1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

74

ἐπήγαγεν. διακείμενος δέ, ὅτι ὡς περὶ ἀνταποδόσεως διδάξει αὐτὸν ὁ θεὸς δικαίας, ταῦτα τῷ Ἰὼβ ἔλεγεν. ἔστιν μὲν οὖν ἀληθῶς, ὅτε δι' ἁμαρτίας θεὸς ἐπάγει ἐ297 πίπονα, κατανοῆσαι τῷ δυναμένῳ τὴν μετὰ σοφίας αὐτοῦ καὶ ἐν τοῖς πικροῖς ἐπαγωγήν, ὅτι οὐκ ἀμυνόμενος, ἀλλ' ἰατρικῶς καὶ πρὸς ὑγίειαν ψυχῆς ἐπάγει τὰς θλίψεις· ὅπερ ἐπιστάμενος εἷς τῶν ἁγίων ἔφη· "εὐλογήσω σε, κύριε, ὅτι ὠργίσθης μοι εἰς σωτηρίαν." χαρίσματος δὲ θείου ἐστὶν τὸ δέξασθαι γνῶσιν τῶν τοῦ θεοῦ κριμάτων, περὶ ὧν εἴρηται· "τὰ κρίματά σου ἄβυσσος πολλή." τοσοῦτον δὲ γιγνώσκομεν, ὅτι πρὸς τὸ συμφέρον ἐπιτελοῦνται, κἂν μὴ καταλαμβάνωμεν. καὶ ἔστω ὡς ἐπὶ παραδ»ε»ίγματος νῆσός τις ἀφωρισμένη, εἰς ἣν τοὺς πταίοντας καὶ σφαλλομένους ἄρχων ἐκπέμπει· δίκαιος δὲ οὗτος ὑποκεῖσθαι δῆλος, ὡς πᾶς, ὅστις γοῦν εἰς τὴν νῆσον ἀποστέλλεται ἐκεῖσε οἰκῆσαι, ἁμαρτὼν τοῦτο ὑπομένει, κἂν μὴ τὴν ἀκριβῆ αἰτίαν τοῦ σφάλματος γιγνώσκωμεν. ἀπόδ»ε»ιξιν δὲ τοῦ σοφίᾳ πάντα ποιεῖν τὸν θεὸν ἐπάγει λέγων, ὅτι "διπλοῦς ἔσται τῷ κατὰ σέ", διπλοῦν, ὡς ἡγοῦμαι, λέγων τὸν ἀσυνκρίτῳ ὑπεροχῇ διαφέροντα, ἀσθενῶς τῆς λέξεως ὑπ' αὐτοῦ προενεχθ»ε»ίσης. ὅτι δὲ τὰ κρίματα τοῦ θεοῦ βαθεῖαν ἔχει τὴν γνῶσιν, διδάσκει 298 ∆αυὶδ μακάριος, ᾧ "τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας" πεφανέρωται λέγων· "ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν." καὶ ἕτερος περὶ τῆς σοφίας λέγει· "ε»ἶ»πα· σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη μακρὰν ἀπ' ἐμοῦ ὑπὲρ ὃ ἦν. καὶ βαθὺ βάθος· τίς εὑρήσει αὐτήν;" καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας. ἔτι τῆς αὐτῆς ἐχόμενος διανοίας ὡς πρὸς ἁμαρτήσαντα διαλεγόμενός φησιν, ὅτι εἰ λαλήσαι κύριος πρὸς σὲ καὶ ἐπιστήσαι σε κατὰ τὴν σοφίαν ἑαυτοῦ, ἐξ̣ οὗ γνοὺς τὴν ὑπεροχὴν αὐτοῦ μαθήσει, "ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας". προπετείᾳ δὲ ταῦτα οὗτος λέγει μὴ ἐπιστάμενος τῶν ὑπὸ θεοῦ γιγνομένων τὰς αἰτίας πρὸς ἐπιστάμενον, ὅτι ἀνδρ»ε»ίας ἕνεκεν ταῦτα ὑπέμενεν τὸν ἀπὸ θεοῦ ἔπαινον ἀπεκδεχόμενος τὸν εἰπόντα· "οἴει δέ με ἄλλως σο»ι» κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;" αὐτὸς γὰρ "ὁ ποιῶν πάντα καὶ μετασκευάζων" οἶδεν ἑκάστου τὸ κρίμα. μὴ ἴχνος κυρίου εὑρήσεις, ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ παντοκράτωρ. ἀπό τινος πιθανοῦ θρασέως διαλέγεται 299 τῷ ἁγίῳ· ἐπεὶ γὰρ οἶδεν, ὅτι μέγα ἐστὶν τὰ»ς» τῆς προνοίας διοικήσεις καταλαβεῖν, ποιεῖται λόγον πρὸς αὐτὸν φάσκων· "μὴ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου", ἔσχατα λέγων τὰς τῶν γιγνομένων ἐκβάσεις. ἐλέγχεται δὲ καὶ οὗτος καὶ οἱ ἄλλοι φίλοι· ὡς γὰρ κατειληφότες, ὅτι δι' ἁμαρτίας ταῦτα πάσχει, κατέτρεχον αὐτοῦ. ἔστιν δὲ καὶ ἄλλως τὰ ἔσχ̣ατα νοῆσαι· καθὸ καὶ εἴρηται· "ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς." καὶ ἔτι τὸ ἔσχατον τοιοῦτον, οὗ χάριν τὰ ἄλλα πάντα, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν. ε᾿̣π̣ὶ δὲ παραδείγματος· τέλος ἡ ὑγίεια· διὰ γὰρ ταύτην τὰ ἄλλα, βοηθήματα λέγω, καὶ κάματοι καὶ σπουδαὶ εἰς τοῦτο. λέγεται δὲ καὶ τὰ πέρατα τοῦ κόσμου ἔσχατα· καθὸ εἴρηται· "ὠκεανὸς ἀπέραντος ἀνθρώποις καὶ οἱ μετ' αὐτὸν κόσμοι ταῖς αὐταῖς ταγαῖς τοῦ δεσπότου διιθύνονται." ἔννοιαν ἔχων ὁ ψαλμῳδὸς περὶ θεοῦ ὡς ἐκπεριειληφότος καὶ τὰς ἀρχὰς καὶ τὰ τέλη καὶ συνόλως πάντα τὰ ὑπ' αὐτοῦ γιγνόμενα ἔλεγεν· "ἰδού, σύ, κύριε, ἐποίησας πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα." ὑψηλὸς ὁ ο»ὐ»ρανός, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας; ἢ μα300 κρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης; δ»ε»ῖξαι βούλεται διὰ πάντων τούτων, ὅτι ἡ τῶν ἀνθρώπων γνῶσις μεμετρημένη ἐστίν, μὴ ἐφικνουμένη τὰ τοῦ θεοῦ κρίματα. καὶ νῦν γοῦν· οὐρανός, φησίν, ἔστιν καὶ ᾅδου βαθύτερα καὶ μακρότερα γῆς καὶ τοῦ εὔρους τῆς θαλάσσης· λέγε τι περὶ αὐτῶν, εἰ δύνασαι. αἰνίττεται δὲ ἴσως, ὅτι κἂν ἐπιχειρήσῃ τις περὶ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ περιλαλῆσαι, ἀλλὰ τὰ ὑπερέκεινα ἀγνοεῖ. δύναται τοῦτο ἐλέγχειν τοὺς περὶ Ἑλληνικὴν σο φίαν ἐπ̣ειρημένους καὶ ἐξ