1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

125

καλλύναντος βα- σιλέως κατ' ἀρχὰς τὸ προάστειον, ὑπὸ δὲ τοῦ βασιλέως ̔Ηρακλείου συγχωσθεῖσαν καὶ γεωθεῖσαν καὶ καταφύτευσιν δεξαμένην δένδρων τε καὶ λαχάνων, καθάπερ καὶ αἱ τῶν βασιλικῶν παλατίων ουσαι ἐντός, η τε πρὸ τῆς Μαγναύρας καὶ ἡ μεταξὺ τοῦ τε ̓Ιουστινιανοῦ τρικλίνου καὶ τοῦ τῆς ̓Εκθέσεως, αιτινες καὶ αὐταὶ υδωρ αφθονον εχουσαι καὶ ἰχθύας πρὸς τέρψιν καὶ αγραν τῶν βασιλέων ἐκτρέ- φουσαι, ὑπὸ τοῦ αὐτοῦ βασιλέως ἠπειρωθεῖσαι εἰς παραδείσων κατασκευὴν ἐχρημάτισαν διὰ τὸ Στέφανον τὸν μαθηματικὸν τὴν γένεσιν τοῦ εἰρημένου βασιλέως πολυπραγμονήσαντα εἰπεῖν ἐξ υδα- τος αὐτὸν τελευτᾶν. διὰ τὴν τοιαύτην ουν αἰτίαν καὶ τῆς ἐν ̔Ιε- ρείᾳ κινστέρνης εἰς παράδεισον μεταμειφθείσης, ἰδὼν τὸ χωρίον ὁ ἀοίδιμος βασιλεὺς Βασίλειος πρὸς μὲν παραδείσων καταφυτεύσεις τόπους κεκτημένον ἀποχρῶντας καὶ ἱκανούς, ὑποσπανίζον δὲ υδα- τος ποτίμου καὶ καθαροῦ, αυθις ἐκφορήσας τὸν χοῦν πολυχειρίᾳ τε καὶ σπουδῇ τὸν ὁρώμενον πρὸ ὀλίγου λειμῶνα κομῶντα φυτοῖς εἰς τὸ ἀρχαῖον σχῆμα μετήγαγε, καὶ ἀντὶ παραδείσου δοχεῖον ἀπειρ- γάσατο υδατος ἀφθόνου τε καὶ διαρκοῦς. Καὶ ταῦτα μὲν οσα κατὰ τὰς βασιλείους περιοχὰς φιλοπόνως αμα καὶ εὐσεβῶς ὁ ἀοίδιμος βασιλεὺς ἐτεκτήνατο· (93) ἐξελθέτω δὲ τῶν βασιλείων ηδη λοιπὸν ὁ λόγος, καὶ χωρείτω πρὸς τὰ ἑξῆς τῶν κατὰ τὴν βασιλεύουσαν ταύτην πόλιν καὶ τὰ περὶ αὐτὴν ἐν οἰκοδομαῖς τε καὶ ἀνοικοδομαῖς θείων οικων εργα τοῦ αὐτοκράτο- 339 ρος. ὁρῶν γὰρ τὸν ἀστικὸν καὶ βάναυσον οχλον τὸν κατὰ τὴν ἀγοράν, η Φόρος προσαγορεύεται, διατρίβοντα καὶ προστετηκότα ταῖς χρείαις τοῦ βίου ἐν τῷ μὴ εχειν πλησίον οικον εὐκτήριον τῆς ψυχικῆς ἐπιμελείας λήθην λαμβάνοντα, ναὸν περικαλλῆ καὶ σε- βάσμιον τῇ θεομήτορι κατὰ τὴν ἀγορὰν ἐδείματο, ὡς αν καὶ ομ- βρων καὶ χειμώνων ειη τοῖς οχλοις ἀλέξημα καὶ ψυχικῆς σωτηρίας ἐντρύφημα καὶ βοήθημα. καὶ τὸν ετερον δὲ τῆς πανυμνήτου θεο- τόκου, τὸν ἐν τοῖς Χαλκοπρατείοις θεῖον ναὸν τῆς πανσέπτου καὶ ἁγίας σοροῦ, ταπεινὸν ἰδὼν καὶ ἀφώτιστον, καὶ φωτοδόχας ἑκα- τέρωθεν ἀναστήσας ἁψῖδας καὶ τὸ τέγος μετεωρίσας υψει εὐπρε- πείας κατηύγασεν καὶ μαρμαρυγαῖς φωτὸς κατηγλάϊσε. τὸν δὲ τοῦ πρώτου τῶν ἀγγέλων ἐν τοῖς Τζήρου λεγομένοις θεῖον ναὸν καὶ τὴν περὶ αὐτὸν φιλάνθρωπον εἰς τοὺς πένητας ὑπουργίαν καὶ χορηγίαν ἐκεῖνός ἐστιν ὁ περιποιησάμενος, καὶ τόν τε ναὸν φαι- δρύνας καὶ εἰς τὸ νῦν ὁρώμενον κάλλος περιστήσας καὶ ἀγαγών, καὶ τὴν διακονίαν εἰς τὸ ἀνενδεὲς τῇ τῶν προσόδων ἐπαυξήσει κα- ταστήσας, καὶ ἐπιδαψιλευσάμενος τὸν εἰς τοὺς πένητας ελεον. καὶ τὸν ἐν Πουλχεριαναῖς δὲ τοῦ ἱερομάρτυρος Λαυρεντίου μέγι- στον ναὸν συμπτωθέντα ἀνέστησε, πολλῆς ἐμπλήσας τερπνότητος. καὶ αλλους δὲ ἱεροὺς οικους ἀμφὶ τοὺς ἑκατὸν περὶ τὴν πόλιν ἀνέ- στησε, πτωχοτροφεῖά τε καὶ ξενῶνας ἐκαινούργησε, καὶ τῶν πα- λαιωθέντων πλεῖστα ἀνενέωσε, νοσοκομεῖά τε καὶ γηροκομεῖα καὶ μοναστήρια. 340 94 Οὐ κατὰ τὴν πόλιν δὲ μόνον τὰ τοιαῦτα τῶν εργων θεοφιλῶς τε αμα καὶ φιλοτίμως εἰργάζετο, ἀλλὰ καὶ ταύτης ἐκτὸς τὴν ὁμοίαν ἐπεδείκνυτο ἐπιμέλειαν. μεθ' ης καὶ τὸν τοῦ ἀποστό- λου καὶ εὐαγγελιστοῦ ̓Ιωάννου τοῦ θεολόγου ἐν τῷ καλουμένῳ ̔Εβ-δόμῳ ναὸν τῷ χρόνῳ πονήσαντα καὶ καταβληθέντα ἀνίστησι, καλ- λοναῖς τε ὡραΐσας καὶ ὀχυρώμασι κατασφαλισάμενος. ετι δὲ καὶ τὸν πλησιόχωρον αὐτοῦ τοῦ προδρόμου οικον, πρὸ πάνυ πολλῶν καταπτωθέντα χρόνων καὶ ἐρείπιον ἀντὶ ναοῦ χρηματίζοντα, περι- καθαίρει μὲν τῆς υλης καὶ τῶν χωμάτων, ταχίστῃ δὲ οἰκοδομῇ καὶ ἐπιμελείᾳ τῶν περιφανῶν καὶ μεγάλων ισον καθίστησι. τὸ δὲ τοῦ κορυφαίου τῶν ἀποστόλων τέμενος ἐν τῷ ̔Ρηγίῳ, διὰ τὴν ἀπειλουμένην πτῶσιν αβατον τυγχάνον, αὐτὸς καθελὼν καὶ ἐκ βά- θρων καινουργήσας ἐδείματο εἰς μνήμην αὐτοῦ διηνεκῆ τε καὶ ἀνεπίληστον. ἐν δὲ ταῖς τοῦ Βαθύρσου ποταμοῦ ὑπερκειμέναις