1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

75

ὑπώπτευσαν) καὶ περὶ τοὺς ἐκείνου πόδας τὸν μακαρίτην ̓Ιγνάτιον καλινδούμενον καὶ τὴν παρ' ων ἐπεπόνθει δεινὰ ἐκδίκησιν ἰδεῖν ἐξαιτούμενον. ὁ δὲ ἐκείνῳ τε οια συμπάσχων εφησε δοῦναι οὐκ εἰς μακράν, καὶ τῶν ἐφεστώτων ἑνὶ (δύο δὲ τούτῳ χρυσοφοροῦντες ἐφαίνοντο) μά- χαιραν οὐ μεγάλην δούς "αγε δή, ταύτῃ" εφησε "τὸν μὲν τῇ τῶν εὐωνύμων χώρᾳ ἐγκαταστήσας μεληδὸν διάτεμνε τὸν θεόργιστον," ουτω δὴ τὸν Καίσαρα εἰπών, "τὸν δὲ αλλον ἀσεβότεκνον," ουτω τὸν βασιλέα κατονομάσας, "κατάλεγε μὲν τοῖς δεξιοῖς, τὴν δ' ὁμοίαν δίκην ἀπεκδέχεσθαι πρόσειπε." καὶ ὁ μὲν ονειρος ουτω δὴ ἐτελεύτα· ο δὲ υπαρ ἀλλ' οὐκ οναρ ἐστίν, (41) αρτι κατὰ τῶν Κρητικῶν πανδημεὶ μετὰ τοῦ Μιχαὴλ καθωπλίζετο, καὶ πρὸς τὸν τῆς ὑπεραγίας δεσποίνης ἡμῶν θεοτόκου ναόν, ος ουτω δὴ ̔Οδηγοὶ κατονομάζεται, προσφοιτήσας εἰσῄει μετὰ λαμπάδων τὸν συντακτήριον ἐκπληρῶν. ὡς ουν τοῖς ἀδύτοις πλησιάζων ἀπῄει, αφνω τῶν αὐτοῦ ωμων ἡ χλανὶς ὀλισθήσασα αἰσθέσθαι τοῦτον καινοτέρων δεινῶν ἐνεποίησεν. καὶ αὐτὸς δὲ πρὸ μιᾶς ἡμέρας τοῦ μέλλειν αὐτὸν ἀπαίρειν ἀπὸ τῆς πόλεως, ειτ' ἀφ' αὑτοῦ ειτε καὶ αλλως ὑπὸ τοῦ μέλλοντος ἐλαυνόμενος, τοὺς φίλους συναγα- γὼν εἰς ταὐτὸν καὶ συμποσιάσας μεμνῆσθαί τε τῆς αὐτοῦ παρῄνει φιλίας αὐτοὺς καὶ λεγάτα ὡς τοῦ βίου ηδη γινόμενος εξω ἐπέδωκεν. ἀλλ' εδει ταῦτα τέλος λαβεῖν. ὡς ουν κατὰ τῆς Κρήτης ἐξῄεσαν καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐπέβησαν κατὰ Κήπους, τόπον 205 τινὰ ουτω κατονομαζόμενον, οἱ τούτοις ὑπηρετοῦντες προφθάσαν- τες τὰς σκηνὰς κατεπήγνυον ἁμίλλῃ χρώμενοι καὶ σπουδῇ. ενθα πως, ειτε δὴ κατὰ πρόνοιαν ειτε δὴ καὶ αλλως δι' αγνοιαν, τὴν μὲν τοῦ Μιχαὴλ ἐπὶ πεδιάδος χωρίου καὶ ὁμαλοῦ αὐλαίαν ἐκπε- ταννύουσιν, εἰς λόφον δέ τινα καὶ ὑπερανεστηκότα χῶρον τῆς γῆς τὴν τοῦ Καίσαρος· οπερ ὡς ἑρμαῖόν τι καὶ ἀπροσδόκητον κέρδος λαβόντες οι τῷ Μιχαὴλ κατεβόων τοῦ Καίσαρος, κατῃτιῶντο τὸ γεγονὸς καὶ τὰς κατ' ἐκείνου ερραπτον συμβουλάς. ἀλλ' εθρατ- τεν αὐτοὺς καὶ νωθροτέρους πως πρὸς τὴν ἐγχείρησιν ἐποίει ἡ τοῦ Καίσαρος κραταιοτέρα ἰσχύς· ο τε γὰρ δομέστικος τῶν σχολῶν ̓Αντίγονος τούτῳ μᾶλλον, ἀλλ' οὐ τῷ βασιλεῖ, ὡς υἱὸς ἐπειθάρχει καὶ ηγετο, οι τ' αλλοι δὴ στρατηγοί, καὶ ὁ τοῦ δρόμου τοὺς λό- γους διδούς, ουτω καλούμενος Συμβάτιος, ἐπὶ θυγατρὶ αὐτοῦ ὑπάρχων γαμβρὸς ἀναντιρρήτως τὰ ἐκείνου φρονεῖν ἠναγκάζετο. ἀλλ' ελαθεν ουτος κλαπεὶς καὶ μᾶλλον τὸν φόνον τοῦ πενθεροῦ κατεργασόμενος. ὡς ουν ἡ βουλὴ ἠρτύθη καὶ ὁ λόχος ηὐτρέπιστο καὶ οἱ τὸ εργον εἰς πέρας αγοντες ετοιμοι, σύνθημα ὁ Συμβάτιος ἀλλ' οὐκ αλλος εὐτρέπιστο. αρτι ουν ἐξῄει τὰς ἀναφορὰς ἀναγνοὺς ἐξ αὐτῶν, καὶ τὸ σημεῖον ἐδίδου σταυρὸν εἰς τὸ πρόσωπον ἐγχα- ράττων αὐτοῦ. ἀλλ' αυθις ἀναβολαί τινες ησαν καὶ ἀτολμίαι τῷ παρουσιάζειν καὶ κατὰ τὸ πρόσωπον ιστασθαι τὴν τοῦ Καίσαρος ἑταιρείαν· οπερ ὁ Μιχαὴλ εὐλαβούμενος μὴ κατάφωρος γένηται καὶ καθ' ἑαυτοῦ ἐπισπάσῃ τὴν μάχαιραν, ἐθαρσοποίει τε τοὺς ανδρας διὰ πιστοῦ τινὸς καὶ θαρραλεωτέρους ἐδείκνυ ταῖς ὑπο- 206 σχέσεσι καὶ τιμαῖς. καν παρῆλθεν τὸν κίνδυνον καὶ τὸν φόνον ὁ Καῖσαρ ἐξέφυγεν, τῷ δέει τούτων καταπλησσομένων καὶ ἀθυμίᾳ καταβαλλομένων· ἀλλὰ πάλιν δι' ἀποκρίσεως ἐδήλου τῷ Βασιλείῳ (παρακοιμώμενος δὲ ουτος ην) τὴν ἐπὶ ξυροῦ ἑστῶσαν ἀνάγκην, καὶ ἀπελέγετο τὴν ζωήν, καὶ πρὸς τὸν φόνον καθώπλιζεν. ων ἀκηκοὼς ὁ Βασίλειος, καὶ περὶ τοῦ βασιλέως κατορρωδῶν, ἀπορ- ρῖψαι πείθει τὸ δέος αὐτούς, καὶ "ω τῆς ἀνδρίας" εἰπὼν "καὶ εὐτόλμου ψυχῆς" ἐπτέρωσέ τε αφνω αὐτοὺς καὶ εἰσπηδῆσαι πρὸς τὸν ἀγῶνα ἐποίησεν. ους ὁ Βάρδας ἀθρόως ξιφήρεις ἰδὼν καὶ καταπλαγεὶς εγνωκέ τε τὸν θάνατον καὶ πρὸς τοὺς πόδας ερριψε τοῦ βασιλέως αὑτόν. ἀλλ' οὐκ ην τοῦτον διεκφυγεῖν· οθεν αὐ- θωρὸν ἐκεῖθέν τε αὐτὸν ἀποσπῶσι καὶ μεληδὸν κατατέμνουσι, μηνὶ ̓Απριλλίῳ, εἰκάδι πρώτῃ, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης. ειτα κοντῷ τὰ