1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

100

παραγεγονώς, καὶ ὑπὸ τοῦ τότε πατριαρχοῦντος τῷ τῆς νίκης στεφάνῳ ταινιωθείς, ἀπεκατέστη εἰς τὰ βασίλεια. 41 Καὶ πάλιν αὐτὸν φροντίδες πολιτικαὶ διεδέχοντο, καὶ ταῖς ἀπὸ διαφόρων ἐθνῶν πρεσβείαις τὰ πρόσφορα ἐχρημάτιζε· καὶ πρὸς ὀλίγον τοῖς τέκνοις συνευφρανθεὶς καὶ τῇ γυναικί, καὶ τοὺς κατὰ τὸ αστυ περιελθὼν ἱεροὺς καὶ θείους ναοὺς καὶ τὰς εὐχὰς ἀποδούς, συνήθως ην αυθις ἐπὶ τῶν πολιτικῶν διοικήσεων καὶ τῶν κρίσεων, τὴν περὶ τὸ ὑπήκοον κηδεμονίαν καὶ αγρυπνον πρόνοιαν ἐνδεικνύμενος. οὐ διελίμπανε δὲ ομως καθ' ἑκάστην εἰς τὸν ἱερὸν καὶ θεῖον ναὸν εἰσιὼν καὶ ἱκετεύων τὸν κύριον, καὶ μεσίτας πρὸς τοῦτο τόν τε ἀρχιστράτηγον Μιχαὴλ καὶ ̓Ηλιοὺ τὸν προφήτην πρὸς θεὸν προβαλλόμενος, τοῦ μὴ πρότερον τοῦ βίου ὑπεξελθεῖν πρὶν η τὸν τοῦ Χρυσόχειρος ολεθρον ἐπιδεῖν καὶ τρία βέλη τῇ αὐτοῦ καταπῆξαι μιαρᾷ κεφαλῇ. ο καὶ γέγονεν υστερον. 272 τῷ γὰρ ἐπιόντι χρόνῳ εἰς τὰς τῶν ̔Ρωμαίων ἐμβαλόντος χώρας τοῦ προμνημονευθέντος Χρυσόχειρος καὶ ταύτας ληϊζομένου, ἀπο- στέλλει κατ' αὐτοῦ συνήθως ὁ βασιλεὺς τὸν τῶν σχολῶν ἐξηγού- μενον. ος ἐξελθὼν καὶ πάντα τὸν ̔Ρωμαϊκὸν στρατὸν συμπαρα- λαβών, ἐπεὶ κατὰ πρόσωπον ἐμφανῶς ἀντιστῆναι πρὸς αὐτὸν ἀπε- δειλία, τὰ τῶν ̔Ρωμαίων στρατεύματα συμπαρείπετο τέως αὐτῷ ἀπό τινος διαστήματος, καὶ τὰς μερικὰς ἀνεῖργε καταδρομάς, καὶ οὐ συνεχώρει κατὰ τῆς χώρας ἀδεῶς διασκίδνασθαι. ὡς ουν τὰ μὲν δρῶν τὰ δὲ ἀπρακτῶν ὁ βάρβαρος, ηδη καὶ τοῦ καιροῦ κα- λοῦντος αὐτόν, τῆς πρὸς τὰ οἰκεῖα ἐπανόδου ἐμνήσθη καὶ μετὰ λείας συχνῆς πρὸς τὴν ἰδίαν χώραν ὑπέστρεφεν, ἀφώρισε δύο τῶν στρατηγῶν ὁ τῶν σχολῶν ἐξηγούμενος, τόν τε τοῦ Χαρσιανοῦ καὶ τῶν ̓Αρμενίων, μετὰ τῆς περὶ αὐτοὺς δυνάμεως εκαστον, ωστε συμπαρομαρτεῖν καὶ ἐφέπεσθαι τῷ Χρυσόχειρι αχρι τοῦ Βαθυρ- ρύακος, κἀκεῖθεν εἰ μὲν ἐπαφήσει κατὰ τῶν ̔Ρωμαϊκῶν ὁρίων στρατόν, δῆλον τοῦτο τῷ δομεστίκῳ ποιήσασθαι, εἰ δὲ πρὸς τὸν οἰκεῖον φωλεὸν ἀμεταστρεπτὶ βαδίζων εἰσδύνειεν, ἐάσαντας τοῦτον αυθις ἐπανελθεῖν πρὸς αὐτόν. (42) ηδη ουν τοῦ βαρβαρικοῦ στρατεύματος γεγονότος ἐν ἑσπέρας καιρῷ κατὰ τὸν καλούμενον Βαθυρρύακα καὶ αὐλισμένου κάτω πρὸς τὴν τοῦ ορους ὑπώρειαν, τῶν δὲ ̔Ρωμαϊκῶν στρατηγῶν καταλαβόντων τὰ τούτου μετεωρό- τερα καὶ τὸ μέλλον ἀποσκοπούντων, ἐμπίπτει τις ερις περὶ τῶν πρωτείων καὶ αμιλλα τοῖς τῶν δύο θεμάτων στρατιώταις καὶ 273 ταξιάρχαις καὶ λοχαγωγοῖς, τῶν μὲν τοῦ Χαρσιανοῦ ἑαυτοῖς ἐπι- γραφόντων τὸ πρεσβεῖον τῆς κατ' ἀλκὴν ἀρετῆς, εμπαλιν δὲ τῶν ̓Αρμενιακῶν μὴ μεθιεμένων τῆς ἐν τοῖς πολέμοις ἀνδρίας τὸ πρω- τεῖον ἐκείνους λαβεῖν. ὡς ουν ἐπὶ πλέον τὰ τῆς φιλονεικίας αὐτοῖς ἐχώρει καὶ τὰ φρονήματα διηρέθιστο, λεχθῆναί φασι παρὰ τῶν πρωτευόντων τοῦ τῶν ̓Αρμενιακῶν συστήματος ὡς ινα τί μάτην ἐν λόγοις εκαστοι θρασυνόμεθα καὶ αὐχοῦμεν διακενῆς, ἐξὸν τοῖς εργοις τὴν ἀμφισβήτητον ἀρετὴν ἐπιδείξασθαι; τῶν γὰρ πολεμίων οὐ μακρὰν ἀπεχόντων, εξεστιν ἐπὶ τῶν εργων φανῆναι τοὺς ἀρι- στεῖς καὶ ἐκ τῆς κατὰ χεῖρα γενναιότητος κριθῆναι τοὺς ὑπερέχον- τας. τοὺς τοιούτους τοίνυν λόγους διακηκοότες οἱ στρατηγοί, καὶ τὴν πρὸς ἀνδρίαν ὁρμὴν καὶ προθυμίαν κατανοήσαντες τοῦ λαοῦ, συννοήσαντες δὲ καὶ τὴν ἀπὸ τοῦ τόπου βοήθειαν, οτι ἐξ ὑπερδε- ξίων τοῖς ἐν ἐπιπέδῳ κατηυλισμένοις μέλλουσιν ἐπιτίθεσθαι, διχῇ διαιροῦσι τὴν δύναμιν· καὶ τὸ μὲν εκκριτον αὐτῆς αχρις εκτης ἑκατοντάδος μετὰ τῶν γε τῶν στρατηγῶν προσβαλεῖν ἐκρίθη τῷ τῶν βαρβάρων στρατῷ, τὸ δὲ λοιπὸν τῆς εὐαριθμήτου ̔Ρωμαϊκῆς στρατιᾶς ἐς δόκησιν πλήθους αὐτοῦ που πρὸς τὰ μετέωρα συσκευ- άσαντες, καὶ σύνθημα δόντες καιροῦ, ιν' οταν ουτοι προσβά- λωσι τοῖς ἐχθροῖς, κἀκεῖνοι σὺν ἀλαλαγμῷ μεγίστῳ καὶ σάλπιγξι, συνεπηχούντων καὶ τῶν ὀρέων αὐτῶν, ἐκπληκτικὴν βοὴν ἀναρρή- ξωσιν, αὐτοὶ τὰς πανοπλίας ἐνδύονται, καὶ ἀφανῶς διὰ νυκτὸς τῇ 274 στρατοπεδείᾳ τῶν δυσμενῶν