1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

98

οὐδ' ἔξω τῆς φύσεως αὐτῶν ὑπάρχεις ὥστε πλέον τι τῶν ἄλλων κατειληφέναι», ἵν' ἑαυτοὺς ὡς ἐφικνουμένους τῆς ἀκριβείας παραστήσωσιν, δι' ἣν ἀλγεῖ αἰτίαν. τούτῳ δὲ προσχρήσονται οἱ συσπειρομένην εἰσάγοντες τὴν ψυχήν, ὧν εἰσιν Ἱερακαῗται καὶ Στρατιῶται καὶ ὅμοιοι, λέγοντες ὅτι «εἰ μὴ πρὸ τῶν θινῶν»-ἀντὶ τοῦ «πρὸ τῆς γῆς»· ἀπὸ μέρους γὰρ τὸ ὅλον ὠνόμασεν-, «ἐπάγη μετὰ τὰς θῖνας», ἐξ οὗ συνάγειν οἰήσονται τὴν ψυχὴν συνσπείρεσθαι τῷ σώματι, ἑτέρου τούτους ἀνατρέποντος ἐκ τοῦ νοεῖν τὴν πῆξιν συστροφὴν εἶναι ὑγροῦ, ὅπερ οὐχ 388 ἁρμόζει ψυχῇ, ἀλλὰ σώματι. ἢ σύνταγμα κυρίου ἀκήκοας, εἰς δὲ σὲ ἀφίκετο σοφία; προβαλλόμενος τὸ τῶν κριμάτων ἀνεξεραύνητον ἐκ τούτου οἴεται αὐτὸν περιτρέπειν εἰς τὸ μὴ οἴεσθαι, ὅτι δι' ἕτερον ἢ δι' ἁμαρτίας πάσχει, τούτῳ αὐτὸς ἐνεχόμενος. οὐδὲ γὰρ αὐτὸς συνταγὴν κυρίου ἦν ἀκηκοὼς ἢ ἀφικομένην εἶχεν πρὸς αὐτὸν τὴν σοφίαν, ἵνα διάλημψιν ἔχῃ περὶ τοῦ ἁγίου ὡς δι' ἁμαρτίας πάσχοντος. τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν, ἢ τί συνίεις σύ, ὃ οὐχὶ καὶ ἡμεῖς; κοινοποιεῖ αὐτὸν τοῖς πᾶσιν ἀνθρώποις εἰκότως ἅτε ἀγνοῶν αὐτοῦ τὸ μέγεθος τῆς ἀρετῆς, ἐκ τούτου, ὡς προείρηται, ἀνατρέπων δῆθεν τὸ οἴεσθαι ἑαυτὸν δίκαιον· ὅπερ ἔδει καὶ αὐτὸν ἀγνοοῦντα μὴ προκαταλαμβάνειν τὸ κρίμα καὶ πεπεῖσθαι, ὅτι ὡς ἁμαρτὼν ἀνιᾶται. καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός #6σου ἡμέραις. «εἰ καὶ πρεσβύτης,» φησίν, «ὑπάρχεις καὶ παλαιὸς ἐν ἡμῖν προγενέστερος τυγχάνων ὡς καὶ τοῦ πατρός σου βαρύτερος»-ἀντὶ τοῦ «γηραλεώτερος»-»γεγονέναι, οὐ πλε̣ι῀̣όν̣ τι ἡμῶν ἐπίστασαι.» καὶ ταῦτα 389 δὲ ἀπὸ αὐθεντίας ἀλαζονικῆς λε´̣γ̣ει. ἔχομεν τὸ «βαρὺς» ἀντὶ τοῦ «γέρων» κείμενον ἐν ταῖς Βασιλικαῖς Ἱστορίαις· καὶ γὰρ περὶ τοῦ Ἠλὶ πεσόντος δεῖξαι θέλων ὁ λόγος, ὅτι γέρων ἦν, λέγει· "καὶ ὁ ἄνθρωπος βαρύς." δηλοῖ δὲ καὶ τὸ τίμιον καὶ πλῆθος, ὡς ἐὰν λέγῃ· "ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε," ἀντὶ τοῦ «ἐν τιμίῳ καὶ πολλῷ». ὀλίγα ὧν ἡμάρτηκας μεμα#6στίγωσαι. τοῦτο λέγει ὅτι «ἥμαρτες καὶ διὰ τοῦτο μάστιγας ὑπομένεις. ἐπειδὴ δὲ τοῦτο ὑφιστάμενος προσάπτεις ἀδικίαν τῷ θεῷ, βαρύτερον γέγονέ σοι τὸ ἁμάρτημα.» καὶ ταῦτα δὲ λέγει οὐ συνετῶς· οὐ γὰρ ᾔδει τὸ κατ' αὐτόν, ὥστε ψευδῶς ἔλεγεν. καὶ ποικίλον δέ ἐστιν τὸ ψεύδεσθαι. ἔστιν γὰρ ψεύσασθαι μὴ ψευδόμενον· πολλάκις γὰρ διακείμεθα περί τινος ὡς οὕτως ἔχοντος καὶ λέγομεν αὐτὸ διάθεσιν ἔχοντες ὡς περὶ ἀληθοῦς, καὶ τὸ μὲν ἀπαγγελλόμενον τῇ ἑαυτοῦ φύσει ψεῦδός ἐστιν, οὐκ ἀπὸ ψευδομένου δὲ λεγόμενον. ἔστιν δὲ καὶ μηδ' ὅλως τι ἐπιστάμενον προφέρειν λόγον ψευδῆ 390 ἐξ ἀλαζονείας, ὅπερ τούτῳ συμβέβηκεν. εἰσὶν δὲ καὶ ἄλλως ψευδόμενοι, ὡς ἐπιστήσας γνώσει. μεγάλως ὑπερβαλλόντως λελάληκας. τί ἐτόλμησεν ἡ καρδία σου ἢ τί ὑπήνεγκαν οἱ ὀφθαλμοί σου; καὶ ταῦτα διακείμενοι περὶ αὐτοῦ ὡς ἁμαρτόντος ἀκούοντές τε καὶ τῶν ἐκ παρρησίας λόγων αὐτοῦ προήνεγκαν. ἐπεὶ γὰρ ἐκ καθαρότητος προέφερεν λόγους ὁ μακάριος, τόλμαν ἡγοῦντο τοῦτο καὶ ὑπερβολὴν ἀλαζονείας ματαίως καὶ ἀνοήτως. ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου, ἐξήγαγες δὲ ἐκ στόμα#6τος ῥήματα τοιαῦτα. θυμὸν ἡγοῦντο τὴν ἐκ καθαρότητος ὑπερβαλλούσης παρρησίαν, ὅπερ αὐτοῖς συνέβαινεν ἐκ τῆς σαθρᾶς αὐτῶν ἀρχῆς ἧς αὐτοὶ ἑαυτοῖς ὑπέθεντο βλασφημίαν ἡγούμενοι τὴν εὔλογον καὶ ὡς προαποδέδοται τῶν λόγων αὐτοῦ ἐλευθερίαν. τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; ἴδιον τῶν μὴ ἐχόντων ἀρετὴν τὸ δυσχερῆ λογίζεσθαι τὴν ταύτης ἀνάλημψιν καὶ δια391 κεῖσθαι ὡς μηδενὸς αὐτὴν ἔχοντος, καθάπερ καὶ ὁ προκείμενος λέγει σφαλλόμενος διὰ τὴν τοῦ σώματος ὡς εἰκὸς ἀσθένειαν. εἰ δὲ κατὰ τὴν ψυχὴν καὶ κατὰ τ̣ὴν διάνοιαν ἦν σκοπήσας, ἐθεώρει τῆς φύσεως τοῦ ἀνθρώπου τὸ μέγεθος, ὅπερ εἰδὼς ὁ ὑμνῳδὸς ἀμφότερα διδάσκει λέγων· "τί ἐστιν ἄνθρωπος, ὅτι λογίζῃ αὐτόν; ἄνθρωπος ματαιότητι ὡμοιώθη," ὅπερ πρὸς