1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

174

σφιγγουσῶν καὶ τῷ τραχήλῳ ἐπικειμένων, πλέον οὐδὲν ὠφέλησαν ἡ κωφοῖς καὶ κενοῖς δάκρυσι. πάλιν δὲ αὐτὰς μετὰ διίππευσιν ἡμερῶν ἀπ' ἐκεῖσε ὁ αὐτοκράτωρ μετέθηκεν, καὶ τὴν μὲν Ζωὴν καὶ Θεοδώραν καὶ Θεοφανὼ εἰς τὰ ̓Αντιόχου ἐκλήρωσεν, τὴν ̓Αγάθην εἰς τὸ ἱδρυνθὲν καὶ κατασκηνωθὲν φροντιστήριον παρὰ ̔Ρωμανοῦ τοῦ τηνικαῦτα βασιλεύσαντος καὶ πάππου τοῦ αὐτοκρά472 τορος ἀπέστειλεν· καὶ διωρίσατο χορηγεῖσθαι αὐτὰς α καὶ ἐν τῷ παλατίῳ ἐδίδοντο. 4 Τὸν δὲ Νικηφόρον καὶ δομέστικον τῶν σχολῶν τὸν τοῦ Φωκᾶ μάγιστρον ἐτίμησεν καὶ κατὰ τῶν ἀρνητῶν τοῦ Χριστοῦ ἐν τῇ ἑῴᾳ ἐξέπεμψεν· καὶ τὸν ἀδελφὸν αὐτοῦ πατρίκιον τὸν Λέοντα στρατηγὸν προεβάλετο, οντινα καὶ μετ' οὐ πολὺ μάγιστρον καὶ δομέστικον τῆς δύσεως ἐποίησεν. καὶ ην ἰδεῖν τὸν ανακτα εὐ- φραινόμενον, καὶ ἐν κυνηγίοις καὶ θήραις δι' ολου ἀγροδιαιτοῦντα, ὡς τὸν βασιλικὸν δόμον πάντη ἀποστρεφόμενον καὶ τὴν φροντίδα τοῦ στρατοῦ τοῖς αὐταδέλφοις καταπιστεύσαντα, αὐτὸς εχαιρεν καὶ ἠγαλλιᾶτο τοῖς κυνηγίοις εξω τοῦ Βυζαντίου, μετὰ τῶν ὁμη- λίκων καὶ κολάκων καὶ κακοσυμβούλων μαστρωπῶν συναναστρε- φόμενος. 5 Τί δὲ αν ειπῃ τις περὶ τῆς ἀοκνίας καὶ εὐθύτητος καὶ ἀνδραγαθίας ἀνδρίας τε καὶ ἀγαθότητος τοῦ ανακτος; ἐν μιᾷ ἡμέρᾳ καὶ ἐν τῷ ἱππικῷ καθεσθεὶς καὶ τῇ συγκλήτῳ συνεστιαθεὶς καὶ τὴν δόσιν τῶν ἀργυρίων παρασχών, καὶ τῇ δείλῃ ἐν τζυκανι- στηρίῳ σφαιρίσας μετὰ τῶν δοκίμων καὶ ἐμπείρων καὶ πολλάκις τούτους νικήσας, εἰς μεταστάσιμον εἰς ̓Ανωράτας μετέβη, κἀκεῖσε θηρεύσας παμμεγέθεις χοίρους τέσσαρας καὶ κυνηγήσας πρὸς τὰ βασίλεια τῇ ἑσπέρᾳ ἀντεπέρασεν. ην γὰρ τῇ ἡλικίᾳ νέος, σφρι- γῶν τῷ σώματι, σιτόχροος, εὐόφθαλμος, ἐπίριν, ῥοδινοπρόσω- 473 πος, χαροποιὸς καὶ γλυκὺς τοῖς ῥήμασιν, ορθιος τῇ ἡλικίᾳ ὡσεὶ κυπάρισσος, εὐρὺς τοῖς ωμοις, ησυχος καὶ προσηνής, ὡς πάντας θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι τὸν ανδρα. συνέχαιρεν δι' αὐτὸν ἡ πολιτεία ὡς εὐτυχοῦντα καὶ τῶν ἐθνῶν κρατοῦντα. καὶ τῷ Βυζαντίῳ πλούσιαι αἱ σιτήσεις καὶ αἱ τροφαὶ χορηγούμεναι. 6 ̔Ο δὲ βασιλεὺς ̔Ρωμανὸς καὶ ετερον υἱὸν μετὰ θάνα-τον τοῦ πατρὸς αὐτοῦ ἀπεγέννησεν, Κωνσταντῖνον τοῦτον ὀνομά- σας. καὶ [οὐ] μετ' οὐ πολὺ στέφεται παρὰ Πολυεύκτου πατριάρ- χου ἐν τῷ αμβωνι τῆς ἁγίας Σοφίας. ἡ δὲ Αὐγοῦστα ̔Ελένη ἐν τῷ παλατίῳ ουσα κλινήρης καὶ συναγαλλομένη τῷ ανακτι, καὶ ἐπὶ ἱκανοὺς χρόνους ἀρρωστοῦσα, εὐσεβῶς τέθνηκεν κατὰ τὴν ἐννεα- καιδεκάτην τοῦ Σεπτεμβρίου μηνός· καὶ ταύτην βασιλικῶς τιμή- σας, καὶ ἐν τῇ χρυσοκολλήτῳ καὶ διὰ μαργαριτῶν καὶ λίθων κλί- νῃ τεθεῖσα, τῆς συγκλήτου προπεμπούσης, ἐν τῷ μοναστηρίῳ τῷ παρὰ τοῦ πατρὸς αὐτῆς ̔Ρωμανοῦ βασιλέως συσταθέντι, τῷ οντι εἰς τὸ Μυρέλαιον, θάπτεται ἐν λάρνακι πλησίον καὶ σύνεγγυς τοῦ πατρὸς αὐτοῦ. 7 Τὸν δὲ μάγιστρον καὶ δομέστικον τῶν σχολῶν Νικηφόρον τὸν τοῦ Φωκᾶ ὁ αναξ ὁ χρηστός, ὁ ἡδύς, ὁ προσηνής, καὶ οσοις ὀνόμασι χρὴ καλεῖσθαι καλοῖς καὶ τὸν ανδρα ὀνομάζειν, μετὰ ἐκστρατείας καὶ δυνάμεως πολλῆς καὶ ἐξοπλίσεως καραβίων πολεμικῶν καὶ ὑγροῦ πυρὸς εἰς Κρήτην διωρίσατο ἀπελθεῖν· οἱ γὰρ Κρητικοὶ πολλὰ δεινὰ καὶ κακὰ καὶ αἰχμαλωσίας καθ' ἑκάστην εἰς τὴν ̔Ρωμαίων γῆν ἐποιοῦντο, ἀφ' οτου ταύτην τὴν μεγάλην 474 νῆσον ἐπόρθησαν. ἐπὶ γὰρ Μιχαὴλ τοῦ ̓Αμορραίου τοῦ πατρὸς Θεοφίλου ταύτην ἐκράτησαν, καὶ τῶν στρατευμάτων εἰς τὴν στά- σιν καὶ τυραννίδα τοῦ Μωροθωμᾶ τοῦ συντρόφου τοῦ Μιχαήλ (καὶ γὰρ ἐπὶ τρισὶ χρόνοις σχεδὸν καὶ πλεῖον τὴν Θρᾳκικὴν καὶ Μακεδονικὴν ἐκράτησεν ὁ τύραννος) εὐκαιρίαν εὑρόντες οἱ ἀπὸ Σπανίας ἀνελθόντες Σαρακηνοὶ μετὰ πολλοῦ στόλου πολεμικῶν καραβίων κατέσχον ταύτην, ὡς ειναι τὴν τούτων διακράτησιν καὶ κατάσχεσιν εως τῆς ἡμέρας ης ἐπορθήθησαν παρὰ τοῦ μαγίστρου καὶ δομεστίκου Νικηφόρου τοῦ Φωκᾶ ετη ἑκατὸν πεντήκοντα ὀκτώ. (8) οθεν ὁ αὐτοκράτωρ ̔Ρωμανὸς ζήλῳ θείῳ κινηθείς, τῇ