1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

3

τιον. ὡς γὰρ κατὰ τῶν ̓Αγαρηνῶν ὁ Βαρδάνιος ἠνδραγάθησεν καὶ τῆς γενομένης πολλῆς λαφυραγωγίας δικαίᾳ προνοίᾳ πεποίηκε τὴν διανομήν, κατάλληλα τοῖς ἀγωνιζομένοις ἐν πολέμῳ ἀλλ' οὐ 9 κατὰ πρόσωπον τὰ αθλα προθείς, εδοξε καὶ βασιλείας τούτοις αξιος μεταλαχεῖν. οθεν ἀναρρηθεὶς δημοσίᾳ φωνῇ βασιλεύς, καὶ πολλῶν αλλων ἀπολαύσεών τε καὶ γερῶν ἐκ τοῦ δήμου καταξιω- θείς, ὡς καὶ ναὸν ἐπ' ὀνόματι αὐτοῦ ἀνεγεῖραί τε καὶ κατασκευά- σαι, τὴν ἐπὶ Νικομήδειαν φέρουσαν ῃει ὁδόν. ἀλλ' ἀποχρῶσαν καὶ ἐφάμιλλον ὁ βασιλεύων Νικηφόρος δύναμιν ἐκστρατεύσας, καὶ περὶ τοῦ μέλλοντος δύσελπιν ποιήσας αὐτὸν τῷ πλήθει τῶν ἀντι- παραταττομένων, επεισεν αὐτὸν συγγνώμην φθάσαντα ἐξαιτήσα- σθαι. αρτι μὲν γὰρ Λέων αρτι δὲ καὶ Μιχαὴλ ἀπορρυέντες πρὸς βασιλέα, αθλον ὁ μὲν τὴν φοιδεράτων καὶ βασιλικὸν οικον τοῦ Ζήνωνος καὶ τὸν ∆αγισθέα, ὁ δὲ τὴν τῆς κόρτης κόμητος ἀρχὴν καὶ τὸν τοῦ Καριανοῦ οικον ἀπενεγκάμενοι, οὐκ ἀγαθὰ φρονεῖν αὐτὸν περὶ ἑαυτοῦ πεποιήκασιν. οθεν αὐτῷ τε καὶ τῷ λαῷ συγ- γνώμην αἰτούμενος ἐκ βασιλέως μέχρι τῶν Μαλαγίνων ὑπέστρεφεν· κἀκεῖ τοὺς τῆς ἀπαθείας λόγους δεξάμενος καὶ τὸ χρυσοῦν σταυ- ρίδιον, ο παρὰ τοῦ Νικηφόρου φορούμενον αὐτῷ ἀπέσταλτο πρὸς ἀσφάλειάν τε καὶ πίστωσιν, πρὸς τὴν τοῦ ̔Ηρακλείου μονὴν νύκτωρ, τὸν Θωμᾶν μόνον συγκινδυνεύοντα εχων, ἀπέφυγεν, τὸν τῆς κεφα- λῆς κόσμον ἀφαιρῆσαι σπουδάζων. καὶ ὁ μὲν τῆς μονῆς προεστὼς τοῦτο δρᾶσαι τοῦτον οὐ συνεχώρει· αὐτὸς δὲ τῇ ῃ περιεζώννυτο σπάθῃ τὸν πλόκαμον αὐτοῦ ἀφελών, καὶ πενιχρὰν ἐσθῆτα ἀμφια- σάμενος, ειχετο τῆς πρὸς τὴν Πρώτην νῆσον πορείας, ενθα δὴ τούτῳ κτῆμα καλῶς πεπονημένον ἐνῆν, καὶ ὁ βασιλεὺς ἐκεῖ μένειν 10 περιωρισμένον ἐπέτρεψεν. ἐκεῖσε γοῦν περαιωθείς, καὶ τὰς συνή- θεις εὐχὰς καὶ τὸ τῶν μοναχῶν θεῖον σχῆμα δεξάμενος, μετωνο- μάσθη Σάββας, ἀγῶνας ἀσκητικοὺς πολλοὺς ἐνδεικνύμενος. οὐ πολὺ τὸ ἐν μέσῳ, καί τινες τῶν ἐκ τῆς Λυκαονίας αὐτῷ ἐπιθέμε- νοι καὶ ποιήσαντες ερημον τῶν ὀφθαλμῶν, γνώσει καὶ εἰδήσει τοῦ βασιλεύοντος, τῷ τοῦ θεοῦ προσφεύγουσι θείῳ καὶ μεγάλῳ ναῷ· καὶ τέλος ειχεν καὶ ἡ πρόρρησις τοῦ τὸ Φιλομήλιον ἐνδιαιτωμένου μονάζοντος. ἀλλ' ἐκεῖνος μὲν ὡς εὐεργέταις αὐτοῖς ἐπευξάμενος τῆς σκληροτέρας ειχετο ἀγωγῆς, οινου τε καὶ ἰχθύων καὶ ἐλαίου ὁλοσχερῶς ἀπεχόμενος, γυμνήν τε ἀεὶ φέρων τὴν κεφαλὴν καὶ τοὺς ἑαυτοῦ πόδας, καν ει τις σφοδρότερος ἐγεγόνει χειμών. ετι δὲ μονοχίτων διετέλει, τῷ θέρει μὲν δερμάτινον χιτῶνα ἀμφιεννύ- μενος, τῷ χειμῶνι δὲ τρίχινον περιβαλλόμενος. εζη δὲ οὐ σιτίνῳ, κρίθης δὲ ἀλεύρῳ ἐγκρυφίαν ποιῶν. καὶ ουτω παρέπεμπεν τὸν ἑαυτοῦ βίον, διαρκέσας εως ὁ Λέων τῆς βασιλείας ἐγένετο ἐγκρα- τής. ἀποκαρῆναι δὲ καὶ τὴν ἑαυτοῦ σύμβιον ∆ομνίκαν αμα θυ- γατρὶ καὶ τοῖς ἑαυτοῦ παισὶν ἐν τῷ ἰδίῳ οικῳ ἐποίησεν, μετονο- μάσας αὐτὴν ̓Αθανασίαν, απαντα δηλαδὴ τὸν πλοῦτον διανείμας πτωχοῖς. καὶ τὰ μὲν κατὰ τὸν Βαρδάνιον ουτω τε καὶ τοιαῦτα. 4 ̔Ο δὲ Λέων ειχετο τῆς δόξης καὶ ἐγαυρία ἐκ ταπεινοῦ καὶ ἀδόξου περίβλεπτος ὁραθεὶς κατὰ τὴν τῶν φοιδεράτων ἀρχήν. ἀλλ' οὐδὲ τῆς ἀχαριστίας ἀπείχετο, τοιοῦτος περὶ τὸν εὐεργέτην 11 φανείς. πλὴν ειχετο, καὶ μάχαις μάχας ἐπισυνάπτων κατὰ τῶν ̓Ισμαηλιτῶν ἠνδραγαθίζετο, ατε μεγάλην ἐν τῷ τοιούτῳ μέρει καὶ φύσει καὶ τριβῇ προσφερόμενος δύναμιν. καί ποτε στρατιωτικῶν χρημάτων διανομὴν παρὰ τοῦ τὰ σκῆπτρα διέποντος Νικηφόρου ἐγχειρισθείς, ἐπεὶ οὐδὲν εμελεν αὐτῷ τῶν βασιλικῶν ἐντολῶν, οὐδ' ἐξεπέραινέ τι, ἀλλ' ἐν πολίχνῃ Εὐχαΐτων τὸν καιρὸν ῥαστώνῃ καὶ ἀμελείᾳ κατατρίβων ἀνεβάλλετο τὰ νενομισμένα τῷ στρατῷ παρα- σχεῖν· καὶ φυλακῆς οὐδεμίαν πρόνοιαν εχων, ουτε μὴν τῶν κοι- νῶν χρημάτων, οὐδὲ καὶ τοῦ ἑαυτοῦ σώματος, οὐδ' αὐτῶν τῶν ὑπὸ χεῖρα, τῶν Ἀγαρηνῶν ἐκδραμόντων καὶ τὰ ̔Ρωμαίων ληϊζο-μένων τὴν λείαν αὐτοῖς ουτος, ἀλλ' οὐκ αλλος τις, ἀπεπλήρου ἀταλαιπώρως, ἀλλὰ δι' αὐτοῦ μὲν ου (ὀξείᾳ γὰρ φυγῇ τὴν σω-