅτι οὐχ ἅμα τῷ ἁμαρτῆσαι θεὸς ἀποδίδωσιν, ἵνα καὶ αὐτοὶ ἐκ τῶν καθ' ἑαυτοὺς τοῦτο λογίσωνται. διδάσκει δὲ καὶ τὸ τρεπτὸν τῆς φύσεως τῶν ἀνθρώπων διὰ τοῦ "ἀ πὸ δὲ