1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

73

εὐλογημένος ὑπὸ θεοῦ νομισθῇ ὡς πολυετής- γενέσθαι γὰρ καὶ πολυχρόνιον ἄνθρωπον εὐλογημένον ἐνόμιζον-, ἀλλὰ καὶ οὗτο̣ς ὡς πρὸς τὸν μέλλοντα αἰῶνα ὀλιγόβιός ἐστιν· διὰ τ̣····· ····· δεῖξαι αὐτῷ βουλόμενος, ὅτι οὐκ ἔχει τῶν πραγμάτων ἐπιστήμην ἀκριβῆ, ὀλιγόβιος γ̣ὰρ ὢν κατὰ τοὺς ἀνθρώπους. δῆλον δὲ τοῦτο ἐκ τῶν ἑξῆς ἐπιφερομένων· γεννητὸν δὲ γυναικὸς περιφραστικῶς τὸν ἄνθρωπον ση̣μ̣αίνει. ἔχομεν τοῦτο ὑπὸ τοῦ κυρίου λεγόμενον· "μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν." χαριέντως οἱ εἰς τοῦτο λ̣όγοι ··· παρατίθενται διαστέλλοντες τὸν Ἰησοῦν ἀπὸ τῶν γεννητῶν διὰ γυναικὸς διὰ τὸ παρθένιον εἶναι αὐτόν· χαριέντως δὲ ἐροῦμ̣εν, ὅτι αὐτου῀̣ ···ηται· "γενόμενος ἐκ γυναικός", δηλοῦντος ἐνταῦθα τοῦ τῆς γυναικὸς ὀνόμ̣ατος τὴν θήλειαν. κ̣αὶ τῷ ὄντι ὀλίγος ἐστὶν ὁ χρόνος ἀνθρώπινος· καὶ τούτου δ»ε»ῖγμα τὸ παρὰ Παύλου εἰρημένον· εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν." αὕτη γὰρ ἡ τοῦ συνθέτου ἀνθρώπου ζωή ἐστιν. εἰ δὲ τὴν 294 τῷ λογικῷ προσοῦσαν ζωὴν νοήσοις, οὐκ ὀλιγοψυχήσαις ἄν· ἀθάνατος γὰρ ἡ ψυχή. εἰ γοῦν τὴν Μαθουσάλα ζωὴν συνκρίνοις, καὶ αὕτη ὀλίγη ἂν εἴη πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι ζωὴν καὶ τὴν τῆς ψυχῆς ἀθανασίαν. μὴ πολὺς ἐν ῥήμασιν γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός · σοι. ο····· ··τη`̣ν ἀρετὴν τοῦ ὑπο̣τ̣·····, ω῾̣ς προείρηται, ἀγνοῶν καὶ τὸν σύμφωνον σκοπὸν τῶν ἀπαγγελλομένων πρὸς αὐτοῦ, λέγει αὐτῷ· "μὴ πολὺς ἐν ῥήμασιν γίνου." ὁ δὲ θεῖος λόγος παι̣δ̣εύων τὸ ἐν λόγ̣οις περιττὸν ἐπ̣έχειν φησίν· "ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν," πολυλογίαν ἐνταῦθα μὲν τὴν μὴ προσ ηκόντων ἀπαγγελίαν λέγων. ἔστιν δὲ ·····σ̣του··αν καὶ κα····· · λ̣αλεῖν. ὅτι δὲ οὐ τὸ πλῆθος τῶν ἀπαγγελλομένων λ̣όγων τὸ πολύλογον ποιεῖ, δ̣ηλοῖ ὁ ἀπόστολος "μέχρι μ̣εσονυκτίου παρατείν̣ω̣ν̣ τὸν λόγον" πρὸς τοὺς ἀκούοντας̣. θαυμάσαι δέ ἐστιν αὐτοῦ τὴν κατὰ τοῦ Ἰὼβ θρασύτητα, ὅτι καίτοι ἀποκρινόμενος πρὸς αὐτὸν ἔφασκεν μὴ εἶναι τὸν ἀνταποκρινόμενον αὐτῷ· διὰ τού295 του ······ ··· δεῖ θρασύτερόν τιν̣α ····· ··ενεχθῆναι του το ······ ····μενει τῷ διὰ φαυλότητα αὐτὸν πάσχειν, τὴν ἑτέραν ἀγνοῶν αἰτίαν. μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. ὡς πρὸς τὴν ἰδίαν ὑπόλημψιν ἀγνοῶν αὐτοῦ τὴν καθαρότητα τρόπον τινὰ παραίνεσιν αὐτῷ προσάγει οἰόμενος, ὅτι ἀθέτησίς ἐστιν τῆς προνοίας ἡ τούτου τῆς καθαρότητος καὶ τοῦ ἀμέμπτου ὁμολογία· οἴ ονται γὰρ οἱ φίλοι, ὅτι εἰ μὴ ἦν ἁμαρτήσας, οὐ περιέπιπτεν σκυθρωποῖς. οὐκ ἔχουσιν δὲ δεῖξαι, ὅτι εἶπεν ὁ Ἰὼβ πρὸς θεόν· ἄμεμπτός εἰμι ἐναντίον σου. ᾔδει γάρ, ὅτι "ἄστρα οὐ καθαρὰ ἐνώπιον αὐτοῦ", καὶ τὸ ὑπὸ τῶν δικαιοσύνην κατορθωσάντων λεχθέν· "ὡς α ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐναντίον σου." ὡς πρὸς σὲ γὰρ τὸν δικαστὴν ὄντα δικαιοσύνην, κἂν ἔχωμεν δικαιοσύνην, ἀμαυρὰν αὐτὴν ἔχομεν ὡς πρὸς σέ. καὶ Παῦλος δὲ λέγων· "οὐδὲν ἐμαυτῷ σύνοιδα" καὶ ἐπάγων· "ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι" δ»ε»ίκνυσι τὸ τῆς γενητῆς φύσεως ἀσθενές. 296 ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ; καὶ ἀνοίξῃ χείλη αὐτοῦ μετὰ σοῦ; ἐπειδὴ φαι´̣νονται ·····οι ὄντες καὶ αὐτοὶ ····· ····· λόγων ἐχόντων ἐντρέχε̣ιαν, εἰ καὶ περὶ ἓν ἐσφάλησαν-εἴρηται γὰρ πρός τινος αὐτῶν· "ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων"- δῆλον, ὅτι λαλιὰν θεοῦ καὶ χειλέων αὐτοῦ ἄνοιξιν οὐκ ἀνθρωποπαθῶς φησιν. λέγει οὖν, ὅτι "μὴ λέγε σύ· καθαρός εἰμι·" εὐτρέπιζε δὲ σεαυτὸν εἰς καθαρότητα, ἵνα οὕτω πρὸς σὲ λαλήσῃ θεὸς καὶ ἀνοίξῃ τὰ χείλη αὐτοῦ μετὰ σοῦ δι' ἀγαθότητα. λαλιὰν δὲ αὐτοῦ καὶ χείλη αὐτοῦ τὴν ἐν διανοίᾳ ἀοράτως γιγνομένην ὁμιλίαν ἐκλημπτέον. ὅτι δὲ τὰ χείλη τὸν λόγον δηλοῖ, διδάσκει τὸ παροιμιῶδες λόγιον· "χείλη δὲ σοφῶν δέδεται αἰσθήσει·" ἀλλὰ καὶ τὸ "ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι." εἶτα ἀναγγέλλει σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῷ κατὰ σέ. δηλοῖ, ὅτι λαλῶν πρὸς σὲ θεὸς διδάξει σε, ὅτι σοφῶς ταῦτα