1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

155

καὶ ὀρθοδοξότατος πάσας τὰς τῆς πόλεως ἐκκλη- σίας πέπλοις διαφανέσι καὶ φωταγωγίαις λαμπρῶς κατεκόσμει καὶ κατεφαίδρυνεν. ἀλλὰ καὶ τοῖς ἐν ορεσι μοναχοῖς, τῷ τε ̓Ολύμπῳ 419 καὶ τῷ Κομινᾷ καὶ τῇ Χρυσῇ κατονομαζομένῃ Πέτρᾳ καὶ τοῦ Βαραχαίου ορει, οὐ διέλιπεν ἐτησίως ῥόγας ἐξαποστέλλων καὶ φροντίζων τούτων καὶ προνοούμενος, καὶ τοὺς ὀνομαστοὺς ἐπὶ πράξει καὶ θεωρίᾳ μετακαλούμενος ὡς αὐτόν, καὶ τῶν εὐχῶν αὐ- τῶν τὰς εὐλογίας τρυγῶν. οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς διὰ θεὸν ἐγκλείστοις καὶ στενωτάτοις οἰκίσκοις καθείρξασι καὶ πᾶσι τοῖς μοναστηρίοις τὰς ἐτησίους ῥόγας, ας διετύπωσεν, οὐ διέλιπεν ἐπιχορηγῶν. ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα τῶν αὐτοῦ κατορθωμά- των καὶ ἐλεημοσυνῶν διεξήλθομεν. 28 Πέτρῳ δὲ τῷ Βουλγάρῳ ἐπέθετο ̓Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων μεγιστάνων τοῦ Συμεών· καὶ φωραθέντων αὐτῶν ὁ μὲν ̓Ιωάννης τύπτεται καὶ ἐγκλείεται φυλακῇ, οἱ δὲ λοι- ποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλλονται. ταῦτα δὲ δῆλα Πέτρου ποιήσαντος τῷ βασιλεῖ ̔Ρωμανῷ, ἀπέστειλεν ὁ βασιλεὺς τὸν μοναχὸν ̓Ιωάννην, ος ἐγεγόνει ῥαίκτωρ, προφάσει μὲν τοῦ ποιῆσαι τὸ ἀλλάγιον τῶν κρατουμένων αἰχμαλώτων, τῇ ἀληθείᾳ δὲ ̓Ιωάννην κατασχεῖν καὶ ἐν Κωνσταντινουπόλει ἀγαγεῖν. ο δὴ καὶ γέγονεν· εἰσελθὼν γὰρ αμα ̓Ιωάννῃ εἰς πλοῖον ἀπὸ Μεσημ- βρίας ηλθεν ἐν τῇ πόλει. καὶ μετ' οὐ πολὺ τούτου τὸ μοναχικὸν σχῆμα ἀπορρίψαντος καὶ γυναῖκα ἐπιζητήσαντος, δέδωκεν αὐτῷ ὁ βασιλεὺς οικον καὶ κτήματα πάμπολλα καὶ γυναῖκα ἐκ τῆς ἑαυ- τοῦ πατρίδος τῆς τῶν ̓Αρμενιακῶν ὁρμωμένην, γάμον τε λαμπρὸν ἐν τῇ τοῦ Καίσαρος οἰκίᾳ πεποίηκεν, Χριστοφόρου βασιλέως καὶ ̓Ιωάννου μοναχοῦ τοῦ γεγονότος ῥαίκτορος παρανυμφευσάντων. 420 29 ̓Αλλὰ καὶ Μιχαὴλ μοναχός, αὐτὸς ὁ ἀδελφὸς Πέ- τρου, κατὰ σπουδῆς εχων τῆς Βουλγαρικῆς ἐξουσίας ἐπιλαβέσθαι, ἰδιοστασίασεν εν τινι Βουλγαρικῷ κάστρῳ· καὶ τούτῳ προσερρύη- σαν οἱ τῆς Πέτρου ἀρχῆς διεστηκότες Σκύθαι. ου μετὰ τὴν τοῦ βίου καταστροφὴν ἐπῆλθον ουτοι ταῖς ̔Ρωμαϊκαῖς χώραις, ωστε συμβῆναι τούτους ἀπὸ Μακέτιδος διὰ Στρυμόνος πρὸς ̔Ελλάδα καὶ τὴν Νικόπολιν προσχωρῆσαι καὶ τὰ ἐκεῖσε πάντα ληΐσασθαι. Νικόπολις δὲ ἐπωνόμασται κατὰ τὸ ἐπώνυμον τῆς νίκης, ην Αυ- γουστος Σεβαστὸς κατὰ ̓Αντωνίου καὶ Κλεοπάτρας εἰργάσατο καὶ τὴν Αἰγυπτίων ἀρχὴν τοῖς ̔Ρωμαίοις ὑπέκλινεν. 30 Μαρτίῳ δὲ μηνί, δευτέρᾳ ἡμέρᾳ, κοσμήτης επεσεν ἐν τῷ φόρῳ ἐκ τῶν ἐν τοῖς στιχηδὸν ἱσταμένοις ἐκεῖσε κίοσιν ἐπι- κειμένων, καὶ ἀπέκτεινεν ανδρας εξ. γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας καὶ φοβερὸς εἰς τὸν τοῦ φόρου εμβολον, πλησίον τοῦ ναοῦ τῆς ὑπεραγίας θεοτόκου, ωστε κατακαῆναι τά τε κηροπωλεῖα καὶ τὰ γουνάρια τοῦ φόρου μέχρι τῶν Ψιχῶν. 31 ̓Ετελεύτησε δὲ Χριστοφόρος βασιλεὺς μηνὶ Αὐγούστῳ ἰνδικτιῶνος τετάρτης, πολλὰ κοψαμένου καὶ θρηνήσαντος αὐτὸν τοῦ πατρός, μεῖζον η κατ' Αἰγυπτίους, ὡς ηδη εἰς γῆρας αὐτοῦ ἐληλακότος καὶ τῶν υἱῶν αὐτοῦ ετι νηπίων οντων. καὶ ἐτέθη τὸ λείψανον αὐτοῦ ἐν τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. 421 32 Κατήγαγον δὲ καὶ Τρύφωνα πατριάρχην Αὐγούστῳ μηνὶ ἰνδικτιῶνος τρίτης, τὸν ῥητὸν χρόνον τελέσαντα· καὶ ἀπελ- θὼν ἐν τῇ ἰδίᾳ μονῇ τελευτᾷ, χηρευσάσης ἐκκλησίας χρόνον ενα καὶ μῆνας εʹ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς Θεοφυλάκτου υἱοῦ ̔Ρωμα- νοῦ βασιλέως· αὐτὸν γὰρ εμελλεν, ὡς ηδη ειρηται, πατριάρχην καθιστᾶν. 33 Βασίλειος δέ τις Μακεδὼν πλάνος Κωνσταντῖνον ∆οῦκα ἑαυτὸν ἐπιφημίσας πολλοὺς μεθ' ἑαυτοῦ συνεπήγετο. ουτος συσχεθεὶς ὑπὸ ̓Ελεφαντίνου τουρμάρχου, ἐκ τοῦ ̓Οψικίου οντος, ηχθη ἐν Κωνσταντινουπόλει, καὶ ὑπὸ Πέτρου ὑπάρχου τῆς μιᾶς ἀλλοτριοῦται χειρός. ειτα καιροῦ λαβόμενος καταλαμ- βάνει πάλιν τὸ ̓Οψίκιον, καὶ χεῖρα χαλκῆν ἀντὶ τῆς κοπείσης προσαρμοσάμενος καὶ σπάθην ὑπερμεγέθη κατασκευάσας διήρ- χετο, πλανῶν αυθις τῶν ἀγυρτευόντων πολλοὺς ὡς ειη αὐτὸς Κωνσταντῖνος ὁ τοῦ