1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

75

αὐτῆς οἰομένους λέγειν τι περὶ οὐρανοῦ φύσεως ἢ γῆς καὶ θαλάττης, ὅταν καὶ περὶ τούτων κενὸν ὑποτίθενται καὶ περὶ ᾅδου πολλὰ λέγοντες, ὅτι τε ψυχῶν ἐστιν χωρίον καὶ ἄλλα, καὶ ῥάπτουσιν λόγους, ὧν τὴν ἀπόδ»ε»ιξιν φανερὰν καταστῆσαι οὐ δύνανται· ἀμέτοχοι γὰρ ὄντες πνεύματος ἁγίου τὴν περὶ τούτων ἀκριβῆ γνῶσιν οὐκ ἔχουσιν τῶν ἁγίων "ἐπὶ γῆς περιπατούντων καὶ ἐν οὐρανῷ ἐχόντων τὸ πολίτευμα", ὥστ' ἂν εἰπεῖν· "ὁ θεὸς δέδωκέ»ν» μοι τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν 301 καὶ τέλος καὶ μεσότητα χρόνων" καὶ τὰ ἑξῆς. ἐὰν δὲ κατασκάψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; καὶ τοῦτο ἀληθῶς λέγει, εἰ καὶ πρὸς τὸν σκοπὸν μὴ βλέπων τὸν πρέποντα. "τίς γὰρ ἀνθίσταται τῷ βουλήματι τοῦ θεοῦ;" ὅμοιον τούτῳ· "μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτω;" θρασέως δὲ αὐτῷ εἴρη ται τὸ "ἐὰν καταστρέψῃ τὰ πάντα". ἐξὸν δὲ περὶ διοικήσεως εἰπεῖν, ἴσως δὲ αἰνιττόμενος τῷ Ἰώβ, ὅτι εἰ καὶ ἀλγεῖς, ἀλλ' οὐ δύνασαι εἰπεῖν· τί ἐποίησας; δικαίως γὰρ γέγονεν· ἥμαρτες γάρ. ἀμέλει, το̣υ῀̣τ̣ο οὐ π̣ιστου῀̣ται αὐτοῦ τὴν διάλημψιν. αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων· ἰδὼν δὲ ἄτοπα, οὐ παρόψεται. σαφὲς δή, ὅτι δι' αὐτὸν εἶπεν τὸ "ἐὰν δὲ καταστρέψῃ"· οἶδεν γάρ, φησίν, τὰ τῶν ἀνθρώπων ἔργα μὴ παρορῶν τὰ πταίσματα-δ»ε»ικνὺς τοῦ θεοῦ τὸ ἀναπόδραστον-ὁρᾷ δὲ αὐτὰ ἐν τοῖς φαύλοις. χρήσιμον πρὸς τοὺς ἀμελεῖς τὸ ῥητόν. ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γυναικὸς γεννητὸς ἴσα ὄνῳ ἐρημίτῃ. τὸ τῆς τοῦ θεοῦ τῆς γνώσεως ἀσφαλὲς παραβάλλων ταῖς τῶν ἀνθρώπων ἐπιβολαῖς νήχεσθαι αὐτοὺς ματαίως φησὶν ἐρημίτῃ αὐτὸν ὄνῳ 302 παραβάλλων, διὰ τούτου παριστῶν τὸ σφόδρα τῶν ἀνθρώπων νωθὲς πρὸς τὴν κατάλημψιν τῶν κριμάτων ὑπερβολικῷ χρώμενος τῷ λόγῳ. οἱ μὲν γὰρ ἐθάδες ὄνοι καὶ περὶ πόλιν ὄντες ἔχουσί τι ἐκ τῆς συνηθείας ἐπιγνωστικὸν τοῦ ἐρημίτου καὶ διὰ τὸ φύσει νωθὲς καὶ τὸ ἄγριον καὶ τὰ τῆς συνηθείας τῶν ἡμέρων ἀφῃρημένου, ᾧ παρεικάζει τὸ ἀνθρώπινον γένος εἰς τὴν τῶν κριμάτων γνῶσιν. τοῦτο βεβαιοῦται καὶ ἐκ τοῦ μακαρίου ∆αυὶδ προσωποποιουμένου τὴν τῶν ἀνθρώπων περὶ κρίματα ἄγνοιαν ἐν τῷ λέγειν· "ἰδού, οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται, εἰς τὸν αἰῶνα κατέσχον πλούτου. καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου. καὶ ἐγενόμην μεμαστιγμένος ὅλην τὴν ἡμέραν." καὶ μετὰ ταῦτά φησιν· "κτηνώδης «ἐγενήθην» παρὰ σοί." εὖ δὲ τὸ "παρὰ σοί"· ὡς γὰρ πρὸς τὴν τοῦ θεοῦ γνῶσιν κτηνώδης, φησίν, ἐγενόμην. εἶτα ἵνα δ»ε»ίξῃ, ὅτι ἀνθρώπων πρόσωπον ἦν, ὃ ἀνέλαβεν, φησίν· "ἐ γὼ δὲ διὰ παντὸς μετὰ σοῦ", δηλῶν ὅτι· τῇ σῇ μετουσίᾳ καὶ μετοχῇ ὅτι γιγνώ303 σκω, οἶδα. τῷ "κτηνώδης ἐγενόμην παρὰ σοὶ" ὅμοιον τὸ "ἐγὼ δὲ ἄλογός εἰμι" καὶ τὸ "ἐγώ εἰμι γῆ καὶ σποδός". εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν, εἰ ἄνομόν τι ἐστὶν ἐν χερσίν σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ· ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. καθάπερ διδάσκαλον ἑαυτὸν εἰσάγων προτροπὴν δῆθεν αὐτῷ προσάγει λέγων, ὅτι εἰ καὶ σφόδρα καθαρὸς εἶ οὕτως, ὡς ἀεὶ εἰς εὐχὴν τὰς χεῖρας ἀνατείνειν αἰτοῦντα τὰ ἀπὸ τοῦ θεοῦ, εὐτρεπὴς ἔσο καὶ τὸ ὑπολειπόμενον ἐν σοὶ φαῦλον ἀπώσασθαι, ἀλλὰ καὶ ἀδικία ἐν σοὶ μὴ αὐλιζέσθω. ὅ ἐστιν· κἄν πως γένηταί σε ἐν ἀρχῇ τοῦ ἀδικεῖν γενέσθαι, ἀλλὰ μὴ παραμενέτω ἡ κακία ὡς αὐλίζεσθαι ἐν τῷ βίῳ τῷ σῷ. ταῦτα δέ φησιν, ὅτι κατάλληλος τῇ τῆς ψυχῆς καθαρότητι τῇ κατὰ σύνεσιν ἔστω καὶ ἡ ἠθικὴ ἀρετή. τούτῳ ὅμοι ον τὸ "ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ." διασφάλλεται δέ πως οἰόμενος μὲν δυνατὸν εἶναι καθαρὰν ἔχειν καρδίαν καὶ πράξεις ἀδίκους. τούτου δὲ τὸ ἐναντίον λέγοι ἄν τις δυνατὸν εἶναι «πράξεις δικαίας καὶ μὴ» καθαρὰν ἔχειν καρδίαν φάσκων τὸν 304 ἐλεημοσύνην ποιοῦντα πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις τῆς καρδίας ῥερυπωμένης τὴν πρᾶξιν φαίνεσθαι ἴσην.