1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

76

οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. λέγει, ὅτι πάσης ἀπηλλαγμένος κηλῖδος καὶ ἀδικίας καθαρὸν ὥσπερ ὕδωρ ἕξεις τὸ πρόσωπον· δῆλον δέ, ὅτι τὸ τῆς ψυχῆς λέγει. παντὸς γὰρ μολυσμοῦ χωρισθεὶς τῷ ὄντι ὁ ἄνθρωπος καθαρὸν καὶ εἰλικρινὲς τὸ "κατ' εἰκόνα" ἐπιδ»ε»ίξει. ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθήσῃ. ἀνωμάλως μὲν κινεῖται τῷ λόγῳ. μετὰ γὰρ τὸ "ἀναλάμψει τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρὸν" λέγειν πάλιν "ἐκ δύσῃ ῥύπον" ἀνωμαλία πολλή. ὅμως δὲ τοῦτο λέγει, ὅτι εὐτρεπίζων σεαυτὸν εἰς καθαρότητα παντὸς ἀπαλλαγήσῃ ῥύπου ὥστε ἄφοβον εἶναι καὶ μηκέτι δεδοικέναι ἀνταπόδοσιν. πιθανῶς δὲ καὶ τοῦτο λέγει, ὅτι μετὰ ἔκδυσιν ῥύπου ἄφοβός ἐστι· "διανοίας" γὰρ καὶ "τὰ κρυπτὰ" ὁρῶν ὁ θεὸς οὐ κολάζει τὸν τοιοῦτον· ἄνθρωποι μὲν γὰρ ἅτε τὸ κρυπτὸν ἀγνοοῦντες καὶ μεταγνόντα τ̣ι̣νὰ λαβόντες ἐλεγχόμενόν τε ὡς πάλαι ἁμαρτόντα κολάζουσιν. θεὸς δὲ τὴν παροῦσαν ἀρετὴν ἀπο305 δεχόμενος τῶν παλαιῶν ἁμαρτημάτων ἀμνημονεῖ, καθὼς τὸ μετανοοῦν παριστᾷ πρόσωπον λέγον· "μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ μὴ πτοηθήσῃ. τὸν ἐκ τῶν π̣ληγῶν κόπ̣ον, ὃν ἐνόμιζον δι' ἁμαρτίας παθεῖν τὸν ἅγιον, φησὶν ἔνθα ἐπιλησθήσεσθαι καὶ ῥᾳδίως παρελθεῖν ὡς κῦμα μηδὲν αὐτοῦ πτοουμένου. λήθην δὲ λέ γει δηλονότι οὐ τὴν παντελῆ τῆς μνήμης φθίσιν, ἀλλὰ τὴν πάροδον τῶν ἀνιῶν· καθὸ καὶ περὶ τῶν δικαίων εἴρηται· "ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν." "ἐν ἡμέρᾳ γὰρ ἀγαθῶν ἀμνηστία κακῶν." ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατέλλει σοι ζωή. ὡς ἑπόμενον τοῦτο λέγει τοῖς φθάσασιν, ὅτι εἰ καθήραις σεαυτὸν ὡς μηδὲ εἰ»ς» ῥύπον γενέσθαι, ἡ εὐχή σου λάμψει ὥσπερ ἑωσφόρος. σημαίνει δὲ αὐτῷ τοῦτο τὸν ἑωθινὸν τάχα φωτισμόν, καθ' ὃν ἄρχεται τὸ τῆς ἀρετῆς φέγγος· οὕτω δὲ ἰσχύσει τὸ φῶς ὡς τὸ ἀκμαῖον. σκόπει δέ, τί αὐτῷ βούλεται τὸ "ἀνατέλλει σοι ζωή", μή που τὴν ἀρετήν φησιν ἢ τὴν μέλλουσαν ζωὴν ἢ τὴν ἄνευ πόνων ζωὴν μεταβα306 λόντων τῶν ἐπιπόνων. ἡ δὲ φωτεινὴ ζωὴ ὑπὸ τοῦ "ἡλίου τῆς δικαιοσύνης" πεφωτισμένη τυγχάνει. εἴρηται· "τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐφόψομαι." πεποιθώς τε ἔσῃ, ὅτι ἔστιν σοι ἐλπίς. καὶ π̣άλιν αὐτόν φησιν ἐκ τῆς προπαρασκευῆς πιστεύειν περὶ τῶν ἐλπιζομένων ἀγαθῶν. ταῦτα μὲν ····· · δῆλον δέ, ὅτι ἡ τῆς ψυχῆς ι̣······ ·· τὴν θείαν ἐλπίδα πρ····· · ἕπεται γὰρ τῷ "κατὰ θεὸν ζῆν" βουλομένῳ τὰ ἀίδια, καθὰ Παῦλος λέγει· "νυνὶ μένει πίστις, ἐλπίς, ἀγάπη." ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. τοῦτο λέγει, ὅτι ἀπαλλαγεὶς τῶν ἐπιπόνων καὶ ἀνιαρῶν διὰ τὴν ἐλπίδα τὴν γεγε_6_ν_η_μ_έ6νην ἐκ τῆς προπαρασκευῆς "ἀναφανεῖταί σοι εἰρήνη", εἰρήνην λέγων τὴν τῶν περιστάσεων ἀνάπαυσιν. ἔχομεν δὲ ἐν τοῖς θείοις γράμμασιν περὶ εἰρήνης λεγόμενα τῆς κατὰ ψυχήν, περὶ ἧς λέγεται· "εἰρήν̣ην πολλὴν τοῖς ἀγαπῶσίν σε καὶ οὐκ ἔστ»ι» ἐν αὐτοῖς «ς»κάνδαλον." αὕτη δὲ ἀταραξία οὖσα τῆς ψυχῆς καρπός ἐ»ς»τι τοῦ ν πνεύματος· "ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη." ἀπὸ ταύτης μακαρίζονται περὶ ὧν λέγεται· "μακάριοι οἱ εἰρηνοποιοί, ὅτι υἱοὶ θεοῦ κληθήσονται." ἐπὰν γάρ 307 τις τὴν ἑαυτοῦ "μέριμναν ἐπὶ κύριον ἐπιρίψῃ", ἕξει ταύτη̣ν τὴν εἰρήνην· ὁ ἁμαρτωλὸς δὲ οὐκ ἔσται ἐν ταύτῃ τῇ εἰρήνῃ· "πᾶς γὰρ βίος ἀσεβοῦς ἐν φροντίδι" τεταραγμένῃ. ἡσυχάσεις δὲ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται. ἐπίστησον, εἰ πάλιν τη`̣ν ἡσυχίαν οὗτός φησιν τὸ μηκέτι τρόπον τινὰ διὰ τα`̣ς κακώσεις ὀνειδίζεσθαι ὡς φαῦλον· τούτου ἐπιφερομένου ἐπάγει τὸ "μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται" δηλῶν, ὅτι οἱ πρότερον κατατρέχοντες διὰ τὴν περὶ σὲ μεταβολὴν δεηθήσονταί σου. ἡ κυρίως δὲ ἡσυχία ἡ τῆς ψυχῆς ἀταραξία τῷ ἁγίῳ δίδοται λέγοντος τοῦ λόγου· "ἀναπαύσεται ἑ´̣καστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω