96
ἀποποιοῦ. διδάξας περὶ ἀναστάσεως τοῦ ὅλου ἀνθρώπου καὶ τῆς ἀθανασίας τῆς ψυχῆς παιδεύει τοὺς φίλους πρὸς τὸ μὴ νομίζειν εὐτελῆ αὐτὸν 380 παρὰ θεῷ κεκρίσθαι. ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν #6ἁμαρτιῶν μου. ἀναπόδρασ̣τ̣ον αὐτοῦ τὴν γνῶσιν διδάσκων διὰ τούτων ἔτι καὶ τρόπον τινὰ παιδεύει τοὺς φίλους διακειμένους, ὅτι δι' ἁμαρτίας πάσχει, πῶς χρὴ με̣τ̣α̣νοει῀̣ν καὶ μὴ ἀλαζονεύεσθαι τῃ῀̣ ἐνυ̣παρχούσῃ καθαρότητ̣ι̣, μετριότητος ἕν̣εκα τ̣η῀̣ς ἑαυτοῦ καὶ τοῦ ἐκείνους διε̣γε̣ίρειν εἰς μετάνοι̣αν ταυ῀̣τ̣α̣ λ̣έγων. ἐπεσημήνω δέ, εἴ τι ἄκω̣ν̣ π̣αρέβην. ὡς πρὸς αὐτοὺς̣ πα´̣λιν λέγει ταῦτα διακειμένους ὡς ἁμαρτ̣όντα αὐτὸν ταῦτα ὑφίστασθαι καὶ μετριότητι καὶ πρὸς παίδευσιν αὐτῶν εἰς τὸ μιμήσασθαι αὐτὸν οὕτω καθαρὸν ὄντα καὶ μετανοίας προφέροντα ῥήματα. ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ. τουτέστιν· «ἐμπεριείληφας αὐτῶν καὶ τὴν ποιότητα καὶ τὸν ἀρι θμόν». ὅμοια δὲ τῶν προλαβόντων καὶ ταῦτα νοῆσαι δεῖ. καὶ πλὴν ὄρος πῖπτον πεσεῖται. πιστεύων τῷ πάντων αἰτίῳ, ὅτι κατορθώσει τὸν ἀγῶνα συντριβέντος τοῦ ἐξαιτησαμένου 381 ὄρους ἐνταῦθα καλουμένου, φη̣σ̣ι`̣ν̣ αὐτοῖς ὅτ̣ι «ἀσθενήσει οὕτως̣ ὡς ε᾿̣κ̣πι´̣πτειν τῆς προσδοκίας, ἣν πρ̣ο̣σεδόκησεν, ἑλεῖν με πειρώμενος». ν···· γὰρ καὶ παντ···αιτη̣ ρ̣η̣·····σιν, ὡς προείρηται, ἀλλ' οἰ῀̣δεν, ὁ´̣τι διαπεσεῖται τοῦ ἀντικε̣ιμένου τὸ βούλευμα. κ̣αὶ πέτρα παλαιωθήσεται ἐκ τ̣οῦ τ̣όπου αὐτῆς. κἂν πέτρα οἴηται εἶναι ὁ ἀντικείμενος, ἀλλὰ "παλαιωθήσεται"-ἀντὶ τοῦ «ἕωλος ο᾿̣φθ̣η´̣σεται»-τῆς κατορθώσεως φ̣α̣ν̣είσης. πέτρα δὲ εἴρηται δ̣ιὰ τὸ φαντασίαν ἐξαποστ̣έλλ̣ειν ὡς ἀκαταμάχη̣τ̣ος καὶ διὰ τὸ σχηματίζεσθαι εἶναι Χριστὸς καὶ μιμητὴς τῆς ἀληθοῦς πέτρας, περὶ ἧς εἴρηται· "ἡ δὲ πέτρα ἦν ὁ Χριστός." τόπον δὲ ἐνταῦθα τὴν κατάστασιν καλεῖ, κ̣αθ̣' ἣν̣ ἑλεῖν βούλεται τὸν ἐνάρετον. ὅτι δὲ ὁ τόπος λέγεται καὶ ἀντὶ βαθμοῦ, εἴρηται ἐν ταῖς Πράξεσιν· "δέσποτα καρδιογνῶστα πάντων, ἀνάδειξον ἑ´̣να λαβεῖν τὸν τόπον τῆς διακονίας τ̣αύτης ἀφ' ἧς παρέβη Ἰούδας." ει᾿̣ δὲ καὶ μετὰ τὸ εἰπ̣εῖν ὅτι "ἐσ̣φ̣ράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ" καὶ ὡς περὶ ἁμαρτωλοῦ ἑαυτοῦ εἰρηκέναι τὰ προεκτεθέντα ἐπήγαγεν τὸ "πλὴν ὄρος πῖπτον πεσεῖται καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ 382 τόπου αὐτῆς" δηλῶν ὅτι «κἂν ὄρος διὰ ὑπερηφανίαν ἤγ̣ουν̣ διὰ σκληρότητα γένηται, ἔσται αὐτοῦ ἡ κατάγνωσις», συνεπίσκεψαι. λίθους ἐλέαναν ὕδατα καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χω´̣ματος τῆς γῆς· καὶ ὑπομονὴν̣ ἀνθρώπου ἀπώλεσας; βεβαιοῖ διὰ τούτων τὰ προειρημένα δεικνύς, ὅτι μετάνοια ἰσχύει. διὰ γὰρ τοῦ "λίθους ἐλέαναν ὕδατα" παρίστησιν, ὅτι ὁ μετανοίας ἀρχόμενος ἐπιμένων τούτῳ κατὰ τὸ ὕδωρ τὸ περιαιρου῀̣ν τοῦ λίθου τὰ περιττὰ τ̣ῆς ἁμαρτίας ἑαυτὸν ἀπαλλάττει ὡς μηκέτι ἔχειν τὴν ἀπ' αὐτῆς τραχύτητα καὶ καθάπερ ἐν ὑπτίω χωμάτων κειμένων τὸν κατακλυσμὸν τῆς ἁμαρτία̣ς ἐργάζεται. «εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, μὴ ἀπογίγνωσκε ὑπομονὴν ἀνθρώπου μηδὲ λέγε, ὅτι αὕτη ἀπόλλυται ὑὦσας αὐτὸν καὶ εἰς τέλος ᾤχ̣ε̣το. μετάγει τὸν λόγον ἐπὶ τὸν θ̣εόν̣. μετὰ γὰρ τὸ εἰπεῖν, ὅτι μετάν̣ο̣ι̣α δυνατὴ καὶ ὡς οὐ δεῖ ἀπογιγνώσκειν ὑπομονὴν ἀνθρώπου, ἐπάγει τὸ "ὦσας αὐτὸν̣ καὶ εἰς τέλος ὤιχετο" παιδευ´̣ω̣ν̣, ὅτι εἰ μὴ θεὸς σύνεργος ᾖ, μάτην 383 τὰ τῆς ὑπομονῆς. "ἐὰν γὰρ μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν." ὠθεῖ δὲ θεὸς οὐ το`̣ν ἀνάξιον, ἀλ̣λὰ τὸν ὑποκε̣ι´̣μ̣ενον τοιούτ̣ῳ τρόπῳ λέγων· "ἀποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομι´̣ας, οὐδέποτε ὑμᾶς ἔγνων." ἐπέστησας αὐτῷ τὸ πρόσωπον καὶ ἐξαπέστειλας. εἴρηται· "πρόσωπον κυρίου ἐπὶ ποιοῦντας κα̣κά·" καὶ πάλιν οἱ ἅγιοι εὐχόμενοί φασιν· "ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα·" καὶ ἐν ἄλλοις· "ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην." ἐπὰν οὖν διὰ πολλὴν μακροθυμίαν θεοῦ ἀναισθητῶν ὁ ἁμαρτάνων ἐμμένῃ τοῖς σφάλμασιν, μὴ οἰηθῇ εἶναι θεόν, ἀλλὰ δόξῃ λανθάνειν, καὶ λέγῃ· "σκότος καλύπτει με πάντοθεν καὶ οἱ τοῖχοι, τίς με ὁρᾷ;",