1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

172

καὶ ἀπωδύρετο τὸν καλὸν ανακτα, τὸν γλυκύν, τὸν εὐ- προσηνῆ, τὸν εὐπρόσιτον, τὸν γαληνόν, καὶ οσοις αλλοις χρὴ ὀνόμασι καλέσαι τὸν ανδρα πρὸς ους τῷ πόθῳ συνδέδεται. ἐπεὶ δὲ τὰ τελευταῖα πνέων ὡρᾶτο ὁ πορφυρογέννητος Κωνσταντῖνος, ̔Ρωμανὸν τὸν υἱὸν αὐτοῦ αὐτοκράτορα βασιλέα ἐποίησεν, παρα- δοὺς καὶ ὁρκώσας ̓Ιωσὴφ πατρίκιον καὶ πραιπόσιτον τοῦ διαφυ- λάξαι αὐτὸν τῇ αὐτοῦ ἐντρεχείᾳ καὶ πυκνώσει· καὶ γὰρ τοιοῦτος ην ὁ ἀνήρ, πυκνὸς καὶ ὀρθὸς καὶ πιστὸς καὶ πρὸς τὰ πολιτικὰ διοικήματα ἀετοῦ ταχύτερος, εἰς δὲ τὸ ἀπροσωπόληπτον καὶ εὐσε- βὴς καὶ δίκαιος, ὡς τοιοῦτον ετερον μὴ γνωρίζεσθαι. 52 Αὐγοῦστα ̔Ελένη σὺν καὶ τοῖς τέκνοις αὐτῆς καὶ τῷ πατρικίῳ καὶ παρακοιμωμένῳ Βασιλείῳ καὶ τοῖς κοιτωνίταις, ὡς ἑώρων τὸν ανακτα Κωνσταντῖνον ψυχορραγοῦντα καὶ συγκοπτό- μενον, περιχυθέντες τῇ κλίνῃ κλαυθμοῖς καὶ ὀδυρμοῖς ἀμέτροις 467 περιρραίνοντες ἀπωλοφύροντο καὶ ἀπωδύροντο τοιοῦτον δεσπότην, καὶ πλέον οὐδὲν ὠφέλησαν η κωφοῖς καὶ κενοῖς δάκρυσι καταπλύ- νοντες τὸ βασιλικὸν ἐκεῖνο σῶμα. καὶ δὴ τὴν κλίνην αὐτοῦ ἀμφο- τέρων περικυκλούντων καὶ ταῖς πολλαῖς οἰμωγαῖς κοπτομένων, καὶ πρὸς τὰ τέλη πάντη ων ὁ γλυκὺς καὶ πλουτοδότης βασιλεύς, χορο- στασίαι ἁγίων καὶ δικαίων μοναχῶν τε καὶ μαρτύρων καὶ ἱεραρχῶν παρίσταντο, καὶ τὸ πανάγιον αὐτοῦ πνεῦμα χερσὶν ἀγγελικαῖς παρέθεντο. καὶ τάχιον τοῦτον ἀποσμήξαντες προέθηκαν ἐν τοῖς δεκαεννέα ἀκουβίτοις. καὶ ψαλμοῖς τοῦτον τελέσαντες παρευθὺ ἐξήγαγον, καὶ πρὸς τὴν Χαλκῆν ἀποθέντες, τελευταῖον ἀσπασμὸν ὁ ἀρχιερεὺς καὶ οἱ ἱερεῖς καὶ οἱ μάγιστροι καὶ οἱ πατρίκιοι καὶ ἡ πᾶσα σύγκλητος κατησπάζοντο· καὶ ὁ τῆς καταστάσεως, ὡς εθος ην, ἀνακράξας "εξελθε, βασιλεῦ· καλεῖ σε ὁ βασιλεὺς τῶν βα- σιλευόντων καὶ κύριος τῶν κυριευόντων," καὶ τοῦ πλήθους τοῦ οχλου βοὴν καὶ κωκυτὸν καὶ ὀδυρμὸν βαλλόντων, καὶ τοῦ τρίτου τοῦτο φωνήσαντος, παρευθὺ αραντες τὸν ανακτα ἐξήγαγον ἀπὸ τῶν βασιλικῶν δόμων ἐπὶ τὴν λεωφόρον, καὶ πρὸς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων εφερον, τῆς συγκλήτου πάσης προπεμπούσης, καὶ ᾳσμασι προπομπίοις τὴν εξοδον μεγαλύνοντες. (53) καὶ τί δεῖ λέγειν εἰς τὸν συνελθόντα λαὸν καὶ οχλον τῆς πολιτείας, τῶν μὲν ἀφ' υψους τὸ βασιλικὸν ἐκεῖνο σκῆνος κατοπτευόντων, τῶν δὲ πλησίον παραθεωρούντων, καὶ αλλων μὲν ἐξ οἰκοδομῶν καὶ 468 οἰκημάτων μετεώρων καὶ ὑψηλῶν προκυπτόντων καὶ πρὸς τὴν θέαν τῆς κλίνης ἐπιρριπτόντων, τῶν δὲ κρυφίως μυρομένων καὶ στεναγμοῖς ἐγκαρδίοις κλονουμένων, καὶ αλλων ὀδυρμοῖς καταξαινομέ- νων, καὶ αλλων τινῶν ὀξύτερον ἐπικωκυόντων, καὶ συνθλιβόμενοι καὶ ἀπολοφυρόμενοι τῷ κοινῷ δυστυχήματι, τινῶν δὲ καὶ τὰ δά- κρυα κρουνηδὸν προχεόντων καὶ τὴν χρυσοκόλλητον κλίνην καταρ- δευόντων καὶ καταρραινόντων. ὡς δὲ τῷ ναῷ τῶν ἁγίων ἀποστό- λων προσήγγισαν καὶ εσω τὸ βασιλικὸν δορυφορούμενον ἐφαίνετο σῶμα, ὁ πατρίκιος καὶ παρακοιμώμενος Βασίλειος τὸ πανάγων αὐτοῦ σῶμα ταῖς οἰκείαις, ὡς εθος τοῖς νεκροῖς ποιεῖν, λαζαρώσας, καὶ τοῦ τάφου ητοι τοῦ λάρνακος εὐτρεπισθέντος καὶ σηκω- θέντος, κατέθετο μετὰ Λέοντος βασιλέως τοῦ πατρὸς αὐτοῦ. τὴν δὲ πατρικὴν ἑνότητα καὶ ἀγάπην οὐδὲ μετὰ θάνατον καὶ ταφὴν ὁ φίλτατος υἱὸς ἀπέστρεψεν. 54 Ην τῇ ἰδέᾳ ὁ πορφυρογέννητος Κωνσταντῖνος ὁ βα- σιλεὺς εὐμήκης τῇ ἡλικίᾳ, λευκὸς τῇ χροιᾷ ὡσεὶ γάλα, εὐόφθαλ- μος, χαροποιοὺς εχων ὀφθαλμούς, γρυπὸς ητοι ἐπίριν, μακρο- πρόσωπος, ῥοδινός, μακροτράχηλος, τῇ ἡλικίᾳ ορθιος ὡσεὶ κυ- πάρισσος, εὐρὺς τοῖς ωμοις, καλότροπος, προσηνὴς τοῖς πᾶσι καὶ ὡς τὰ πολλὰ δειλός, φιλοτράπεζος καὶ φίλοινος, ἡδὺς τοῖς λόγοις, καὶ τοῖς δώροις καὶ ταῖς ἀντιλήψεσι πλούσιος. ουτος ἀπὸ τῆς γεννήσεως αὐτοῦ μέχρι θανάτου αὐτοῦ εζησεν χρόνους πεντή- κοντα πέντε μῆνας δύο ἡμέρας ..... ἐτελεύτησεν δὲ μηνὶ Νοεμ- 469 βρίῳ πεντεκαιδεκάτῃ ἰνδικτιῶνος τρίτης, ετους ἀπὸ κτίσεως κόσμου