1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

24

τῶν ἀκουόντων ἕνεκα, ἵνα πρῶτον μὲν μὴ δυσαρεστῶνται τοῖς συμβαίνουσιν, ἔπειτα καὶ γιγνώσκοντες ὅτι παρὰ θεοῦ γίνεται, μήτε ταὐτόματον μήτε εἱμαρμένην αἰτίαν τῶν γιγνομένων λογίζωνται. ποικίλων γὰρ ὄντων τῶν ἀκολουθούντων ἀνθρώποις συμπτωμάτων ὡς τὸν μὲν πένεσθαι, τὸν δ' ἐκ πλούτου εἰς πενίαν μεθίστασθαι καὶ ταῦτα διαφόρως, τὸν δὲ ἐν περιστάσεσι διαφόροις καὶ ἄλλον ἐν κε κακώσει, καὶ οὐ πάντως φαύλων τοιούτων πεῖραν δεχομένων, ἀλλὰ καὶ σπουδαίων, ἐξ̣ετάζων τὸ κρίμα ἐρωτᾷ λέγων· "ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς;" εἰ γὰρ καὶ οἶδεν, ἀλλὰ γοῦν ὑπομενητικοὺς καὶ ἡμᾶς εἶναι βουλόμενος παιδεύει, ὡς παρὰ θεοῦ τὴν τούτων ἀπεκδέχεσθαι διδασκαλίαν προσήκει. εἴη δὲ καὶ περὶ τῶν πικραινομένων 82 διὰ τὰς τῶν ἀνθρώπων ἀδικίας λέγων· "ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς;" τοιοῦτόν τι καὶ ὁ Ἰερεμίας αἰνιττόμενος ἔφη· "κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην." πικρίας δὲ ἐνεπίπλατο διὰ τὸ θεωρεῖν τὰς περὶ τοὺς ἀνθρώπους ἀνωμαλίας καὶ ἀδικίας. οἱ δ' αὐτοὶ οὗτοι καὶ ὀδυνῶνται. ἢ οὐκ ὀδύνην εἶχεν ὁ μακάριος Παῦλος λέγων· "λύπη μ̣οί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. εὐχόμην γὰρ ἐγὼ ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα", οἵτινες διὰ τὸ "ἀποστρέφεσθαι τὴν ἀλήθειαν" ἐκτὸς αὐτῆς ἐτύγχανον; προσέτι δὲ καὶ τοῦ θανάτου ὁμείρονται λέγοντες· "κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι", καθάπερ "θησαυρὸν ἀνορύσσοντες" τὸν εἰς τοῦτο πόθον, ὡς λέγειν ἕνα τῶν ἁγίων· "οἴμμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη", καὶ Παῦλον περὶ τῶν ὁμοίων γράφειν̣· "οὐ γὰρ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦσιν." διὸ οὐδὲ φιλόζωοι ὄντες ἕτοιμοι πρὸς τὸ ἀποθανεῖν εἰσιν, ὡς 83 λέγειν Παῦλον τὸν μακάριον· "καθ' ἡμέραν ἀποθνῄσκω." διὰ γὰρ τὴν ἑτοιμότητα τοῦτο οὕτως ἔγραφεν. φιλόζωος δ' οὐκ ἂν εἴποι τοῦτο. ἐπίστανται γὰρ οἱ ἅγιοι, ὅτι ἂν ἐξέλθωσιν ἐκ τούτου τοῦ βίου, τὰς θείας ἀμοιβὰς ἀπολήμψονται. "ὥσπερ" οὖν "θησαυρὸν ἀνορύττοντες" οὕτως εἰσίν, εἰ γὰρ καὶ τὸ ἀνορύττειν μετὰ καμάτου γίνεται. ὥσπερ οὖν καὶ αὐτοὶ οἱ ἅγιοι διὰ πολλῶν πόνων εἰς τὴν βασιλείαν προσδοκῶσιν εἰσέρχεσθαι-ἀλλ' ἡ ἐλπὶς κουφίζει τὸν πόνον-, οὕτω καὶ οἱ ἐν ἀγῶνι ἀθλοῦντες πολλὰ κάμνουσι πρὸς τὸν στέφανον ἀποβλέποντες. τοῖς αὐτοῖς ἁγίοις ἁρμόζει καὶ τὸ ἑξῆς ἡμιστίχιον, εἰ γάρ φησιν· "περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν." οὐδεὶς τῶν φαύλων, εἰ καὶ ἐν περιστάσει ἐστὶν καὶ διὰ ταύτην ἐπιθυμεῖ τοῦ βίου ἐξελθεῖν, περιχαρὴς ἀπελθὼν γίγνεται. εἰ γὰρ και`̣ τῶν ἐνταῦθα θλιβηρῶν ἀπέστη, ἀλλά γε διαδέχονται αἱ διὰ τὰ βεβιωμένα κολάσεις. ἔτι δὲ καὶ ἀναχωροῦντες συναπερχομένας ἔχουσιν καὶ τὰς τῆς ψυ 84 χῆς ὁρμὰς ἢ θυμοὺς ἢ ἀγριότητας ἢ ἕτερα πάθη, ἅπερ παραπεπήγασιν αὐτῇ ἐνταῦθα κρατυνθέντα. διὰ ἑπομένων κολάσεων οὔκ εἰσι περιχαρεῖς. ἀκόλουθον οὖν καὶ τοῦτο περὶ τῶν ἁγίων νοῆσαι· ἢ οὐ περιχαρεῖς εἰσιν ὑπ' ἀγγέλων παραπεμπόμενοι καὶ εἰς κόλπους Ἀβραὰμ καὶ ἐν βασιλείᾳ καταντῶντες ἀντικαταλαττόμενοι ταύτην τῶν περιστάσεων ὧν ἔξωθεν πεπόνθασιν καὶ ὧν ὑπὲρ ἀρετῆς † εἰσήνενκαν πόνων; καὶ α ∆αυὶδ ὁ μακάριος εἰς ἐκεῖνα βλέπων καίτοι βασιλεὺς ὢν τὸ ζῆν καθάπερ δεσμωτήριον εἶναι λογιζόμενος ἔψαλλεν πρὸς θεόν· "ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου." οὐδὲ γὰρ αἰσθητῇ φυλακῇ ἐφυλάττετο. ἔστιν καὶ η ἀπὸ τοῦ ἐπιφερομένου λογίσασθαι, ὡς τὴν ἐντεῦθεν ἀπαλλαγὴν ἐπόθει· λέγει γάρ· "ἐμὲ ὑπομενοῦσιν δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι." καὶ γὰρ ἰσοδυναμεῖ τῷ· "ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν." ὧν ἀληθιναὶ αἱ ἀνδραγα θίαι, καὶ τὰ τῶν ἐπαγγελιῶν. εἰ δὲ τοῦτο, πῶς οὐ περιχαρεῖς οἱ ἅγιοι κατατυχόντες τοῦ τέλους 85 τοῦ ζῆν τούτου, μεθ' ὃ ἡ τῶν οὐρανῶν βασιλεία διαδέξεται; "θάνατος ἀνδρὶ ἀνάπαυσις· συνέκλεισεν γὰρ ὁ θεὸς κατ' αὐτοῦ." εἰ κατὰ τὸ πρόχειρόν τις ἐκλαβεῖν ἐθέλοι τοῦτο, εἴη ἂν λέγων, ὅτι τοῖς ἐν περιστάσει καὶ πόνοις ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἐπεὶ