1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

2

1 Πατρὶς μὲν ουν τοῦ δηλωθέντος Λέοντος ̓Αρμενία, γένος δὲ τὸ μὲν ἐξ

̓Ασσυρίων τὸ δὲ καὶ αὐτῶν ̓Αρμενίων, οι καὶ τοὺς ἰδίους ἐξ ἀνοσίου γνώμης σφαγῇ μιαιφόνῳ παραδόντες γεννήτορας ὑπερ- ορίας κατεδικάσθησαν, κἀκεῖσε δὴ τὸν πένητα βίον, ατε δὴ καὶ φυγάδες, διαθλοῦντες τὸν εἰρημένον θῆρα ἀπέτεκον. αρτι γοῦν εἰς ἐφήβους ὁ Λέων ἐτάττετο, καὶ κώμην Πίδραν κατονομαζομένην, ὑπὸ τὸ θέμα τελοῦσαν τῶν ̓Ανατολικῶν, τῆς πατρίδος ἀλλάσσεται· ενθα δὴ καὶ ἀνδρὸς ἡλικίαν δεξάμενος, τοῖς μαχιμωτάτοις καὶ φονικωτάτοις καταριθμούμενος δόξης εὐμοίρησεν ἐπὶ γενναιότητι. Νικηφόρος τότε τὰς τῆς βασιλείας ιθυνεν ἡνίας, ὁ τρόπαιον ἐν Βουλγαρίᾳ γενόμενος, καὶ μονοστράτηγον τὸν Βαρδάνιον, ῳ Τοῦρκος ἐπίκλην, τῶν πέντε θεμάτων τῶν κατὰ τὴν ̓Ανατολὴν τὴν ἐφορείαν καὶ πρόνοιαν διοικούμενον διά τε τὴν ἐν πολέμοις τόλμαν καὶ τὰς αλλας ἐπανθούσας αὐτῷ ἀρετὰς ἐξαπέ- σταλκεν· ος ατε δὴ τῶν ἐχθρῶν ἀγαπῶν κυριεύειν καὶ τὴν βασι- λείαν ἑκάστοτε ὀνειροπολῶν, τοῦτόν τε, περὶ ου ὁ λόγος, τὸν Λέοντα καταπληκτικὸν βλέποντα καὶ γενναῖον ἀνάστημα εχοντα 7 καὶ αλλως ἀστεῖον ἐν ταῖς ὁμιλίαις δοκοῦντα τοῖς ἑαυτοῦ δορυφόροις ἐγκαταλέγει καὶ διακόνοις, καὶ πρό γε τούτου η μετὰ τοῦτο μικρὸν Μιχαήλ τε τὸν Τραυλὸν καὶ Θωμᾶν τὸν ἀπὸ λίμνης Γα- ζουροῦ, ταπεινοὺς πάντας καὶ ἀζήλους οντας καὶ ἀρτίως εἰς γνῶ- σιν ἀγομένους τοῖς τὰς πολεμικὰς ἐγκεχειρισμένοις ἀρχάς. (2) ἐκρέ- μαντο ουν ουτοι τοῦ Βαρδανίου, καὶ ἐν αὐτῷ τὰς κοσμικὰς ἐλπί- δας ἐσάλευον· καὶ ουτος τῆς βασιλείας ων ἐραστὴς ἀνδρί τινι μο- νάζοντι κατὰ τὸν τοῦ Φιλομηλίου χῶρον καὶ ἐνδιαιτωμένῳ τὴν ταύτης ἀνακοινοῦται γνώμην αὐτῷ καὶ ἐπιθυμίαν, καὶ πρὸς θεὸν εὐχὰς ἱκετηρίους παρεκάλει τοῦτον ἀναπέμπειν, τὰ αὐτοῦ διαβή- ματα κατευθυνούσας καὶ τὴν βασιλείαν ἐπιβραβευούσας αὐτῷ. ἀλλ' ηκουσεν αὐθωρὸν ὡς οὐ δέοι τοιούτων κατατολμᾶν πραγμά- των, Βαρδάνιε, δι' ων ἀπώλειά τε περιουσίας καὶ ὀμμάτων περι- κοπὴ καὶ δυστυχία αλλως οὐ καλῶς σοι γενήσεται· ἀλλ' ει τι εχεις πεισθῆναί σοι συμβουλεύοντι, ἀποπήδησον τούτων διὰ βρα- χέων, ἀρχήν τινα μηδ' ολως τῶν τοιούτων σου πραγμάτων βάλ- λων εἰς νοῦν. ἐπληρώθη κατηφείας καὶ ἀχλύος ὁ ανθρωπος τού- των τῶν λόγων ἀκηκοώς. καὶ τέλος ἐξῄει τοῖ δωματίου πλήρης ἀθυμίας καὶ θλίψεως. ὡς δὲ τοὺς εἰρημένους ανδρας, Λέοντά τε καὶ Μιχαὴλ καὶ Θωμᾶν, τὸν ιππον αγοντας ἀναβῆναι τούτῳ ὁ μοναχὸς ἐθεάσατο, τὸν στρατηγὸν ὑποστρέφειν παρεκελεύετο· καὶ ὡς καινῶν τινῶν καὶ ξένων ἀκούσεσθαι προσδοκῶν, θᾶττον η 8 λόγος ὑπέστρεφεν. ἀλλ' ἐκεῖνον μὲν αυθις ἐξελιπάρει μὴ πρὸς τὰ ἐλπιζόμενα αὐτομολῆσαι δεινὰ καὶ τὴν ἀποῦσαν κακοπραγίαν τῆς παρούσης εὐδαιμονίας ἀλλάξασθαι· αὐτοὺς δὲ τούτους προφήτιδι γλώττῃ διεμαρτύρετο, βεβαιῶν ὡς ὁ πρῶτος τούτων καὶ δεύτερος τῆς σοι πεποθημένης βασιλείας γενήσονται ἐγκρατεῖς, ἀλλ' οὐ σύ, ὁ τρίτος δὲ εὐφημίας μόνης καὶ ἀναρρήσεως μετασχὼν οὐδ' ολως εὐοδωθήσεται, ἀλλὰ καὶ κακῶς τὴν ψυχὴν ἀπορρήξει τὴν ἑαυτοῦ. τούτοις βαλλόμενος τὴν ψυχὴν ποικίλως ἠφίει κατὰ πρόσωπον τὰς χροιὰς καὶ αυθις ἀπῄει τὴν οικαδε, ὁμοῦ μὲν βλάσφημά τινα κατὰ τοῦ ἀνδρὸς καὶ υβρεις ἀπορρίπτων, ὁμοῦ δὲ τούτοις τὰς ἐκείνου δι' αὐτοὺς ἐξαγγέλλων προρρήσεις, καὶ γέλωτα πολὺν καταχέων τῶν εἰρημένων. (3) χαίρειν ουν εἰπὼν τοῖς ἐκείνου λόγοις, τῇ ἐννεακαιδεκάτῃ τοῦ ̓Ιουλίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος κατὰ τοῦ βασιλεύοντος Νικηφόρου χεῖρα συναθροίσας πολλήν, καὶ τὰ ὑφ' ἑαυτὸν τέσσαρα θέματα τοῖς ἑαυτοῦ λόγοις ὑπαγαγών, τῶν ̓Αρμε- νιακῶν χωρὶς (οὐδὲ γὰρ ὑπεῖξαν αὐτῷ), τῆς ἐπαναστάσεως αρχε- ται. ἐμίσει μὲν ουν τότε τὸν Νικηφόρον τὸ ὑπήκοον τῷ βάρει πιεζόμενον τῶν δημοσίων τελῶν, ο γέγονέ πως καὶ ἀφορμὴ καὶ σύνδρομον ἐκείνῳ τῆς ἐπαναστάσεως· γέγονε δέ τι καὶ ετερον αι-