1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

18

εἰργάσατο, πατέρων δη- 50 λονότι τὰς δεξιὰς κατὰ τῶν υἱῶν ὁπλισάντων, καὶ ἀδελφῶν κατὰ τῶν ἐκ τῆς αὐτῆς φύντων γαστρός, καὶ φίλου τὸ τέλος κατὰ τοῦ φιλοῦντος τὰ μάλιστα. Θωμᾶς τούτων ην εξαρχος, περὶ ου διτ- τὸς λόγος φέρεται. ἀνάγκῃ δὲ ἀνθρώποις ουσιν ἡμῖν, καὶ ἀκοῇ ἀλλ' οὐκ οψει ἐκ τῆς τοσούτου χρόνου παρολκῆς τὰ τοιαῦτα κατ- ειληφόσι τῆς ἱστορίας, ινα δὴ πανταχοῦ τὴν ἀλήθειαν σωζομένην εχοιμεν, καὶ τοὺς τοιῶσδε ἀλλὰ μὴ τοιῶσδε μόνον παραδιδομένους λόγους ἀναγράφειν, οὐδὲν ἐκ τῆς τοιαύτης ἀμφιβολίας καὶ πλά- νης λυμαινομένης τῆς προκειμένης ἡμῖν ὑποθέσεως, μᾶλλον μὲν ουν καὶ ἀσφαλεστέρας τυγχανούσης τοῖς γε μὴ ουτως εχειν ἀλλ' ουτως διαπληκτιζομένοις ἀεί. αριστον μὲν γὰρ ην, εἰ γυμνῆς ὑπαρχούσης τῆς ἀληθείας καὶ ἡμεῖς ἐκτὸς παραπετάσματος τὴν πανείδησιν οἱ ανθρωποι ειχομεν· ἐπεὶ δὲ ὁ πολὺς ῥεύσας χρόνος οιόν τι κάλυμμα ἡμῖν προστεθὲν ἀσθενεστέραν τὴν γνῶσιν ἐργά- ζεται, δεῖ τῇ γε φήμῃ καὶ κληδόνι πειθομένους εἰς φῶς αγειν πο- σῶς τὰ πράγματα, ἀλλ' οὐχὶ τῷ ποταμῷ τῆς λήθης παραδοῦναι ὁλοσχερῶς. 10 ̔Ο μὲν ουν εις καὶ πρῶτος λόγος, ῳ καὶ ἐγὼ πείθο- μαι ἐξ ἐγγράφων τινῶν εχων τὸ βέβαιον, τοῦτον ὁρμᾶσθαί φησι τὸν Θωμᾶν ἐξ ἀσήμων τε γονέων καὶ πενιχρῶν, αλλως δὲ καὶ Σκλαβογενῶν, τῶν πολλάκις ἐγκισσευθέντων κατὰ τὴν ̓Ανατολήν. πενίᾳ γοῦν ἀποζῶν καὶ τὴν τύχην ἐμπορευόμενος τὴν ἑαυτοῦ μὲν 51 ἀπέδρα, πρὸς δὲ τὴν μεγαλόπολιν ταύτην εἰσέφρησεν. καὶ δή τινι τῶν συγκλητικῶν ἐξυπηρετεῖν τε καὶ λειτουργεῖν κολληθεὶς αἰ- σχῦναι δι' ἀκολασίαν καὶ καθυβρίσαι τὴν δεσποτικὴν εὐνὴν καὶ τὰ λέκτρα τούτου ἠπείγετο. ἐπεὶ ουν φωραθεὶς οὐχ οιός τε ην τὸν πολὺν ονειδον καὶ τὰς διὰ τοῦτο ὑπομεῖναι πληγάς, φυγὰς πρὸς τοὺς ἐξΑγαρ γίνεται, καὶ τούτοις πίστιν ἱκανὴν εκ τε τῶν καταλ- λήλων αὐτοῦ δοὺς πράξεων διὰ πολλῶν ηδη χρόνων (ετος γάρ που διηνύετο τούτῳ πεμπτὸν καὶ εἰκοστὸν) καὶ ἐκ τοῦ τὸν Χρι- στὸν καὶ θεὸν ἠρνῆσθαι ἡμῶν, πολεμικῆς τινὸς φάλαγγος γίνεται ἀρχηγὸς καὶ κατὰ Χριστιανῶν ὁπλίζεται, κραταιοτάτῃ χειρὶ τὴν τῶν ̔Ρωμαίων βασιλείαν ὑπὸ τὴν αὐτῶν χεῖρα ποιῆσαι καθυπο- σχόμενος. καὶ ινα μή τινα ἐμποδὼν παρὰ ̔Ρωμαίοις γινόμενος σχῇ, πάντας δὲ συνεφαπτομένους καὶ τούτου προκινδυνεύοντας, Κωνσταντῖνον ειναι αὑτὸν τῆς Εἰρήνης διετράνου καὶ ἐπεφήμιζεν, ον ἡ ανοια καὶ τὸ τοῦ ηθους ὠμὸν πάλαι μὲν μετὰ τῆς βασιλείας ἀφείλετο καὶ τοὺς ὀφθαλμούς, τηνικαῦτα δὲ καὶ τὸν βίον μετηλ- λαχὼς ην. ἐπεὶ δὲ καὶ τὸ τῶν πράξεων μέγεθος καὶ αἱ βόσκουσαι τοῦτον ἐλπίδες κοινωνόν τινα τῶν πραγμάτων ἀπῄτουν (οὐ γὰρ αν αλλως αὐτῷ τὰ κατὰ γῆν καὶ θάλατταν ὑπελάμβανε κραταιοῦ- σθαι), καὶ υἱόν τινα ἐπείσακτον εἰσποιεῖται, τῇ τοῦ σώματος μεταμορφώσει τὴν τῆς ψυχῆς δηλοῦντα ἀπόνοιαν, ῳ καὶ δυνά- μεις ἀρκούσας παρασχὼν καὶ Κωνστάντιον μετονομάσας αλλοθεν, ἑαυτὸν δὲ ἑτέρωθεν τὴν τῶν ̔Ρωμαίων κείρειν καὶ κατατρέχειν ἐπέ- 52 ταττε γῆν. Λέων τότε καιροῦ ὁ ἐξ ̓Αρμενίων τὰς τῆς βασιλείας ἐκεκρατήκει ἡνίας, ἐν ὑστέρῳ καιρῷ· ος δύναμίν τινα κατ' αὐτοῦ συστήσας οὐκ ἀξιόλογον αὐτὴν μὲν σφαλῆναι ἐποίησεν (αμα γὰρ τῇ πρὸς πρόσωπον ἀπαντήσει ἐτρέπετο πρὸς φυγήν), τοῦτον δὲ θρασύτερον καὶ πλέον η ην τὰ καθ' ἑαυτὸν φρονεῖν. καὶ ὁ μὲν πρῶτος καὶ πολὺς ουτως εχειν λόγος περὶ τῆς τοιαύτης κινήσεως καὶ στάσεώς φησι τὴν ἀρχήν. 11Ατερος δὲ τοῦτον ειναι τὸν Θωμᾶν, μηδὲν περὶ τῆς κλήσεως διενηνεγμένος, τὸν τῷ Βαρδανίῳ μὲν πάλαι συνόντα, παρὰ τοῦ ἡγησαμένου δὲ Λέοντος τιμηθέντα· ος τὴν τῶν φοιδε- ράτων τηνικαῦτα διοικῶν ἀρχήν, κατὰ τὸν ̓Ανατολικὸν ἐνδιατρί- βων, ἐπεὶ τὸν Μιχαὴλ αρτι διήκουεν ἀνῃρηκότα τὸν Λέοντα, ἐκ- δικῶν, ὁμοῦ δὲ καὶ θυμὸν ιδιον ἀποπιμπλῶν (ἐτύγχανε γάρ που πόρρωθεν ἐξ ἡλικιωτῶν διαφερόμενος πρὸς αὐτόν), καὶ αμα τὴν περὶ αὐτοῦ τοῦ ἐν τῷ Φιλομηλίῳ μοναχοῦ πρόρρησιν φοβούμενος, χεῖρα ἐναντίαν κινεῖ, καὶ χεῖρα οὐ μικράν τινα καὶ ἀσθενῆ, βα- ρεῖαν