86
γιγνώσκει τις, παραπτώματα δέ, ἅπερ τρόπον τινὰ ἀκούσιά ἐστιν, δυσκόλως συνίησίν τις. «καὶ ἐὰν οὖν,» φησίν, «πάντα ποιήσητε πρὸς καθαρότητα, ἐκ τῶν ἀκουσίων ὡς θεοῦ κρίνοντος ἕξετε τὸν ἔλεγχον.» δι' ὅπερ καὶ ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν· "ὅταν πάντα ποιήσητε, εἴπατε· δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὀφείλο342 μεν ποιῆσαι, πεποιήκαμεν." εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ' αὐτοῦ ἐπιπεσεῖται ὑμῖν; ὁ ἄριστος κριτὴς πραγμάτων ἐστὶν ἐξεταστής, οὐκ εἰς πρόσωπα βλέπει τῶν κρινομένων. ἐὰν γὰρ ὦσιν οἱ κρινόμενοι πλούσιοι ἢ ἄρχοντες ἢ ἄλλην ὑπερέχοντες ἀξίαν, οὐκ εἰς τὸ πρόσωπον αὐτῶν σκοπεῖ, ἀλλ' εἰς τὰς πράξεις, ἃς κρίνει. τοῦτο καὶ ἐν τῇ ἐπιστολῆι τῇ καθολικῇ φέρεται· "θαυμάζοντες πρόσωπα ὠφελείας χάριν", δῆλον δὲ ὅτι οἱ δωροδόκοι δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. θεὸς δὲ προστάττων οὐχ οὕτω βούλεται, ἀλλὰ νομοθετεῖ· "κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λήμψει πρόσωπον", τοῦ πλουσίου δηλονότι, καὶ "πένητα οὐκ ἐλεήσεις ἐν κρίσει." καὶ ἑτέρωθι δὲ λέγεται· "δικαίως τὸ δίκαιον διώξει." οὔτε γὰρ πλουσίῳ προστίθεσθαι δεῖ οὔτε πένητος τὴν ἔνδειαν ἐλεοῦντα παρορᾶν τὸ δίκαιον. ἔργον δὲ ὀρθοῦ κριτοῦ τυγχάνει, καθάπερ καὶ τῇ περὶ τοῦ ∆αυὶδ ἱστορίᾳ παραδέδοται, ἵνα μετὰ τὰς κρίσεις καὶ ἐκβάσεις 343 τῶν πραγμάτων, εἰ συμβαίη πένητα εἶναι ἢ τὸν ἀγνοήσαντα τὸ δίκαιον ἢ ἀδικοῦντα, παρακα λεῖν τὸν πλούσιον ὥστε φιλανθρωπίαν εἰς αὐτὸν ἐνδείξασθαι. ἑτοιμότερος δὲ ἔσται πρὸς τοῦτο τὴν ὀρθότητα τοῦ κριτοῦ ἀποδεχόμενος. οὕτω γοῦν λέγεται περὶ τοῦ ∆αυίδ· "π̣οιῶν κρίμα καὶ δικαιοσύνην"····· ····· ···· φιλο̣·· ὁ Ἰὼβ ὑπ·τ̣······ ···· "εἰ καὶ κρυφῇ πρόσωπα θαυμάζετε·" πᾶς γὰρ δωροδόκος οὐκ ἐκ τοῦ φανεροῦ ἀποδέχεται τὰ τῶν παρεχόντων πρόσωπα, ἀλλὰ κεκρυμμένως, πολλάκις καὶ σχηματιζομένως κατ' ἐκείνου, ω··ρο···αδ· συνελθεῖν βούλεται. καὶ ἐπάγει φόβον λέγων, ὅτι εἰ καὶ δόλῳ τις τολμᾷ κρύπτειν τὸ τῆς προσωπολημψίας, ἀλλά γε ὁ θεὸς ὀργιζόμενος διὰ τῆς ἐπιφορᾶς τῆς κατὰ τῶν ἁμαρτανόντων στροβώσει αὐτούς, ἀντὶ τοῦ «πεῖραν αὐτοῖς παρέξει τοῦ θυμοῦ». δῖναν δὲ λέγει τὴν μεθ' ὁρμῆς τοῦ θυμοῦ ἐπιφορὰν ἀπὸ μεταφορᾶς τῶν συστρεφομένων ὑδάτων κατὰ τοὺς εἰλίγγους, ἵν' ᾖ ὃ λέγει συντόμως τοιοῦτον· «ἦ φέρετε αὐτοῦ κίνησιν, ἐὰν ἀγανακτήσῃ;» τούτῳ ὅ344 μοιον, ὃ ἐν Ζαχαρίᾳ φέρεται λεγόμενον πρὸς̣ τοὺς ἁμαρτάνοντας· "πορεύσεται κύριος ἐν σάλῳ ἀπειλῆς αὐτοῦ." σάλον δὲ ἀπειλῆς τὴν ὀργὴν τὴν διὰ τὰ ἁμαρτήματα αὐτῶν σημαίνει, αὐτὸς γὰρ ····· · ἐστίν. τὸ δὲ "πορεύσεται" ἴσως ἂν ὅμοιον εἴη τοῦ ἐν τῇ Γενέσει λεγομένου περὶ τοῦ Ἀδάμ, ὅτι ἤκουσεν τοῦ θεοῦ περιπατοῦντος ἄρτι ἁμαρτάνων· δι' αὐτοῦ τούτου αἴσθησιν δέχεται τῆς τοῦ θεοῦ ἀναχωρήσεως διὰ τὸυ μηδὲν ἔχειν ἔτι ἐν ἑαυτῷ φωτεινόν. οἱ γὰρ μακρύνοντες ἑαυτοὺς ἀπὸ τοῦ θεοῦ ἀκου´̣ουσιν· "μακρὰν ἀπέχει ὁ κύριος ἀπὸ ἀσεβῶν", οὐ τόπῳ τούτου λ̣εγομένου, ἀλλὰ τῷ τὸν μὲν θεὸν ἀγαθόν, τὸν δὲ φαῦλον ἀφεστάναι τούτου. καὶ ταῦτα μὲν διὰ τὸ "πορεύσεται ἐν σάλῳ". ἐπανελθετέον ἐπὶ τὸ ἐξ ἀρχῆς, τοὺς "κρυφῇ πρόσωπα θαυμάζοντας", οὓς καὶ στροβώσει, ὡς ἀποδέδοται, ὁ κατὰ δίνησιν θυμὸς τοῦ θεοῦ· ἐπ' αὐτοὺς δὲ καὶ ἐπιπίπτει φόβος παρὰ θεοῦ, καὶ τοῦτο ἐπ' εὐεργεσίᾳ, ἵνα γνῶσιν, ὅτι ἀπειλὴ κατ' αὐτῶν ὡς ἁμαρτανόντων ἐπάγεται. τούτου δὲ τοῦ φόβου, τοῦ κατὰ τὴν ἀπειλὴν λέγω, ἕτερός ἐστιν καθ' ὃν εἴρηται· "φόβος κυρίου πάντας ὑπερέβαλεν", ὅστις καὶ κυρίως εὐλάβειά ἐστιν. οὐδὲν γὰρ ἕτερόν ἐστιν φόβος θεοῦ 345 ἢ ἐπιτεταμένος σεβασμός, δι' οὗ ἀνυστέρητοι γίνονται οἱ ἔχοντες αὐτόν· "οὐκ ἔστιν γὰρ ὑστέρημα τοῖς φοβουμένοις αὐτόν." ὁ δὲ παθητικὸς φόβος τοῖς ἁμαρτάνουσιν ἕπεται. ἕτερος γὰρ τοῦ τοιούτου κατὰ κόλασιν α῾̣μαρτωλοῖς ἐπιπέμπεσθαι λέγεται· σκόπει δέ, εἰ μηδὲν ἕτερον σημαίνει διὰ τοῦ ὀνόματος τοῦ φόβου ἢ τὴν τῆς ὀργῆς ἀποφ̣υγήν.