1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

173

ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ ἐννάτῳ, καταλείψας αὐ- τοκράτορα τὸν ̔Ρωμανὸν καὶ ̔Ελένην Αὐγούσταν τὴν μητέρα ̔Ρωμανοῦ.

{1ΒΑΣΙΛΕΙΑ ΡΩΜΑΝΟΥ ΥΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΥ.}

1 ̔Ρωμανὸς ὁ βασιλεὺς κατελείφθη αὐτοκράτωρ παρὰ τοῦ πατρὸς αὐτοῦ τοῦ πορφυρογεννήτου Κωνσταντίνου ἐτῶν ὡς εικοσι καὶ ἑνός, τοῦ πορφυρογεννήτου Βασιλείου ἐνιαυσιαίου οντος, αμα καὶ τῇ μητρὶ αὐτοῦ ̔Ελένῃ καὶ Θεοφανῷ τῇ συνεύνῳ αὐτοῦ, μηνὶ Νοεμβρίῳ εκτῃ ἰνδικτιῶνος εκτης, ετους ἀπὸ κτίσεως κόσμου ἑξα- κισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ ἐννάτῳ· καὶ παρευθὺς τοὺς κοιτωνίτας καὶ ἀνθρώπους τοῦ πατρὸς αὐτοῦ πατρικάτα καὶ πρω- τοσπαθαράτα τιμήσας καὶ ἐν ἑτέροις ἀξιώμασιν ὑπερβιβάσας καὶ δώροις καταπλουτίσας τῶν βασιλικῶν δόμων τοῦ παλατίου κατή- γαγεν. ἐξελέξατο δὲ καὶ προέκρινεν παραδυναστεύοντας καὶ πρώ- τους τοὺς τῆς συγκλήτου ̓Ιωσὴφ πατρίκιον πραιπόσιτον καὶ δρουγ- γάριον τῶν πλωΐμων, οντινα καὶ μετὰ βραχὺ παρακοιμώμενον προανεβίβασεν, καὶ πᾶσαν ἐξουσίαν καὶ φροντίδα τοῦ ὑπηκόου 470 ἀνατέθεικεν. τὸν δὲ πρωτοσπαθάριον ̓Ιωάννην λεγόμενον τὼ Χοιρινᾶν πατρίκιον καὶ μέγαν ἑταιρειάρχην προεβάλετο τοῦ φυ- λάττειν τὸν ανακτα ἀπὸ τῶν ὑποπτευομένων προσώπων. καὶ τὸν πρωτοσπαθάριον Σισίνιον τὸν ἀπὸ σακελλίου επαρχον πόλεως ἐχει- ροτόνησεν, ανδρα λόγιον καὶ πρὸς τὸ κοινὸν ἐπιτήδειον, οντινα καὶ μετὰ βραχὺ πατρίκιον καὶ γενικὸν λογοθέτην προεβάλετο, καὶ ἀντ' αὐτοῦ επαρχον πόλεως τὸν πατρίκιον Θεόδωρον τὸν ἀπὸ στρατιωτικῶν τὸν λεγόμενον ∆αφνοπάτην ἐποίησεν· οστις Σισί- νιος τῇ ἐπαρχίᾳ διέπρεψεν εὐνομίᾳ καὶ δικαιοσύνῃ καὶ τὸ ἱερὸν πραιτώριον κατηγλάϊσεν. καὶ ην ἰδεῖν παρισταμένων τῷ ἐκείνοι βήματι, καὶ ἀποκρούων καὶ ἀπορραπίζων τὰς παλινδικίας καὶ παλιμβολίας τῶν δικαζομένων· καὶ δικαστὴς δι' ἑαυτοῦ εκαστος τῆς δίκης τῷ ἠδικηκότι ἐγίνετο. ἀλλὰ καὶ συμπόνους τῷ ἐπάρχῳ ὁ αὐτοκράτωρ δέδωκε, τῇ ἐκλογῇ καὶ μαρτυρίᾳ ̓Ιωσὴφ πατρικίου καὶ παρακοιμωμένου καὶ τοῦ ἐπάρχου Σισινίου, Θεοφύλακτον ἀση- κρῆτιν τὸν λεγόμενον Ματζίτζικον καὶ ̓Ιωσὴφ σπαθαροκανδιδάτον καὶ κριτήν, οντινα λογοθέτην τοῦ πραιτωρίου ἐποίησεν· οιτινες τῇ εὐβουλίᾳ τοῦ ἐπάρχου καλῶς τῇ πολιτείᾳ ἐνήργουν. 2 Χρὴ ουν καὶ περὶ τῶν κοινῶν φροντίδων τοῦ ανακτος ἐξειπεῖν. εὐθὺς πρὸς πάντα ἀρχηγὸν ̔Ρωμαίων καὶ βασιλικὸν στρατηγὸν καὶ τῆς Βουλγαρίας καὶ τῆς δύσεως καὶ ἑῴας ἐθνῶν ἀποστελλομένων φιλικῶν γραμμάτων αὐτοῦ, πάντες τῇ τύχῃ καὶ 471 φιλίᾳ αὐτοῦ τοῦ αὐτοκράτορος κράτιστον ἀνύμνουν καὶ φιλικὰς σπονδὰς ὡμολόγουν. δεῖ ουν καὶ περὶ τῶν πολιτῶν ἐξειπεῖν. ὁ βασιλεὺς ̔Ρωμανὸς ουτως ἐφίλησε τὴν ἐνεγκαμένην ὡς τὴν γεννη- σαμένην, καὶ ἐν αὐτῇ γένη περὶ πολλοῦ ἐποιήσατο. διά τοι τοῦτο καὶ τὰ εὐγενῆ καὶ καθαρὰ τῶν γενῶν ποιεῖται δι' ἐκλογῆς, καὶ ους μὲν ἀξιωμάτων καταλαμπρύνει τιμαῖς, ους δὲ μεγαλοπρεπέσι φιλοτιμεῖται δωρεαῖς. εσθ' οτε καὶ συνεστίους ποιούμενος, ἀργύ- ρια παρέχων, τὸ φίλτρον μᾶλλον ἐνηύξει καὶ ὑπανέφλεγεν, καὶ τὴν ἐκείνων ευνοιαν ἀντὶ πολλῶν φρουρῶν καὶ φυλάκων προέ- κρινεν. 3 Τὰς δὲ ἀδελφὰς αὐτοῦ Ζωὴν καὶ Θεοδώραν καὶ ̓Αγά- θην καὶ Θεοφανὼ καὶ Ανναν ἐκ τῶν βασιλικῶν δόμων εἰς τὰ Κα- νικλείου, ἐν οις Σοφία ἡ Αὐγοῦστα ἡ τοῦ Χριστοφόρου καὶ τοῦ βασιλέως ην ἀποκεκαρμένη μοναχή, κατήγαγεν καὶ μοναχὰς ἀπέ- κειρεν, πολλὰ καὶ τῆς ̔Ελένης τῆς μητρὸς Ῥωμανοῦ καὶ αὐτῶν ἀπολοφυρομένων καὶ ἀποκλαιουσῶν, καὶ τῇ χειρὶ παρ' ἀλλήλων