1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

17

ὁρᾷ γὰρ τὸν θεῖον ἐκεῖνον χαρακτῆρα κατὰ τὸν ορθρον τούτῳ διαλεγόμενον καὶ "τὸν κηρὸν" ουτω δὴ λέγοντα "λαβὼν ἀνάγνωθι." ὁ δὲ πιστεύων τοῖς λεγομένοις εἰσελθὼν ἀνέγνω λαμπρᾷ καὶ καθαρᾷ τῇ φωνῇ τὸ "πάλιν ̓Ιησοῦς ὁ ἐμός." εκτοτε γοῦν τὴν πατροπαρά- δοτον αὐτοῦ οὐ διέλιπε βδελυσσόμενος ανοιαν καὶ περὶ τὰς θείας εἰκόνας ἀγνωμοσύνην, μετετίθετο δὲ καὶ τοὺς τῶν ἁγίων χαρακτῆ- ρας περιπτυσσόμενος οὐ διέλιπεν. ἀλλὰ ταῦτα μὲν ὀψὲ τοῦ και- ροῦ καὶ πολύ περ ἐς υστερον. 8Ηδη δὲ καὶ τὴν αὐτοκράτορα τοῦ Μιχαὴλ ἐπανελομέ- νου ἀρχὴν καὶ τὰ κατ' αὐτὴν ὡς ἐβούλετο διοικοῦντος, ἐπιστολὴν ὁ μακαρίτης Νικηφόρος ἐκπέμπει, τὴν τῆς πίστεως παρακαλῶν ἀνάκλησιν γενέσθαι καὶ πάλιν ἀπολαβεῖν τὸν ἀσπασμὸν τὰς θείας εἰκόνας. "ἀλλ' ουτε καινουργήσων" ἀπεκρίνετο ὁ Μιχαὴλ "τῶν περὶ πίστεώς τι δογμάτων ἐξελήλυθα, ουτε μὴν τῶν ηδη παραδο- θέντων καὶ ἀνομολογηθέντων καταδρομήν τινα ἐργάσασθαι καὶ καθαίρεσιν. εκαστος ουν τὸ δοκοῦν αὐτῷ ποιείτω καὶ ἐφετόν, 48 ἀμαθὴς πόνων καὶ αγευστος λύπης διατελῶν." πλὴν οὐ μέχρι τέλους ταύτην ἐτήρησε τὴν προαίρεσιν ὁ μηδ' ἐξ ἀρχῆς ἀληθὴς Χριστιανὸς γεγονώς· ἀλλ' οσῳ τῆς βασιλείας ἐγένετο ἐγκρατής, τοσούτῳ κακοδαίμονι φύσει καὶ ὠμοτάτῃ τὸν κατὰ Χριστιανῶν καὶ τῶν ὁμοφύλων ἀνερρίπισε πόλεμον, νῦν μὲν τοὺς μοναχοὺς διαπτύων παντοίοις τε περιβάλλων δεινοῖς καὶ ποιναῖς ἐξευρίσκων ποινάς, νῦν δὲ τοὺς αλλους πιστοὺς παραπέμπων ταῖς φρουραῖς καὶ ὑπερορίους ποιῶν. ἐντεῦθεν καὶ Μεθόδιον τὸν μετὰ βραχὺ τοῦ πατριαρχικοῦ θρόνου ἀντιλαβόμενον καὶ Εὐθύμιον τὸν τηνι- καῦτα Σάρδεων πρόεδρον, τῷ αὐτοῦ θελήματι μὴ ὑπείκοντας μηδὲ τὴν τῶν εἰκόνων ἐξαρνουμένους τιμήν, τῆς πόλεως ἐξωθεῖ, καὶ τὸν μὲν θεῖον Μεθόδιον φυλακῇ παραδίδωσι κατὰ τὴν νῆσον ̓Ανδρέου τοῦ ἀποστόλου, καθ' ην ὁ ̓Ακρίτας ἐγγειτονεῖ, τὸν δὲ μακαρίτην Εὐθύμιον διὰ Θεοφίλου τοῦ οἰκείου υἱοῦ θανάτῳ πα- ραδίδωσι, βουνεύροις τυπτόμενον ἀφειδῶς. οσῳ δὲ τὴν Χριστοῦ κληρονομίαν ἐπίεζε καὶ οιόν τις θὴρ αγριος κατενέμετο, τοσούτῳ τοὺς ̓Ιουδαίους ἀνέτους φόρων καὶ ἐλευθέρους ἐδείκνυεν, ἀγαπω- μένους καὶ στεργομένους αὐτῷ τῶν αλλων ἀνθρώπων διαφερόν- τως. καὶ ζωγράφοι μὲν τὰ καλὰ τῶν ζῴων εἰς μίμησιν εχουσιν, ουτος δὲ τὸν τοῦ Κοπρωνύμου βίον οιόν τι προχάραγμα καὶ πρω- τότυπον θεὶς ἀπομιμεῖσθαι εἰς ακρον ἐσπούδαζεν. διὸ καὶ πρὸς τὴν ἀκρόπολιν ἐλαύνει τῆς ἀσεβείας, αρτι μὲν σάββατα νηστεύειν νομοθετῶν, αρτι δὲ κατὰ τῶν θείων προφητῶν τὴν γλῶσσαν ἐξα- 49 κονῶν, ἀνάστασίν τε τὴν μέλλουσαν καὶ τὰ ἐκεῖθεν ἀπιστῶν ἀγαθά. διάβολόν τε ολως μὴ ειναι διισχυρίζετο, ατε μηδ' ὑπὸ τοῦ Μωσέως τούτου παραδεδομένου. πορνείαν δὲ κατασπαζόμε- νος, καὶ τὸν ἐπὶ πάντων δεῖν ὀμνύναι μόνον θεὸν νομοθετῶν, καὶ τὸν ̓Ιούδαν ἀκολάστῳ γλώσσῃ κατατάττων τοῖς σωζομένοις, καὶ τὴν ἑορτὴν τοῦ σωτηρίου πάσχα κακῶς καὶ παρὰ καιρὸν χλευάζων τιμᾶσθαι, καὶ τὴν ̔Ελληνικὴν παίδευσιν διαπτύων, καὶ τῆς ἡμε- τέρας καὶ θείας τοσοῦτον καταφρονῶν ὡς μηδὲ τοὺς νέους παιδο- τριβεῖσθαί που συγχωρεῖν, ινα μήτε τῇ αὐτοῦ ἀλογίᾳ εχοι τις ἀντιστῆναί ποτε καὶ διελέγξαι, μήτε πάλιν τῷ τάχει τῶν ὀφθαλ- μῶν καὶ τῇ τῆς γλώττης ῥύμῃ φερόμενος διὰ τῆς παιδεύσεως τὰ δευτερεῖα τοῦτον φέρειν καταναγκάσειεν· τοσοῦτον γὰρ ηργει πρὸς τὴν μῖξιν τῶν γραμμάτων ἐκεῖνος καὶ τὴν τῶν συλλαβῶν ἀνάγνω- σιν, ὡς ῥᾷον αν τις διῆλθε βιβλίον η αὐτὸς τῇ βραδύτητι τοῦ νοῦ τὰ τοῦ οἰκείου στοιχεῖα ὀνόματος. ἀλλὰ ταῦτα μὲν ὡς καὶ τοῖς κατ' ἐκεῖνο καιροῦ κεκωμῳδημένα θείοις ἀνδράσιν ἐατέον· πλή- ρεις γὰρ βίβλοι τὰ ἐκείνου ἐκστηλιτεύουσαι· ἡμεῖς δὲ πρὸς τὰ ἑξῆς προσβῶμεν τῆς ἱστορίας, τὰ ἀποτελέσματα τῶν ἀθέων αὐ- τοῦ πράξεων ἐνορῶντες. 9 Κατὰ γὰρ τὸν καιρὸν τοῦτον ἀρχὴν λαβὼν ἐμφύλιος πόλεμος ἐξ ̓Ανατολῆς παντοίων ἐνέπλησε τὴν οἰκουμένην κακῶν καὶ ἐκ πολλῶν ὀλίγους τοὺς ἀνθρώπους