1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

33

πυνθανόμενον "ο τι τε αὐταῖς παρὰ τῆς μάμ- μης δεδώρηται καὶ ο τι χάριτος ἐξείργασται αξιον. αἱ μὲν γὰρ αλλαι τούτου τὰς πεύσεις ἀγαθὰ φρονοῦσαι ωσπερ τινὰς λαβὰς ἐρρωμένως παρέτρεχον· ἡ δὲ Πουλχερία ατε ἡλικίᾳ καὶ νῷ νηπιά- ζουσα τάς τε φιλοφροσύνας ελεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, συνηρίθμει δὲ καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν, ουτω δὴ ἁπαλὰ φρονοῦσα καὶ λέγουσα ὡς νινία πολλὰ ειη αὐτῇ κατὰ τὸ 91 κιβώτιον καὶ ταῦτα τῇ κεφαλῇ τε καὶ τοῖς προσώποις ἐπιτίθησι μετὰ τὰ φιλήματα. ταῦτα γοῦν τὸν βασιλέα εἰς μανίαν ηγεν ὑπο- λαλούμενα. ἀλλὰ πρᾶξαι μέν τι τῶν δριμυτέρων η πικροτέρων εἰς αὐτὴν ἐκώλυε τοῦτον τό τε τῆς γυναικὸς αἰδέσιμον καὶ ἡ εὐλά- βεια, καὶ ἡ παρρησία δὲ πρὸς τούτοις οὐκ ελαττον (καὶ γὰρ ην τοῦτον ἀριδήλως σκώπτουσα καὶ διελέγχουσα ἐπί τε τοῖς καθ' ἡμέραν τῶν ὁμολογητῶν διωγμοῖς καὶ τῇ δηλωθείσῃ αἱρέσει, καὶ μόνη μικροῦ φανερὰν ποιοῦσα τὴν πρὸς αὐτὸν τῶν πάντων ἀπέ- χθειαν), ἀπέτεμνεν δὲ μόνον τὴν πρὸς αὐτὴν τῶν τούτου θυγατέ- ρων αφιξιν, καὶ διεκώλυε γίνεσθαι συνεχῆ. 6 Τούτοις ἀδελφὰ καὶ τῇ βασιλίδι Θεοδώρᾳ συμβέβη- κεν. ὑπῆρχέ τι τῷ βασιλεῖ παρακεκομμένον ἀνδράριον, τοῦ ̔Ομη- ρικοῦ Θερσίτου διενηνοχὸς κατ' οὐδέν· ∆ένδερις ονομα τούτῳ, ασημά τε φθεγγόμενος καὶ γέλωτας κινῶν καὶ θυμηδίας ενεκεν τοῖς βασιλείοις ἐνδιαιτώμενος. ουτος γοῦν εἰσπηδήσας ποτὲ κατὰ τὸν τῆς βασιλίσσης κοιτωνίσκον κατέλαβεν αὐτὴν θείας εἰκόνας περιειλημμένην καὶ τοῖς ἑαυτῆς ομμασιν μετὰ σπουδῆς προσάγου- σαν. ταύτας ὑπ' οψιν ἰδὼν ουτος ὁ παραπαίων τί τε εἰσὶν ἐπυν- θάνετο, καὶ πλησιέστερον διέβαινεν. ἡ δὲ "τὰ καλά μου" εφησεν ουτως ἀγροικικῶς "νινία· καὶ ἀγαπῶ ταῦτα πολλά." κατὰ τὴν τράπεζαν τηνικαῦτα εἱστιᾶτο ὁ βασιλεύς, καὶ δὴ πρὸς αὐτὸν εὐ- θὺς διαβάντος ηρετο αὐτὸν οποι ποτὲ ἐτύγχανεν ων. ὁ δὲ παρὰ τὴν μάναν εφησεν ειναι, τὴν Θεοδώραν ουτω λέγων, καὶ θεάσα- σθαι ἐν αὐτῇ καλὰ νινία τοῦ προσκεφαλαίου ἐξαίρουσαν. συνῆκεν 92 ουν ὁ βασιλεύς, καὶ πλήρης ὀργῆς γεγονώς, ὡς ἐξανέστη τῆς τρα- πέζης, πρὸς αὐτὴν ἀπῄει, αλλαις τε πολλαῖς ὑβρισίαις αὐτὴν ἐπαντλῶν καὶ εἰδώλων λάτριν ἀκολάστῳ γλώττῃ αὐτὴν ἀποκαλῶν, καὶ αμα διεξῄει τοὺς λόγους τοῦ παραπαίοντος. ἡ δὲ τέως μὲν τὸν θυμὸν καταστορεννύουσα "οὐ τοῦτό ἐστιν" ἐξ ἑτοίμου ελεγεν, ω βασιλεῦ, οὐ τοῦτο, ὡς ὑπείληφας σύ· τῷ δὲ κατόπτρῳ μου ημην ἀτενίζουσα μετὰ τῶν θεραπαινίδων, καὶ τὰς ἐκεῖσε τικτομέ- νας ἰδὼν ὁ ∆ένδερις μορφὰς ἐλθὼν ἀπήγγειλεν ἀφρόνως τῷ δε- σπότῃ καὶ βασιλεῖ." ουτω μὲν ουν ἐκείνου τέως κατέσβεσε τὸν θυμόν· τὸν ∆ένδεριν δὲ μετ' οὐ πολλὰς ἡμέρας παιδείᾳ καθυπο- βάλλουσα πέπεικε σωφρονεῖν, ουτω πως λέγουσα ὡς μήποτε λέγειν περὶ τῶν καλῶν νινίων τινί. καί ποτε παρὰ πότον ἐγκαυχώμενος καὶ τῆς δεσποίνης κατεπαιρόμενος ὁ Θεόφιλος ἠρώτα τοῦτον περὶ αὐτῆς, εἰ πάλιν αρα τὰ καλὰ νινία ἡ μάνα ἀσπάζεται. ὁ δὲ τοῖς χείλεσι τὴν δεξιὰν χεῖρα ἐπιθεὶς καὶ τῇ ἀριστερᾷ τῶν οπισθεν με- ρῶν λαβόμενος "σίγα, σίγα περὶ τῶν νινίων" ἀντέφησεν, "βασι- λεῦ." ταῦτα μὲν ουτω7 Καί τινος δὲ κατὰ πόλεμον ἀνδραγαθιζομένου, χεῖρά τε νεανικὴν καὶ ιππον εχοντος δεξιόν, συνέβη τούτου δὴ τὸν στρα- τηγόν, ὑφ' ον ἐτέλει ὁ στρατιώτης, ερωτι κατασχεθῆναι τοῦ ιπ- που, ὑφ' ου ὁ ανθρωπος σέσωστο καὶ πολλάκις ἐκ θανάτου ἐρύετο. ἐπεὶ γοῦν τοῦτον πολλάκις ἐξαιτησάμενος πᾶσί τε τρόποις καὶ χάρισι (καὶ γὰρ ὑπισχνεῖτο πολλὰ διδόναι τῷ ἀνθρώπῳ) ἀπέτυχε τῆς αἰτήσεως, ηγε δὲ καὶ βίαν ὁ στρατηγὸς καὶ οὐδ' ουτως ειχε 93 τὸν ὑπακούοντα, διεδέξατο τοῦτον τῆς ης ειχεν ἀρχῆς, πολλὰ καὶ πρὸς τὸν Θεόφιλον κατειπὼν τοῦ ἀνδρός. ην ουν ὁ στρατιώτης ἐν ἑαυτῷ, καὶ τὸν ιππον εχων ἐντρύφημα. παρῴχετο δὲ καὶ χρό- νος ἱκανός, ὁ τὸν ανδρα πρὸς πόλεμον ἐκ φιλονεικίας καλῶν, ἀλλὰ καὶ καταδαπανῶν αὐτόν, οια φιλεῖ τοῖς δυστυχοῦσι δεινῶς. ἐγέ- νετο ουν ιππου ἀγαθοῦ ζήτησις παρὰ Θεοφίλου κατὰ τὸν τῆς δυστυχίας καιρὸν τοῦ ἀνδρός· διὸ καὶ διὰ