97
ὁ θεὸς λέγων· "θεὸς ἐγγίζων εἰμὶ καὶ οὐ θεὸς πόρρωθεν. μὴ κρυβήσεταί τις ἐν κρυφαίοι̣ς κἀγὼ οὐκ ὄψομαι αὐτόν; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος" ἐπιστήσας τὸ πρόσωπον αὐτοῦ τῷ ἁμαρτάνοντι ἐξαποστέλλει αὐτόν, ἀντὶ τοῦ «ἀλλότριον ἑαυτοῦ αὐτὸν ἀποδείκνυσιν», κατὰ τὸ "ἀπώ384 σεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν" καὶ το`̣ "ὡσεὶ τραυματίαι ἐρριμμένοι κ̣αθεύδοντες ἐν τάφῳ, ὧν ο̣ὐκ ἐμ̣ν̣ήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν". πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, ἐάν τε ὀλίγοι #6γένωνται, οὐκ ἐπίσταται. ἐπίστησον, μὴ τὸ ἀκατάλημπτον τῶν κριμάτων τοῦ θεοῦ ταῦτα δηλοῖ. ἀλλ' ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν. παρίστησιν, ὅτι τῆς ὀργῆς κατὰ τοῦ ἁμαρτάνοντος χωρούσης κατὰ τοὺς ἀπορρήτους λόγους τῆς προνοίας ἀλγεῖ μὲν ὁ περιπίπτων καὶ πενθεῖ, ἀγνοεῖ δὲ τοὺς λόγους τῆς παραδόσεως. ταῦτα δὲ παιδευτικὰ πρὸς τὸ μὴ λέγειν τοὺς φίλους ὡς εἰδότας, ὅτι δι' ἁμαρτίας πάσχει. ἀλγεῖ μὲν οὖν καὶ ὀλοφύρεται ὁ μὴ ὑπομένων, ὅτε ἀνίαις περιπίπτει, ὁ δὲ ἀνδρεῖος, κἂν ἐπαίσθηται τῶν ἀνιαρῶν, ἀλλὰ φέρει γενναίως πρὸς τὸν σκοπὸν ἀποβλέπων. ἀλγεῖ μὲν γὰρ μόνον ὁ πρὸς μηδὲν ἀφορῶν χρηστὸν ἢ ὠφέλιμον, ἐὰν θλίβηται. ὁ δὲ ἐνάρετος ὡς στεφανίτης ἀθλητὴς οὐ385 δὲν ἡγεῖται τὰ ἐπίπονα διὰ τὴν τοῦ στεφάνου προσδοκίαν. ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον ὁ σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος; καὶ οὗτος τῆς αὐτῆς ὑπάρχων διαλήμψεως καὶ οἰόμενος, ὅτι δι' ἁμαρτίας πάσχει, ἄρχεται τῶν λόγων φάσκων, ὅτι σοφοῦ ἐστιν μετὰ συνέσεως ἀποκρίνεσθαι, αἰνιττόμενος, ὅτι ὁ Ἰὼβ οὐ μετὰ συνέσεως ἀποκρίνεται. φορτικὸς οὖν καὶ οὗτος πλήττων τὸν ἅγιον ἐπὶ ἀσυνεσίᾳ. καὶ ἐνέπλησεν πόνον γαστρὸς ἐλέγχων ῥήμασιν, οἷς οὐ δεῖ, καὶ ἐν λόγοις, οἷς οὐδὲν ὄφελος. ὡς εἴρηται, πληκτικῶς ἄρχεται· φησὶν γάρ, ὅτι τῶν μὲν σοφῶν ἐστιν συνετῶς ἀποκρίνεσθαι, "ἐνέπλησεν δὲ πόνον γαστρὸς ἐλέγχων ῥήμασιν, οἷς οὐ δεῖ," ἀντὶ τοῦ «ἐκ τῶν πόνων, ὧν ἐν καρδίᾳ ἔσχεν καὶ κατασχεῖν οὐ δεδύνηται, προφέρει ῥή ματα, ἃ μὴ δεῖ, καὶ τοὺς λόγους, οἷς μηδὲν ὄφελος,» διαχλευάζων αὐτοῦ τοὺς λόγους ὡς ἀνηνύτους καὶ μάτην ἐκπεμφθέντας. οὐ καὶ σὺ ἀπεποιήσω φόβον; βεβαιοῦται τὰ προειρημένα· ἐλέγχει γὰρ αὐτὸν δῆθεν ὡς μὴ ἐσχηκότα φόβον, δῆλον δὲ ὅτι τὸν θεοῦ, ὑποβάλλων πάλιν 386 καὶ οὗτος, ὅτι διὰ τὸ μὴ ἐσχηκέναι φόβον, ἀλλ' ἐν ἁμαρτίαις γεγενῆσθαι ταῦτα πέπονθεν, καὶ ὅτι μὴ φόβον ἔχοντος τὸ τοιούτοις χρῆσθαι λόγοις. θρασεῖς γ̣α`̣ρ αὐτοὺς ἐνόμιζον ἀγνοοῦντες αὐτοῦ τὴν ἀρετὴν οἰόμενοι, ὅτι ἀποποιησάμενος τὸν φόβον ταῦτα λέγει. συνετέλεσας δὲ ῥήματα τοιαῦτα ἔναντι κυρίου; ἴσως διὰ τὸ εὐπαρησίαστον αὐτοῦ τῶν λόγων, οὓς προέφερεν ἀπὸ καθαροῦ τοῦ συνειδότος, ταῦτα λέγει, ἅπερ οὗτος νομίζει ὡς βλάσφημα, ψευδῆ ἀρχὴν ὑποτιθέμενος τὴν ὅτι δι' ἁμαρτίας πάσχει. ἔνοχος εἶ ῥήμασιν στόματός σου. θρασέως αὐτῷ διαλέγεται ὡς πρὸς μὴ δίκαιον προφέρων τοὺς λόγους. οἴεται δὲ καὶ ἐκ τῶν αὐτοῦ λόγων ἐλέγχειν αὐτὸν φάσκων ὅτι «ἐκ τῶν σεαυτοῦ ἐλεγχθήσει λόγων». οὐδὲ διέκρινας ῥήματα δυναστῶν. συνεπίσκεψαι, μήποτε δυνάστας λέγει τοὺς ὑπερέχοντας συνέσει ἤτοι κατὰ τὸν αὐτοῦ καιρὸν ἢ κατὰ τὸν πρὸ αὐτοῦ, καθὰ λέγεται ἐν τοῖς ἔνπροσθεν· "ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων," ἵν' ᾖ ὃ λέγει τοιοῦτον· «οὐ διέ 387 κρινας τὰ τῶν σοφῶν ῥήματα ὥστε δι' αὐτῶν ῥυθμίσαι σου τὰ ῥήματα καὶ ὅλον τὸν βίον.» πολλάκις γὰρ εἴρηται, ὅτι ὡς ἐξ ἁμαρτιῶν πάσχοντι ἐπιτιμῶσιν. ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ χείλη σου καταμαρτυρήσαισάν σου. ἀπὸ θρασύτητος καὶ ταῦτα προφέρονται· οὐ γὰρ εἶχεν αὐτὸν οὕτως ἐλέγξαι. πρὸς γὰρ τὴν ἐξ ἀρχῆς διάλημψιν καὶ ταῦτα προφέρεται. τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης, ἢ πρὸ θινῶν ἐπάγης; παριστᾶν αὐτῷ βούλονται ὅτι «οὐ διαφέρεις τῶν ἄλλων ἀνθρώπων