1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

79

"ἐγὼ ὠργίσθην αὐτοῖς ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." οὐ γὰρ ἵνα ἀνηλεῶς χρήσωνται παραδίδωσιν θεός· αὐτοὶ δὲ σὺν πολλῇ προθυμίᾳ τοῦτο ποιοῦντες ἀνηλεῶς ποιοῦσιν· καὶ Φαραὼ δὲ πρὸς τοὺς υἱοὺς Ἰσδραὴλ τοιοῦτος. τοιοῦτον τὸ "γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες." χαίρουσιν γὰρ τοιούτοις οἷς ὑπηρετοῦσιν. 315 ἀλλὰ ἐρώτησον τετράποδα, ἐάν σοι εἴπωσιν, πετεινὰ δὲ οὐρανοῦ, ἐάν σοι ἀπαγγείλωσιν· ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ, καὶ ἐκδιηγή#6σονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. τὴν τῶν κριμάτων βαθύτητα καὶ τὴν ἀξίαν τοῦ ἀνθρώπου ἐνταῦθα δηλῶσαι βούλεται λέγων, ὅτι ἀκατάλημπτά εἰσ̣ι̣ τὰ κρίματα ὧν "ἐκ μέρους" ἄνθρωπος ἐπιστήμην δέχεται. οὐ πάντως δὲ οὕτως ἐκλαβεῖν προσήκει, ὅτι ἐρωτῆσαι δεῖ τὰ τετράποδα ὡς παρ' αὐτῶν ἐκδέχεσθαι ἀπόκρισιν, ἀλλὰ «τὴν ἐν τοῖς τετραπόδοις ἐραύνησον καὶ ἐν πετεινοῖς καὶ τῇ γῇ δημιουργίαν καὶ κρίματα καὶ σκόπησον, εἰ δυνήσει καταλαβεῖν τοὺς βαθυτάτους ἐν αὐτοῖς λόγους.» ταῦτα δέ φ̣ησ̣ιν ἐπιστῆσαι αὐτοῖς βουλόμενος, ὅτι ἡ τοῦ θεοῦ διοίκησις ἐναποκρύπτεται καὶ οὐ πρέπει αὐτοὺς ἐπιτρέχειν αὐτῇ ἀγνοοῦντας, καθ̣ὰ κατέτρεχον αὐτοῦ ὡς δι' ἁμαρτίας πάσχοντος οὐκ εἰδότες τὸ κρίμα. καὶ γὰρ τῷ ὄντι ἐκ προχείρου ἡ τῶν ζῴων ὕπαρξις οὐ παραστήσει τὸ εὔλογον· τὰ γοῦν ἰοβόλα τοῖς πολλοῖς δοκεῖ οὐκ ἔχειν τῆς παραγωγῆς τὸ εὔλογον. ἀλλ' ὁ ἅγιός φησιν· "πάντα εἰς χρείαν αὐτῶν ἔκτισται." 316 καὶ τὸ κεκρυμμένον δὲ αὐτῶν παρίστησιν· "α···τ̣· τῶν ἔργων αὐτοῦ ἐστιν ἐν ἀποκρύφοις." καὶ γὰρ ἐπὶ ἰατρικῆς ἐστι τοῦτο θεωρῆσαι τοῦ μὲν ἰατροῦ τέχ̣ν̣ῃ καὶ ἐπιστήμῃ προσάγοντος τὰ ἰατικά, τοῦ δὲ ἀνιάτρου δυσαρεστουμένου πολλάκις τοῖς παρὰ τοῦ ἰατροῦ ἐπιβαλ#6λομένοις φαρμάκοις. τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι #6χεὶρ κυρίου ἐποίησεν ταῦτα; τὸν καθ' ἕκαστον λόγον τῶν γεγενημένων ἀποκεκρυμμένον εἰπών, δι' οὗ ἐδίδαξεν τοὺς φίλους ἐπιστῆσαι καὶ τῷ καθ' αὑτὸν ὡς κεκρυμμένῳ καὶ μὴ προχείρως φάσκειν ἁμαρτίας χάριν τοῦτο γεγονέναι, ἕτερόν τι παιδεύει παριστῶν, ὅτι ὁ καθόλου λόγος φανερός ἐστιν, κἂν̣ ὁ ἕτερος κεκρυμμένος τυγχάνῃ, λέγω δή, ὅτι "χεὶρ κυρίου ταῦτα πεποίηκεν," ἵνα ἔμφασιν παραστήσῃ τῆς ἑτέρας αἰτίας, ὅτι εἰ καὶ οὐ διὰ ἁμαρτίας, ἀλλ' ὑπὸ χειρὸς κυρίου ταῦτα γίνεται συνχωροῦντος. καὶ γὰρ εἰ μὴ ἦν ὁ ἐξα̣ι̣τησάμενος λαβὼν τὴν ἐπιτροπὴν πρὸς τοῦ θεοῦ, οὐδὲν ἠδύνατο. ἐλεγκτέον ἐκ τούτων τοὺς τὸ αὐτόματον εἰσάγοντας, ὅτι τάξει καὶ προνοίᾳ τὰ πάντα διοικεῖται. ἡ γὰρ σύνπνοια τοῦ παντὸς ἱκανὴ διδασκαλία τοῦ ἐφεστάναι 317 #6τοῖς ὅλοις τὴν πρόνοιαν τοῦ θεου῀̣. εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων καὶ πνεῦμα #6παντὸς ἀνθρώπου; βεβαιοῖ τὰ τῆς παιδεύσεως διδάσκων αὐτούς, ὅτι ὑπὸ τὴν χεῖρα τοῦ θεοῦ πάντα ἐστιν καὶ ἡ ζωὴ τῶν ἀνθρώπων καὶ ὁ θάνατος -τούτῳ ὅμοιον τὸ ἐν τῷ εὐαγγελίω· "οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ οὐχ ἓν αὐτῶν ἐμπεσεῖται εἰς παγίδα ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς"-οὐδὲν ἕτερον διὰ τούτου κατασκευάζων ἢ τὸ ε᾿̣πιστῆσα̣ι τὴν ἑαυτῶν διάνοιαν ἐπὶ τὰ τοῦ θεοῦ κρίματα καὶ ·ι μὴ εἰκ̣αίως λέγειν δι' ἁμαρτίας αὐτὸν #6πεπονθέναι. νοῦς μὲν γὰρ ῥήματα διακρί#6νει, λάρυξ δὲ σῖτα γεύεται. ἐπίστησον, εἰ ταῦτα ἀποδίδοται πρὸς ἐκεῖνα· "ἀλλὰ ἐρώτησον τετράποδα, ἐάν σοι εἴπωσιν." δῆλον ἐκ τῆς ἀκολουθίας, ὅτι οὐκ ἀλόγων ἢ ἀψύχων ἐστὶν εἰδέναι τὰ τῆς προνοίας κρίματα, ἀλλὰ τοῦ νοῦ. καὶ παράδειγμα λαμβάνει, ὅτι καθάπερ ὁ λάρυγξ κριτικός ἐστι τῶν σιτίων, οὕτως ὁ νοῦς τῶν τε λεγομένων καὶ τῶν ἐγκειμένων ἐν τῇ φύσει τοῦ παντός. «διακρίνετε τοίνυν 318 καὶ ὑμεῖς», λέγοι ἂν πρὸς τοὺς φίλους, «ταῦτα καὶ εὑρήσετε τὸν τρόπον τῶν ἐμοὶ συμ#6βεβηκότων.» ἐν πολλῷ χρόνῳ σοφία, ἐν #6δὲ πολλῷ βίῳ ἐπιστήμη. παιδευτικώτατα καὶ ταῦτά φησιν· ἵνα γὰρ μὴ πρόχει ρον καὶ εὐχερῆ τὴν τῶν ὄντων γνῶσιν οἰηθῶσιν διὰ τὸ εἰρῆσθαι "νοῦς μὲν γὰρ ῥήματα διακρίνει" καὶ λογίσωνται,