1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

111

λιμένι προσορμισάμενος Κεγχρεῶν, καὶ μαθὼν οτι τὰ δυτικώτερα Πε- λοποννήσου μέρη, Μεθώνην καὶ Πάτρας καὶ τὰ προσεχῆ Κορίν- θου χωρία, λυμαίνεται τὸ βαρβαρικόν, βουλὴν βουλεύεται συνε- τὴν καὶ σοφήν. οὐ γὰρ εκρινε διὰ θαλάσσης τὴν Πελοπόννησον διελθεῖν καὶ διὰ τοῦ Μαλέου κάμψας τὸ τῶν χιλίων μιλίων μῆ- κος ἀναμετρήσασθαι καὶ τοῦ προσήκοντος ὑστερῆσαι καιροῦ, ἀλλ' ὡς ειχεν, εὐθὺς ἐν νυκτὶ διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ πολυχει- 301 ρίᾳ καὶ ἐμπειρίᾳ πρὸς τὸ ἐκεῖθεν μέρος κατὰ τὸ ξηρὸν διαβιβάσας τὰς ναῦς εργου ειχετο. καὶ ουπω πεπυσμένοις τι περὶ τούτου τοῖς πολεμίοις αἰφνίδιον ἐπιφαίνεται, καὶ συγχέας αὐτῶν τῷ δέει τοὺς λογισμοὺς διά τε τὸ ἐκ τῆς προτέρας μάχης δέος καὶ διὰ τὸ τῆς ἐφόδου ἀπρόοπτον οὐδὲ συστῆναι καὶ ἀλκῆς μεμνῆσθαι παν- τελῶς συνεχώρησεν, ἀλλὰ τὰς μὲν πυρπολήσας τὰς δὲ καταπον- τώσας τῶν πολεμίων νεῶν, καὶ τῶν βαρβάρων τοὺς μὲν ἀνελὼν τῷ ξίφει τοὺς δὲ ὑποβρυχίους τῷ βυθῷ ποιησάμενος, καὶ τὸν τούτων ἀρχηγὸν ἀνελών, τοὺς λοιποὺς διασκεδασθῆναι κατὰ τὴν νῆσον ἠνάγκασεν· ους σαγηνεύσας υστερον καὶ ζωγρῶν διαφόροις τιμωρίαις ὑπέβαλε. τῶν μὲν γὰρ τὴν τῆς σαρκὸς ἀπέωσε δοράν, μάλιστα τῶν ἀρνησαμένων τὸ βάπτισμα τοῦ Χριστοῦ, τοῦτο παρ' αὐτῶν ἀφαιρεῖσθαι λέγων, καὶ οὐδὲν αὐτῶν ιδιον· ἐκ δὲ τῶν ἱμάντας ἀπὸ τοῦ ἰνίου αχρι τῶν σφυρῶν μετ' ὀδύνης δριμείας ἐξείλκυεν· αλλους δὲ κηλωνείοις τισὶν αἰωρῶν, ειτα ἀπὸ τοῦ μετ- εώρου πρὸς λέβητας πίσσης μεστοὺς ἐμβάλλων τε καὶ ὠθῶν, τοῦ ἰδίου αὐτοῖς μεταδιδόναι βαπτίσματος ελεγε τοῦ ἐπωδύνου καὶ ζο- φεροῦ. ουτως ουν κατακερτομήσας, καὶ ἀναλόγους τῶν ἐργα- σθέντων αὐτοῖς ποινὰς εἰσπραξάμενος, τοῦ καὶ αυθις κατὰ τῆς ̔Ρωμαϊκῆς ἐπικρατείας ἐκστρατεύειν οὐκ ὀλίγον δέος ἐνέβαλεν. ̓Αλλ' ουτως μὲν τὰ μεσημβρινὰ διεσκέδαστο πνεύματα, καὶ ἀκλύστως ἐντεῦθεν τὸ τοῦ ̔Ρωμαϊκοῦ κράτους σκάφος ηὐθύνετο· 302 (62) ἐκ δὲ τῆς ἑσπέρας αυθις κλύδων δεινὸς ἐπηγείρετο. ὁ γὰρ τῆς ̓Αφρικῆς ἀμερμουμνῆς παμμεγέθεις ναῦς ἑξήκοντα τὸν ἀριθμὸν κατασκευασάμενος κατὰ τῆς ̔Ρωμαϊκῆς ἐπικρατείας ἐξώρμησε, καὶ τὰ μεταξὺ ληϊζόμενος καὶ πολλὰ σώματα λαμβάνων αἰχμάλωτα αχρι Κεφαληνίας καὶ Ζακύνθου τῶν νήσων ἀφίκετο. απερ ἀκη- κοὼς ὁ βασιλεὺς συντόμως πρὸς τὴν βοήθειαν διανίσταται, καὶ τὸν τῶν ναυτικῶν ἡγεμόνα δυνάμεων (Νάσαρ δὲ ουτος ην) μετὰ δυνάμεως ἐκπέμπει ἁδρᾶς, τριήρων τε καὶ διήρων καὶ αλλων νεῶν ταχυναυτουσῶν πλῆθος ἐξαρτυσάμενος. σύντομον δὲ τὸν εκπλουν ὁ Νάσαρ πεποιηκὼς καὶ αἰσίοις χρησάμενος πνεύμασι δι' ὀλίγου μὲν χρόνου τὴν Μεθώνην κατέλαβε, θᾶττον δὲ τὴν κατὰ τῶν πο- λεμίων ἐπίθεσιν ἀπὸ τοιαύτης αἰτίας διεκωλύθη ποιήσασθαι· τῶν γὰρ ἐρετῶν οὐκ ὀλίγοι πρὸς τὸν κίνδυνον ἀποδειλιάσαντες κατ' ὀλί- γους λαθραίως ἀπέφυγον, ων τῇ λειποταξίᾳ τὸ προσῆκον τάχος ἀφαιρεθεισῶν τῶν νεῶν, μὴ ἐχουσῶν τὴν μετὰ ῥοθίου σὺν ὀξύ- τητι κατὰ τῶν ἐναντίων ἐπέλασιν, οὐκ εκρινε δεῖν παρωπλισμένοις ουτως κατὰ τῶν δυσμενῶν ἀπελθεῖν. μηνύει δὲ τὸ συμβὰν διὰ ταχυδρόμου τῷ βασιλεῖ. ὁ δὲ διὰ ταχείας ἀποστολῆς τῶν πρὸς τοῦτο ἐπιτηδείων πάντας τοὺς λειποτάκτας ἐζώγρησε καὶ ἐμφρού- ρους ἐποίησε. σκοπῶν δὲ οπως καὶ ὁμοφύλων φόνου τὰς χεῖρας τηρήσῃ καθαρὰς καὶ τὸ προσῆκον ἐμποιήσῃ δέος τοῖς ὑπολοίποις τῶν ἐρετῶν, ὡς αν μὴ καὶ αλλοις ειη πρὸς μίμησιν ἡ τούτων κα- κία καὶ ἐθελοκακῶσιν οἱ πλεῖστοι καὶ ῥαστωνεύωνται, βουλὴν 303 βουλεύεται συνετήν. τῷ γὰρ τῆς βίγλης δρουγγαρίῳ διακελεύεται ἀπὸ τῶν ἐν τῷ πραιτωρίῳ δεσμίων τε καὶ κακούργων, ων ἐκ τῶν νόμων κατεψήφιστο θάνατος, τριάκοντα τὸν ἀριθμὸν ετι νυκτὸς ουσης ἐξαγαγεῖν, καὶ τούτων ἀσβόλῃ τὰ πρόσωπα χρίσαντα, καὶ τὰς ἐπὶ τοῦ γενείου καὶ τῆς κεφαλῆς τρίχας ψιλώσαντα διὰ φλο- γός, περιελεῖν αὐτῶν τὸ γνώρισμα τῆς μορφῆς, ἐξασφαλίσα- σθαι δὲ τοῦ μηδένα τῶν ἁπάντων τολμῆσαι προσειπεῖν αὐτοὺς