1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

101

τούτους φαύλους. οὐ πάντ̣ως δὲ ποιεῖ αὐτὸν ὕβρεως ἄξιον· οὔτε γὰρ ἔπαινος ἀγαθὸν ποιεῖ οὔτε ψόγος κακόν. ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ. ὅτι θρασύτης ἐν τῷ κακῷ ἐστιν, δηλοῖ ἐν τούτῳ· ὡς γὰρ ἀκατα̣μάχητος χρῆται τῇ ····· ἀσπίδι χρησάμενος τῇ ταύτης παχύτητι καὶ τοῖς σαρκικοῖς ἐπιτηδεύμασιν. οὕτω καὶ οἱ ψευδοπροφῆται δορὰν προβάτου περιβεβλημένοι "ἔσωθεν" ἦσαν "λύκοι ἅρπαγες". περὶ τοῦ διαβόλου λέγεται ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ· "τίς ἀποκαλύψει ἔνδυμα προσώπου αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;" σπάνιος γὰρ ὁ ἀποκαλύπτων αὐτοῦ τὴν κακίαν. καὶ ὥσπερ ὁ ὑποκρινόμενος ἐν σκηνῇ ἄλλο ἔχων πρόσωπον ἄλλοις ἑαυτὸν ἐμφανίζει, οὕτω καὶ ὁ διάβολος "μετασχηματι̣ζόμενος εἰς ἄγγελον φωτὸς" ἀπατᾷ καὶ συναρπάζει, και οὐχ ὡς διάβολος· εἰ γὰρ αν προφανῶς, ἔφευγον ἂν αὐτόν. οὕτω καὶ ἡ ἐν Πα402 ροιμίαις προσωποποιουμένη πόρνη χρηστοῖς λόγοις τὸν ἰὸν ὑποβάλλει. εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους. ἔοικεν ταῦτα περὶ διαβόλου λέγεσθαι ἢ περὶ πάσης πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως καὶ ψυχῆς μετεχούσης τῆς αὐτῆς κακίας· τὰ γὰρ τῶν αὐτῶν δεκτικὰ ὁμοούσιά ἐστιν. καὶ ἐάν τι περὶ διαβόλου λέγηται ὡς πονηροῦ, ὡς κακούργου, δυνατὸν ταύτην τὴν κακίαν καὶ περὶ ἄλλην δύναμιν πονηρὰν λεχθῆναι. καθόλου οὖν περὶ παντὸς κακοῦ φαμεν, ὅτι εἰσέρχεται εἰς οἴκους ἀοικήτους· ἔνθα γὰρ οἴκησίς ἐστιν σπουδαία, οὐκ ἔχει χώραν ὁ κακός. καὶ ἔχομεν ἐξ εὐαγγελικοῦ παραστῆσαι τοῦτο· "ὅταν τὸ ἀκάθαρτον," φησίν, "πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει." ἄνυδροι δὲ τόποι ἐν τούτοις αἱ ψυχαί εἰσιν αἱ ἐστερημέναι κακίας. πολλαχοῦ γὰρ ἡ ὑγρότης τῆς κακίας ὕδωρ λέγεται· "ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον." καὶ "βασιλεύς" ἐστιν ὁ διάβολος "πάντων τῶν ἐν τοῖς ὕδασιν," οὐ τῶν αἰσθη τῶν-ταῦτα γὰρ τοῦ θεοῦ εἰσι δημι403 ουργήματα-, ἀλλὰ τῶν κακῶν καὶ ἁμαρτωλῶν τῶν ἐνεχομένων τῷ ὕδατι ἐκείνῳ, περὶ οὗ εἴρηται· "ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην," ἀντὶ τοῦ «κακία ἀγάπην οὐκ ἐμποδίζει». ὅταν οὖν τὸ ἀκάθαρτον πνεῦμα ἐκβληθὲν ἀπὸ τοῦ ἀνθρώπου ζητῇ ἄλλον οἶκον̣ ζητῇ ποῦ φωλεύει, διέρχεται δι' ἀνύδρων, ἀντ̣ὶ τοῦ «οὐ κάθηται ἐν ψυχῇ»-εὑρίσκει γὰρ αὐτὴν ἐστερημένην τῶν φαύλων ὑγρῶν ὥστε παρρησιάζεσθαί τινα ἐν τούτῳ καὶ λέγειν· "ἡ ψυχή μου ὡς γῆ ἄνυδρος" «καὶ οὐχ εὑρίσκει ἐκεῖ ἀνάπαυσιν». ἀνάλογ̣όν τι ὁ ὑμνῳδός που λέγει· "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον." "οἶκοι" οὖν "ἀοίκητοί" εἰσιν αἱ ἐκεῖναι αἱ ψυχαί, ὧν κεχώρισται πᾶσα ἀρετή, ἧς ἀπούσης ὁ θεὸς ἄπεστιν καὶ ὁ τούτου λόγος καὶ τὸ ἅγιον πνεῦμα· εἰς οὓς ὁ διάβολος, ἡ ἀντικειμένη δύναμις, εἴσεισιν. ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται. εἰπὼν περὶ ἀντικειμένων δυνάμεων ἑνικῶς διὰ τοῦ "εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους" ἐπάγει πληθυντικῶς· "ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται." ὅσα γὰρ παρασκευάζουσιν οἱ φαῦλοι εἰς κακίαν, ἄλλοι αὐτῶν ὄντες οἱ ἅγιοι λαμβάνουσιν ἀποσπῶντες αὐτοὺς ἀπὸ τῶν κατεχόντων διὰ τοῦ θείου κηρύγματος, ὅπερ οἱ μακάριοι ἀπόστολοι 404 πεποιήκασι ἀποσταλέντες "μαθητεῦσαι πάντα τὰ ἔθνη". καὶ πρόσσχες, ὅτι οὐκ εἶπεν «ἃ ἐκεῖνοι ἔκ τισανʹ, ἀλλ' "ἃ ἐκεῖνοι ἡτοίμασαν", ἡτοίμασαν δὲ διὰ κακίας, δι' ἡδονῶν, διὰ τῶν ἄλλων κ̣ακῶν. οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐ#6τοῦ τὰ ὑπάρχοντα. τ̣ῶν σπο̣υ̣δ̣ῇ ἑτοιμασθέντων ε᾿̣ξαιτουμένων πῶς ἂν ἔτι π̣λουτοίη̣; πένης γὰρ καὶ ϊροσγ̣····· ····ν̣ ἡτοιμασμένων ······ ···· α τῆς αὐτοῦ ἀπάτης ····· ·· ἀγαθοὺς διδασκαλ····· ···· νων. τούτῳ ὅμοιον τὸ "ἐφώνησεν πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ἐπ' ἐσχάτου αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, ἐπ' ἐσχάτου αὐτοῦ ἔσται ἄφρων." οὐ μὴ βάλῃ ἐπὶ γῆς̣ σκιάν. τὰ σώματα ποιητικὰ τῶν σκιῶν ει᾿̣σιν καὶ ἀδύνατον σώματος μὴ ὄντος σκιὰν εἶναι. καὶ οὗτος οὖν ἐπεὶ τρόπον τινὰ ὑφεστηκὼς οὐ μένει- οὐ λέγω, ὅτι ἡ οὐσία αὐτοῦ οὐ μένει, ἀλλ' οὕτως ὡς ἠθέλησεν εἶναι οὐ μένει-, διὸ οὐ