1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

161

βούλεται σώζειν τὸν ανθρωπον, συνεχώρησε ̔Ρωμανὸν βασιλέα συμφορᾷ ἀδοκήτῳ προσπεσεῖν, ινα δι' αὐτῆς σωφρονισθεὶς καὶ τῶν οἰκείων ἐν συν- αισθήσει παραπτωμάτων γενόμενος σωτηρίας ἀξιωθῇ. συνεχώρησε γὰρ ἐπαναστῆναι αὐτῷ τὸν υἱὸν αὐτοῦ Στέφανον, ωσπερ ποτὲ ̓Αβεσσαλὼμ ἐπανέστη ∆αβὶδ τῷ οἰκείῳ πατρί. συμβούλοις ουν ουτος πρὸς τοῦτο χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ τῷ ̓Αργυρῷ καὶ Βασιλείῳ τῷ πρωτοσπαθαρίῳ τῷ Πετεινῷ καὶ Μανουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν αλλων βασιλέων, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγεν καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξορίσας ἀπέκειρεν μοναχόν.

436 {1ΑΥΤΟΚΡΑΤΟΡΙΑ ΚΩΝΣΤΑΝΤΙΝΟΥ.}

1 ̔Υπελείφθη ουν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τούτου γαμβρὸς μηνὶ

∆εκεμβρίῳ εἰκάδι, ἰνδικτιῶνος τρίτης, ἐν ετει ἑξάκις χιλιο- στῷ τετρακοσιοστῷ πεντηκοστῷ τετάρτῳ· ος αὐτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, ὡς χρόνῳ πολλῷ τὴν ἐν τοῖς πολέμοις ἀνδραγαθίαν πολλάκις ἐπιδειξαμένου, δομέστικον τῶν σχολῶν προχειρίζεται, καὶ Κωνσταντῖνον τὸν Γογγύλην ναυ- μαχίας ἡγήτορα, καὶ στρατιάρχας τινὰς τῶν εὐχρήστων. ειτα Βασίλειον, ῳ ἐπίκλην Πετεινός, πατρίκιον καὶ μέγαν ἑταιρειάρχην, τὸν δὲ ἐκ τοῦ γένους τῶν ̓Αργυρῶν Μαριανὸν τὰ μοναχικὰ ἀπο- δύσας πατρίκιον καὶ κόμητα τοῦ στάβλου πεποίηκεν. ὡσαύτως καὶ Μανουὴλ τὸν ἐπιλεγόμενον Κουρτίκην πατρίκιον καὶ δρουγγά- ριον τῆς βίγλης ἐποίησεν. ους τινας τρεῖς οὐ μετὰ πολὺν χρόνον ἡ τοῦ θεοῦ δικαία κρίσις, ὡς εἰς Χριστὸν τοῦ κυρίου παροινήσαντας καὶ χεῖρας ἀδίκως ἐπιβαλόντας, τῆς βασιλείας ὀρεγομένους μετῆλθεν· ἐπὶ καθοσιώσει γὰρ καταληφθέντες ἑκάτεροι οἰκτίστῳ θανάτῳ τὸ ζῆν ἀπέρρηξαν. τὰ δὲ περὶ αὐτῶν πλατύτερόν τε καὶ ἐπεξεργαστικώτερον ἐν τῇ προηγουμένῃ ἐξηγήσει ἐκθήσομαι. 437 2 Μετὰ δὲ τεσσαράκοντα ἡμέρας, τῇ εἰκάδι ἑβδόμῃ τοῦ ̓Ιανουαρίου μηνός, ὑποπτεύσας Κωνσταντῖνος τόν τε βασιλέα Στέ- φανον καὶ Κωνσταντῖνον τὸν αὐτοῦ ἀδελφόν, μή ποτε καὶ κατ' αὐτοῦ τὰ ομοια διαπράξωνται, καὶ λογισάμενος οπερ ην εἰκός, οτι εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο, πῶς αὐτοῦ φείσωνται, ἑστιά- σας αὐτούς, ηδη ἐν τῇ τραπέζῃ καὶ καθεζομένους, ετι τῆς βρώ- σεως ουσης ἐν τῷ στόματι αὐτῶν, ἀνήρπασαν ουτοι οἱ λεγόμενοι Τορνίκιοι καὶ ὁ πατρίκιος Μαριανὸς καὶ οἱ λοιποὶ οἱ πρὸς τοῦτο ηὐτρεπισμένοι, καὶ τοῦ παλατίου κατήγαγον καὶ ἐν ταῖς πλησια- ζούσαις νήσοις τούτους περιώρισαν καὶ κληρικοὺς ἀπέκειραν. (3) μετ' ὀλίγον ουν ουτοι αἰτησάμενοι τὸν ιδιον πατέρα θεάσα- σθαι ἐν τῇ Πρώτῃ νήσῳ παρεγένοντο, καὶ τοῦτον ἐν τῷ μοναχικῷ σχήματι θεασάμενοι πένθει κατεσχέθησαν ἀφορήτῳ· οις ἐπιδα- κρύσας ὁ πατὴρ εφη "υἱοὺς ἐγέννησα καὶ υψωσα· αὐτοὶ δέ με ἠθέτησαν." ειθ' ουτως ἐξωρίσθησαν, ὁ μὲν Στέφανος εἰς Προι- κόννησον (ην τινα Νεβρίαν ὠνομασμένην ἐκ τῆς κατὰ χρησμὸν δε- δομένης προχόου αποικοι Σαμίων μετωνόμασαν, οις ἀφικομένοις πρὸς νῆσον καὶ τῷ θεῷ ἱλασκομένοις ἀριστοποιουμένοις τε ἀωρία ἐτύγχανεν ὁπόθεν υδωρ κομίσοιντο. γυνὴ δέ τις εφη αὐτοῖς, "εἰ εχετε πρόχοον, δώσω ὑμῖν υδωρ." οπερ λαβόντες, ὡς ὁ χρησμός, καὶ γῆν ἐξῃτήσαντο. τῆς δὲ καὶ ταύτην δεδωκυίας, Πρόχοον τὴν νῆσον ὠνόμασαν καὶ τοῖς ἀργυροῖς νομίσμασιν πρόχοον εἰκόνιζον), 438 ἀπὸ δὲ Προικοννήσου εἰς ̔Ρόδον, ἀπὸ δὲ ̔Ρόδου εἰς Μιτυλήνην, ὁ δὲ Κωνσταντῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην· ἐν ῃ καὶ ἀνταρσίαν μελετήσας, καὶ τὸν ἐκ βασιλικῆς κελεύσεως τὴν αὐτοῦ φυλακὴν πεπιστευμένον Νικήταν πρωτοσπαθάριον ἀναιρήσας, καὶ αὐτὸς παρὰ τῶν αὐτὸν φυλασσόντων ἀνεσφάγη. ου τὸ σῶμα πα- ρακομισθὲν ταφῇ