1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

99

τὴν ἀσθένειαν τοῦ σώματος εἴρηκεν ὡς πρὸς τὰ θεῖα συνκρίνων. παιδεύων δὲ τὸ μέγεθος λέγει πάλιν· "ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν." καὶ πάλιν ἕτερον λόγιον "μέγα ἄνθρωπος" φησὶν "καὶ τίμιον ἀνὴρ ἐλεήμων", ὅπερ οὐ κατὰ τὸ γεννᾶσθαι ἔχει, ἀλλὰ κατὰ τὸ οὐσίαν εἶναι ἐν τῷ συνθέτῳ δικαιοσύνης δεκτικήν. εἰ κατὰ ἁγίων οὐ πιστεύει. ὅμοιον τούτῳ η τὸ "εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν". ἁγίους οὖν ἐνταῦθα τοὺς ἀγγέλους λέγει παριστῶν ὅτι «εἰ καὶ ἄγγελοι τρεπτοί εἰσιν, πῶς οἷόν τε ἄνθρωπον εἶναι ἄμεμπτον.» σημειωτέον, ὅτι τὸ πιστεύειν πολλάκις τὸ βέβαιον δηλοῖ, καθὸ εἴ 392 ρηται· "πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ." καὶ ἑρμηνεύει τὸ πιστὸν αὐτῶν λέγων· "ἐστερεωμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." καὶ πάλιν· "πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος." καὶ ἔτι· "ὁ θεὸς πιστὸς καὶ οὐκ ἔστιν ἀδικία." οὐδὲ γὰρ ὁ θεὸς ἐκ τοῦ μετέχειν πίστεως πιστός, ἀλλ' ἐκ τοῦ βεβαιότητα ἔχειν. οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ. ὡς οὐδὲ τὰ ἄστρα συνκρίσει θεοῦ φωτὸς ὄντος καὶ σκοτίαν οὐκ ἔχοντος οὐδεμίαν καὶ αὐτὸς ὁ οὐρανὸς οὐ καθαρός ἐστιν, οὐ καθάπαξ, ἀλλ' ἐπίπροσθεν θεοῦ. δυνατὸν δὲ οὐρανὸν ἐνταῦθα λέγειν αὐτοὺς τούτους τοὺς "ἀπολιπόντας τὸ οὐράνιον οἴκημα", οὓς εἶπεν "παῖδας αὐτοῦ, καθ' ὧν οὐ πιστεύει". λέγει γοῦν ἐν τῷ Ἠσαίᾳ αὐτὸς ὁ θεὸς ἀπὸ ἰδίου προσώπου· "ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ." ἡ μάχαιρα δὲ κόλασιν σημαίνει, καθὸ εἴρηται· "ἡ μάχαιρά μου φάγεται αἷμα τραυματιῶν καὶ μεθύσω τὰ βέλη μου ἀφ' αἵματος." ἐν τοῖς οὖν παραβεβηκόσιν ἀγγέλοις φησὶν μεθύσκεσθαι τὴν μάχαιραν οὐρανοῖς καλουμένοις τὴν κόλασιν ἐπιφέρων. οὗτος οὖν ὁ οὐρανὸς οὐ καθαρὸς ἐναντίον αὐτοῦ. ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρ393 τος ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. κἄν τις οὐρανὸς τυγχάνων ἐκ παραβάσεως γήϊνος γένηται, ὁμοιοῦται ἀνδρὶ οὐκέτι ἄγγελος εἶναι ἀξιούμενος διὰ τὸ ποτὸν ἡγεῖσθαι τὴν ἀδικίαν· ἀμέτρως γὰρ ἐμφορεῖται τὴν ἀδικίαν ὁ ἄδικος. δεικτικὸν δὲ τοῦτο μὴ κατὰ φύ σιν εἶναι τὸ κακόν· ἐπεισόδιον γάρ ἐστιν τὸ κακόν. φησὶν γοῦν, ὅτι ὁ οὐρανὸς οὐ καθαρὸς ὡς πρὸς τὸν θεόν. εἰ δὲ τοῦτο, ὁ ἄνθρωπος ἐν πίνουσιν ἀδικίαν ταχθείη. ἀδικίαν ἐνταῦθα λέγει τὴν γενικὴν κακίαν· ἔστιν γὰρ καὶ ἰδικὴ ἀδικία ἡ περὶ τὰ συναλλάγματα, ὥσπερ δικαιοσύνη ἡ ἰδικὴ καὶ ἡ πᾶσα ἀρετὴ πολλάκις καλεῖται. ἀναγγέλλω δέ σοι, σὺ δὲ ἄκουέ μου. δοκεῖ πως ἀλαζονικῶς ταῦτα τῷ Ἰὼβ λέγειν ἢ τάχα οὐ προθέσει ἀλαζονικῇ, ἀλλὰ τῷ νομίζειν αὐτὸν ἐν ἁμαρτίᾳ εἶναι καὶ διὰ τοῦτο δεῖσθαι τῆς πρὸς αὐτοῦ παραινέσεως. ἃ δὴ ἑώρακα ἀναγγέλλω σοι, ἃ σοφοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρες αὐτῶν. ὡς ἐνδόξων δῆθεν προσώπων χρῆσθαι βούλεται τῷ λόγῳ, ἵν' ἐκ τούτων πειστικῶς δοκοίη λέγειν. φησὶν γάρ· «ἃ σοφοὶ ἐροῦσιν, οἳ παρὰ πατέρων ἀκηκόασιν οὐ κρυψάντων ἀπ' αὐτῶν 394 τὴν διδασκαλι´̣αν.» δηλοῖ δὲ δια`̣ τούτων ὡς εὐδιαθέτως ει᾿̣ς τὸν Ἰὼβ αὐτὸν κινου´̣μενον. ὅμοιον τούτῳ τὸ "ἐπερώτ̣ησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων." αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. ἔοικεν οὗτος, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν θείαν, ἀλλὰ τῷ θαυμάζειν τοὺς συνέσει ὑπερβάλλοντας, ὅμοιον λέγειν τῷ ῥητῷ τῷ φάσκοντι· "τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός." κἂν γὰρ πολυκτήμων ὑπάρχῃ ὁ ἄπιστος, οὐ δεσπότης αὐτῶν, ἀλλὰ δοῦλός ἐστιν. τῷ γὰρ μαμωνᾷ δουλεύει. ὁ δὲ δίκαιος ἀδούλωτον ἔχει τὸ φρονεῖν. διὸ "οὐδὲ ἐπέρχεται ἀλλογενὴς ἐπ' αὐτούς", ἀντὶ τοῦ «οὐκ αἰχμαλωτεύονται οὔτε ἀπὸ ἀοράτου δυνάμεως οὔτε ἀπὸ ἀνθρώπου». "ἡ ἀγάπη γὰρ οὐδέποτε πίπτει", ἀντὶ τοῦ «ὁ ἀγαπῶν». κἂν γάρ ποτε ἐν αἰχμαλωσίᾳ κρατηθῇ ὁ δίκαιος, ἀλλ' ὡς προείρηται ἀδούλωτός ἐστιν τὸν λογισμόν. οἰκ̣εῖον δὲ τῶν ἀλλογενῶν καὶ ἀοράτων καὶ ὁρατῶν τὸ ἐπέρχεσθαι. πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι. θέλει λέγειν, ὅτι ὁ δίκαιος ἐν πάσῃ