1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

44

εφη "ὑγιής, απιθι, τέκνον πρὸς τὸν πατέρα σου· ἐμὲ δὲ ισθι πορευόμενον οὐ πρὸς αλλον, πρὸς δὲ τὸν ἐμὸν οντως βασι- λέα καὶ κύριον." διασωθεὶς δ' ἐκεῖθεν πρὸς τὴν βασιλεύουσαν εἰς τὸν ἐν Βλαχέρναις θεῖον ἐπεφοιτήκει ναόν, τὸν Θεόφιλον εἰδὼς οὐ τὴν τυχοῦσαν εχοντα πίστιν εἰς αὐτόν. οθεν καὶ μάγιστρος τιμᾶται, καὶ σύντεκνος εκτοτε χρηματίζει αὐτοῦ, καὶ δομέστικος προβιβάζεται τῶν σχολῶν. εἰσὶ μὲν δ' οι φυγῇ μὲν χρήσασθαι 121 τὸν Μανουήλ φασι πρὸς τοὺς ἐξΑγαρ, καὶ διὰ τὴν Θεοφίλου, ὡς ειρηται, ἐπανελθόντα σπουδήν, οὐ μὴν καθοσίωσιν ἐγκληθέντα ἐπὶ Θεοφίλου φυγεῖν, ἐπὶ Μιχαὴλ δὲ τοῦ Τραυλοῦ τοῦ τούτου πατρός, ειτε καὶ μίσει τῷ πρὸς αὐτὸν φερόμενον, ειτε δὴ καὶ παλαιὰν δεδοικότα μῆνιν αὐτοῦ. Χειροτονεῖται δὲ καὶ ̓Ιαννὴς ἐπίσκοπος Κωνσταντινουπόλεως κατὰ τὴν εἰκάδα πρώτην τοῦ ̓Απριλλίου μηνός, ἡμέρᾳ πρώτῃ, αθλον ἀσεβείας καὶ ἀπιστίας καὶ τοῦ μὴ τὰς θείας εἰκόνας προσκυ- νεῖν τὴν ἱερωσύνην ἀπενεγκάμενος. 27 Ζητητικῷ δὲ τῷ Θεοφίλῳ τυγχάνοντι καὶ αγαν ἐγκει- μένῳ περὶ γνώσεως τῶν μελλόντων βασιλεύειν ἀνδρῶν, γύναιόν τι ληφθὲν ἐκ τῶνΑγαρ κατὰ τοὺς πολέμους τούτους Πύθωνος κατεχόμενον πνεύματι παρά τινων ἀνεμάνθανε. τοῦτο ουν ηγαγέ τε παρ' ἑαυτῷ ὁ Θεόφιλος, καὶ τίνες ειεν ων ἡ βασιλεία διαρκέσει ἐπὶ πολὺ ἐπυνθάνετο. ὡς δὲ σοῦ μὲν διάδοχον τὸν σὸν υἱὸν καὶ γαμετὴν ἀπεφοίβασέ τε γενέσθαι καὶ ἐμαντεύσατο, μετέπειτα δὲ τοὺς Μαρτινακίους ἐπὶ πολὺ τῆς βασιλείας κατασχεῖν, αὐτίκα τοῦτον τὸν Μαρτινάκην, καί τοί γε προσῳκειωμένον αὐτῷ πως κατὰ συγγένειαν, πρὸς τὸ μονάζειν ἀπέκειρεν, καὶ τὸν ἑαυτοῦ οικον θεοῦ καὶ μοναχῶν ἐναπέδειξεν ἐνδιαίτημα. οὐ τοῦτο δὲ μόνον ἀλλὰ καὶ πολλὰ τῶν μελλόντων τὸ γύναιον ἀπεθέσπισεν· τόν τε γὰρ ̓Ιαννὴν τοῦ πατριαρχικοῦ θρόνου πόρρω που γενέσθαι ἐνεσή- μανεν, καὶ τὴν τῶν σεπτῶν εἰκόνων ἀναστήλωσιν κατεσάφησεν. 122 οις τὴν ψυχὴν ὁ Θεόφιλος ἐπώδυνος γεγονὼς καὶ δυσαπόνιπτα ταῦτα φέρων ἀεὶ πολλὰ πολλάκις ἐπῇδε τῇ ἑαυτοῦ γαμετῇ, πρὸς δὲ καὶ λογοθέτῃ Θεοκτίστῳ παρῄνει καὶ πλήθει κατεδέσμει ορκων τοῦ μήτε τὸν ̓Ιαννὴν ὑπερορίας τυχεῖν μήτε μὴν τὰς εἰκόνας προσ- κυνήσεως. τοσοῦτον δὲ αρα τὰ περὶ τῆς βασιλείας ἠρεύνα τε καὶ ἐξιχνίαζεν ὡς καὶ παρὰ τοῦ ̓Ιαννοῦ ἐν λεκανομαντείᾳ τὸν μέλλοντα Βασίλειον τὴν τοιαύτην ὑπειληφέναι ἀρχὴν καθαρῶς ἐνιδεῖν. οὐ μὴν δὲ ἀλλὰ καὶ Κωνσταντῖνον τὸν κατὰ τὸν Τριφύλιον τὰ αὐτῷ συμβησόμενα διετράνου τὸ γύναιον, πολλὰ λιπαροῦντα καὶ πυν- θανόμενον· αὐτόν τε γὰρ καὶ τοὺς αὐτοῦ υἱεῖς κληρικοῦ σχῆμα ἐπὶ τοῦ Βασιλείου διαμειφθῆναι· ο καὶ γέγονεν. καὶ Γεώργιον δὲ τὸν τὰς στρατιωτικὰς δέλτους ἐπειλημμένον ἐπὶ σφενδόνῃ τῇ κατὰ τὸν ἱππόδρομον ἀποκτανθῆναι, καὶ τὴν υπαρξιν αὐτοῦ τῷ βασιλικῷ ἀνειλῆφθαι ταμείῳ. καὶ ταῦτα μὲν ωδέ πῃ κατὰ Πλά- τωνα...... 28 Τῷ δ' ἐπιόντι ετει πρὸς τὸν κατ' ἀλλήλων πόλεμον οι τ' ̓Αγαρηνοὶ καὶ ὁ Θεόφιλος ἐξελθόντες εμειναν απρακτοι παν- τελῶς ἀλλήλους καταπτοούμενοι, καὶ πρὸς τὴν ἑαυτῶν ἐπανέστρε- φον. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ο τε χαγάνος Χαζαρίας καὶ ὁ Πὲχ πρὸς τὸν αὐτοκράτορα Θεόφιλον επεμπον πρεσβευτάς, τὸ κάστρον οπερ ουτω Σάρκελ κατονομάζεται αὐτοῖς κτισθῆναι ἐξαι- τούμενοι, οπερ ἑρμηνεύεται μὲν Λευκὸν οικημα, εστι δὲ καὶ κατὰ τὸν Τάναϊν ποταμόν, ος τούς τε Πατζινακίτας ἐντεῦθεν καὶ αὐ- τοὺς διείργει τοὺς Χαζάρους ἐκεῖθεν, ενθα καὶ Χαζάρων ταξεῶται 123 καθέζονται τριακόσιοι κατὰ χρόνον ἐναλλασσόμενοι. ων τῇ αἰ- τήσει καὶ παρακλήσει πεισθεὶς ὁ Θεόφιλος τὸν σπαθαροκανδιδά- τον Πετρωνᾶν τοῦ ἐπονομαζομένου Καματεροῦ, μετὰ χελανδίων βασιλικοπλωΐμων καὶ τοῦ Κατεπάνω τῆς Παφλαγονίας ἀπέστειλεν, εἰς πέρας τὴν τούτων αιτησιν κελεύσας ὑπαγαγεῖν. ος αμα τῷ τὴν Χερσῶνα καταλαβεῖν τὰς μὲν μακρὰς νῆας ἐκεῖσέ που προσ- ορμίσας ἐπὶ τῆς χέρσου κατέλιπεν, τὸν δὲ λαὸν ἐν στρογγύλαις εἰσαγαγὼν ναυσὶ μέχρι τοῦ Τανάϊδος διεβιβάσθη, ενθα καὶ τὴν πόλιν