1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

80

ὅτι εὐχερὲς αὐτοῖς τοῦτο ἅτε νοῦν̣ ἔχουσιν, ἐνάγει αὐτοὺς ε̣ἰς ἐπιμέλειαν τῆς σοφίας λέγων· "ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη." ἐλεγκτέον ἐκ τούτου τοὺς μὴ βουλομένους πονεῖν, ἀλλ' οἰομένους αὐτοῖς ἀρκεῖν τὴν ὅπως ποτὲ γιγνομένην ἐπιβολὴν ἐπιστήμης τινός. οὐ γὰρ ἅμα τῷ ἄρξασθαί τινα ἡ γνῶσις τῶν τελείων παραγίνεται. πρὸς δὲ τούτωι ἐλέγχονται καὶ οἱ φύσει νομίζοντες εἶναι τὰς μαθήσεις· οὐδὲν γὰρ τῶν κατὰ φύσιν καὶ ἀναγκαίως τῇ οὐσίᾳ τοῦ ἀνθρώπου προσόντων χρόνῳ κατορθοῦται. οὐδεὶς γοῦν θνητὸς ᾗ ζῷον χρόνῳ προστίθεται· τὸ δὲ σοφὸς εἶ319 ναι χρόνῳ προσγίνεται· "ὅτε γὰρ ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου." πρὸς ταῦτα ἀντιθήσει τις τὸ "οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδὲ οἱ γέροντες οἴδασιν κρίμα," ἐναντίον τοῦτο τῷ ὑπὸ τοῦ Ἰὼβ εἰρημένῳ οἰόμενοις. δυνατὸν δὲ ἀμφότερα ἀκολούθως εἰρημένα συνιδεῖν· ὁ μὲν γὰρ μακάριος Ἰώβ φησιν, ὅτι ὁ ἀρχόμενος σοφίας καὶ σπεύδων αὐτὴν ἀναλαβεῖν οὐχ ὡς ἔτυχεν αὐ τήν, ἀλλ' ἐν πολλῷ χρόνῳ ἀναλήμψεται. ἀλλὰ καὶ ὁ Ἐλιοὺς οὐκ ἀπιθάνως ἂν λέγοι· οὐδὲ γάρ, εἰ μὴ ἐπεθύμησέν τις σοφίας, τῇ δὲ ἡλικίᾳ προβέβηκεν, ἤδη σοφὸς ἂν εἴη· οὐ γὰρ ἐξ ἀνάγκης ὁ γέρων σοφός. ἐπιστήσεις τῷ ὑπὸ τοῦ ὑμνῳδοῦ λεγομένῳ, εἰ συμβάλλεται τῷ ἐν πολλῷ χρόνῳ τὴν σοφίαν ἀναλαμβάνεσθαι ἐν τῷ λέγειν· "γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ, τί ὑστερῶ 320 ἐγώ." ἀναλημπτὴ γὰρ δείκνυται καὶ οὐ φύσει ἡ ἀρετή, ἀλλὰ καὶ χρόνῳ κατορθουμένη ἐν τῷ "ἵνα γνῶ, τί ὑστερῶ ἐγώ". τί δέ ἐστιν σοφία, ἐν τοῖς ἑξῆς εἴρηται οὕτως· "ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, καὶ τὸ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη." καὶ πρῶτον δεῖ κατορθῶσαι τὴν ἀποχὴν τῶν κακῶν, ἵνα οὕτω ἡ θεοσέβεια προσγένηται σοφία οὖσα. εἴρηται γάρ· "ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολὰς καὶ κύριος χορηγήσει σοι αὐτήν·" ἡ γὰρ σοφία καθαρθείσης τῆς ψυχῆς προσγίνεται. παρ' αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνε#6σις. εἰπὼν "ἐν πολλῷ χρόνῳ σοφία" πρὸς τὸ μὴ νομίσαι αὐτοὺς λέγειν αὐτὸν περὶ ἀνθρωπίνης σοφίας λέγειν μηδὲ ζητεῖν αὐτὴν ἐν τοῖς γενητοῖς διδάσκει, πῶς εὑρίσκεται, λέγων· "παρ' αὐτῷ σοφία καὶ δύναμις." οὐ γὰρ ἔξωθεν αὐτοῦ ἐστιν̣, ἀλλ' ἐν αὐτῷ ἐστιν ὁμοούσιος αὐτῷ τυγχάνουσα· πηγὴ γὰρ αὐτῆς ὑπάρχει, ἡ πηγὴ δὲ οὐκ ἄλλοθεν δέχεται. καὶ ἡ δύναμις δὲ παρ' αὐτῷ ἐστιν ὁ Χριστός· "Χριστὸς γὰρ θεοῦ δύναμις καὶ σοφία." αὐτῶι δὲ 321 καὶ βουλὴ καὶ σύνεσις πρόσεστιν, ὥστε μὴ ἀνθρωπίναις ἐπιβολαῖς ταῦτα ζητεῖται, ἀλλὰ παρ' αὐτοῦ. ταῦτα δὲ πάντα ὁ υἱός ἐστιν· τὸ γὰρ "ἡτοίμασεν #6οὐρανοὺς ἐν φρονήσει" περὶ υἱοῦ λέγεται. ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατὰ ἀνθρώπων, τίς ἀνοίξει; ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν #6αὐτὴν καταστρέψας. τὸν περὶ προνοίας λόγον, ὡς καὶ πρότερον ἐλέχθη, ἠρέμα διδάσκει τοὺς ἀντιλέγοντας αὐτῷ. εἰ γὰρ καὶ ἐτίθεντο πρόνοιαν, ἀλλά γε ἐναντιώμασιν περιέπιπτον. λέγει οὖν ὅτι "τῷ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;" ἔστι γοῦν εὑρεῖν τὸν μὲν πενόμενον, τὸν δὲ ἐν περιστάσει, τὸν δὲ νόσῳ πεπιεσμένον καὶ ὅλως ἐν διαφόροις συνπτώμασιν ἄλλον καὶ ἄλλον κατειλημμένους καὶ μὴ σθένοντας ἀπώσασθαι τὸ κεκριμένον. θεοῦ γὰρ βουλήσει συμβαίνουσιν. οὐ μόνον περὶ οἰκοδομῆς, ἀλλὰ καὶ τῶν προειρημένων οὐδείς ἐστιν, ὃς δυνήσεται εἰπεῖν κατὰ τὸν ἀπόστολον· "τί με ἐποίησας οὕτως;" ἀλλὰ καὶ οἱ χωρὶς βουλῆς θεοῦ τολμῶν322 τές τι, ἐπεὶ οὐκ ἐπεκαλέσαν322 το αὐτόν, καταστρέφονται κατὰ τὸ "αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω, λέγει κύριος." καὶ περὶ τῶν κακὴν οἰκοδομὴν ἐχόντων λέγεται· "καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς." οὕτω καὶ ἐὰν ἐνκλείσῃ κατὰ ἀνθρώπων, οὐδεὶς ἀνοίξει· θεοῦ γὰρ μὴ εὐοδοῦντος ἐπὶ πρᾶξίν τινα, ἣν προῄρηταί τις, δι' οὓς οἶδεν λόγους, τίς ἀνοῖξαι