103
μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ζητοῦσιν ζωὴν αἰώνιον" δίδωσιν θεός, "τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσιν τῇ ἀληθείᾳ ὀργὴ καὶ θυμὸς" ἕπεται. ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον. πᾶσα 408 γὰρ αὐτοῦ πρᾶξις, ὡς προείρηται, ματαιότητος πεπλήρωται ἐν γαστρὶ λαμβάνοντος ὀδύνας. "συνέλαβεν γὰρ πόνον καὶ ἔτεκεν ἀδικίαν", δηλονότι τῆς κοιλίας αὐτοῦ δόλον φερούσης. δόλον δὲ ἐνταῦθα τὴν πᾶ σαν κακίαν φησίν. ἔσ̣τ̣ι̣ν̣ μ̣ὲν οὖν καὶ εἶδος κακίας ὁ δόλος, οὐδὲν δ' ἧττον καὶ πᾶσα κακία̣ καλεῖται τῷ ὀνόματι κ̣ατὰ τὸ ει᾿̣ρημένον· "ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥαδιουργίας" καὶ "διὸ ἀποθέμενοι πάντα δόλον καὶ ὑπόκρισιν". κοιλίαν δὲ δε̣ι῀̣ νοεῖν τὴν τὸ δ····· ··ς ψ····κα·· συνκατατ̣ι´̣θ̣ε̣τ̣αι τοῖς κακοῖς ἢ τοῖς ἀγαθοῖς. ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἀκήκοα τοιαῦτα πολλά· παρακλήτορες κακῶν πάντες. δείκνυσιν διὰ τούτων, ὡς συνὼν ἀνθρώποις οἶδεν πολλὰ ἀκούσας. καὶ ἐπεὶ ἀδιαφόρως τοῖς ἐν π̣ερισ̣τ̣άσεσιν οὖσιν προσάγουσιν τὰς παρακλήσεις μετὰ τοῦ διακεῖσθαι περὶ αὐτῶν ὡς φαύλων, εἰκότως, καθὰ καὶ οἱ τρεῖς πεποιήκασιν φίλοι, ἐπήγαγεν τὸ "παρακλήτορες κακῶν πάντες" σημαίνων ἤτοι ὅτι πάντες ἀγνοίᾳ τῶν συμβαινόντων ἑτέρως ἢ ὡς δεῖ φθέγγονται ἐγείροντες μᾶλλον ἢ συστέλλοντες τὰ ἀνιαρά, ἢ τοὺς τρεῖς "πάντας" εἶπεν· καὶ γὰρ ἀπὸ τούτου τοῦ ἀριθμοῦ τὸ πλῆθος. τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύ409 ματος; - - - ξατ 13 ιοβ 16,6α ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα. θέλει τὴν διάθεσιν αὐτοῦ τὴν γνησίαν ἐπιδείξασθαι ὅτι «ἐμοὶ μέλει τῆς ὑμετέρας σωτηρίας, ὥστε εἰ καὶ ἀλγῶ, χρῶμαι τῇ παραινέσει». εἰ γὰρ καὶ ἄλλοι ἀλγοῦντες καὶ ἀνιώμενοι ἀρκοῦνται ταῖς καθ' ἑαυτοὺς ἀνίαις, ἀλλὰ τούτῳ ἡ σωτηρία τῶν φίλων προκριτέα. ιοβ 16,6β ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; «εἰ δὲ καὶ σιωπῇ», φησίν, «ἐνέγκαι τὰ ὀνείδη βουληθείην, οὐ μόνον φιλοσοφίας δόξαν οὐκ ἀποίσομαι, ἀλλὰ τοὐναντίον μειζόνως ὡς παράνομος κριθήσομαι τῆς σιωπῆς ἀπὸ τοῦ περὶ τὰ λεγόμενα συνειδότος γίνεσθαι νομιζομένης.» ιοβ 16,7 νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα κατ' αὐτοὺς καὶ τοῦτο λέγει φάσκων ἐκ θεοῦ τοῦτο αὐτῷ συμβεβηκέναι· οὐχ οὕτως δὲ εἶχε τὸ πρᾶγμα. εἰ γὰρ καὶ ὁ θεὸς συνεχώρησεν, ἀλλά γε οὐ προηγουμένως τοῦτο πεποίηκεν, ἀλλ' ἐξαιτησαμένου τοῦ ἀντικειμένου. "μωρὸν" δὲ ἐνταῦθα τὸ ἀναίσθητον· συνῆψε γὰρ τούτῳ τὸ "σεσηπότα". ιοβ 16,8α καὶ ἐλάβετό μου, εἰς μαρτύριον ἐγενήθη τὸ "ἐπελάβετό μου" ἀντὶ τοῦ «καθήψατο». τοῦτο δὲ εἰς μαρτύριόν μοι ἐγενήθη. καὶ γὰρ τῷ ὄντι ἡ ἀνδρεία τοῦ μακαρίου Ἰὼβ πᾶσιν ἐξάκουστος ἐξετέθη.