1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

37

ἀχειρότευκτον ἡμῖν ἐγκατέλιπεν. ουτοι γοῦν οἱ θειότατοι ανδρες τὴν τοῦ τυράννου μανίαν καὶ θηριωδίαν ἐκκα- λεσάμενοι τῷ σφόδρα παρρησιασθῆναι μετὰ πολλὰς ἑτέρας βασά- νους τῆς πόλεως ἐξώσθησαν, πρὸς δὲ εὐκτήριον προδρόμου τὸ ουτω καλούμενον τοῦ Φοβεροῦ κατὰ τὸν Ευξεινον πόντον πεφευ- γότες, καὶ ταῖς τῶν μαστίγων ἀφορήτοις φοραῖς τελείως κατα- πονηθέντες, τῆς ανω λήξεως ἠξιώθησαν· ων καὶ τὰ ἱερὰ σώματα ἐπὶ πολὺ αλλως ἐρριμμένα πρὸς τουδαφος, μηδὲ τῆς ταφῆς εὐμοι- ρηκότα, σῶα διετηρήθησαν καὶ ἀλώβητα, μέχρις οτου τοῖς πιστοῖς γενόμενα φανερὰ ἐκηδεύθησάν τε καὶ καταλλήλως τοῖς ὑπὲρ Χρι- στοῦ μαρτυρήσασιν ἐτιμήθησαν. 102 12 Τούτοις ἐφάμιλλος καί τις γενόμενος μοναχός, αρτι δὲ πρὸς ἀρχὴν τῆς ἱερωσύνης ἀναδραμὼν καὶ ζήλου πλη- σθείς, τὸν τύραννον ἐλέγξαι διέγνωκε καὶ περὶ τῶν ἁγίων εἰκόνων πεῖσαι, εἰ δυνατόν. καὶ δὴ κατὰ πρόσωπον αὐτοῦ στὰς αλλα τε διεξῄει πολλὰ καὶ τὸ τοῦ ἀποστόλου Παύλου ῥητόν, τοῦτο δὴ τὸ φάσκον "ει τις ὑμῖν εὐαγγελίζεται παρ' ο παρελάβετε, ἀνάθεμα εστω." ἀλλὰ καὶ τούτῳ πληγὰς ἐπιθεὶς οὐκ ὀλίγας, ἐπεὶ σοφώτερα λέγειν διέγνωκεν αὐτοῦ τε δυνατώτερα εἰπεῖν, πρὸς τὸν ̓Ιωάννην ἐξαπέσταλκεν, καθηγητὴν αὐτοῦ γεγονότα τε καὶ διδάσκαλον, δια- λεκτικαῖς ἀποδείξεσι χρώμενον καταβαλεῖν αὐτὸν ἐγκελευσάμενος. ἀλλὰ καὶ τοῦτον ὁ γενναῖος ἀγωνιστὴς οὐ ταῖς σοφιστικαῖς καὶ δια- λεκτικαῖς ἀποδείξεσι, τοῖς ἀποστολικοῖς δὲ καὶ εὐαγγελικοῖς ῥήμασιν ἀφωνότερον ἰχθύων ἀποδείξας τέως μὲν ἀπὸ τούτου ἐγένετο, υστε- ρον δὲ πρὸς τὸ Καλὸν ουτω λεγόμενον ἀποδημήσας ορος, ̓Ιγνάτιόν τινα θεοφόρον ανδρα καταλαβὼν χειροτονίας τε ἠξίωσεν, καὶ περὶ τῶν μελλόντων πραγμάτων τε καὶ βασιλέων ἀναδιδάξας, αχρι καὶ τοῦ φιλοχρίστου Λέοντος καὶ τῶν τέκνων αὐτοῦ διαμείνας, πρὸς κύριον ἐξεδήμησεν. 13 ̓Επεὶ δὲ πάντας τοὺς τὰς θείας ἐκτυποῦντας μορφὰς ἐξ ἀνθρώπων ποιεῖν ὁ τύραννος ἐνενόησεν η τὸ ζῆν αἱρουμένους ἐμπτύειν τε καὶ ὡς βέβηλά τινα ἐπ' ἐδάφους ῥιπτεῖν καὶ καταπα- τεῖν καὶ ουτω σώζεσθαι, καὶ τὸν μοναχὸν Λάζαρον (περιβόητος 103 δὲ τηνικαῦτα κατὰ τὴν ζῷα γράφουσαν ὑπῆρχε τέχνην) βιάζεσθαι τὸν ανδρα διέγνωκεν. ἀλλὰ καὶ τοῦτον κρείττω μὲν τῶν θωπειῶν κρείττω δὲ καὶ τῆς αὐτοῦ γνώμης εὑρίσκων, οὐχ απαξ η δὶς ἀλλὰ καὶ πολλάκις ὑπ' αὐτοῦ ἐλεγχόμενος, τοσοῦτον ταῖς βασάνοις κατῄκισεν ὡς πρῶτον μὲν συναπορρέειν τὰς σάρκας τῷ αιματι καὶ μηδὲ ζῆν ολως ὑπονοεῖσθαι παρὰ πολλῶν. ἐπεὶ δὲ τῷ δεσμωτη- ρίῳ τοῦτον αυθις ἐγκαθειργμένον μόλις τε ἀναρραΐσαντα διήκουσε, καὶ τῇ ἑαυτοῦ τέχνῃ ἐνασχολούμενον τὰς τῶν ἁγίων ἐν πίναξιν ἀναστηλοῦν μορφάς, πέταλα σιδηρᾶ ἀπανθρακωθέντα ταῖς πα- λάμαις αὐτοῦ τεθῆναι προσέταξεν. ἐβόσκετο ουν τὸ πῦρ τὰς σάρκας αὐτοῦ καὶ κατενέμετο, αχρι ποτὲ ἀπαγορεύσας εκειτο ἡμιθνής. ἀλλ' εδει τοῦτον ὑπὸ τῆς χάριτος διατηρεῖσθαι καὶ τοῖς υστερον εναυσμα· οθεν ἐπεὶ τὰ τελευταῖα πνεῖν τὸν οσιον ἀνεμάνθανεν, ἱκετείαις τῆς Αὐγούστης καί τινων αλλων οἰκειοτέρων τῆς εἱρκτῆς μὲν ἀπέλυσεν, ὁ δὲ πρὸς τὸν ναὸν τοῦ προδρόμου τὸν ουτω κα- λούμενον τοῦ Φοβεροῦ ἐναπεκρύβη, ενθα καὶ τῶν πληγῶν συνου- σῶν αὐτῷ εἰκόνα διέγραψε τοῦ προδρόμου τὴν καὶ μέχρις ἡμῶν διασωζομένην τε καὶ ἰάσεις ἐπιτελοῦσαν πολλάς. καὶ τότε μὲν ταῦτα, μετὰ δὲ τὴν τοῦ τυράννου ἀποβίωσιν, τῆς ὀρθοδοξίας ἀνα- λαμψάσης, τὴν ἐν τῇ Χαλκῇ εἰκόνα τοῦ θεανθρώπου ̓Ιησοῦ Χρι- στοῦ οἰκείαις ουτος χερσὶν ἀνεστήλωσεν. ος καὶ καλούμενος ὑπὸ τῆς περιφανοῦς Θεοδώρας συγγνώμην δοῦναί τε καὶ αἰτήσασθαι τῷ ταύτης ἀνδρί, "οὐκ αδικος ὁ θεός" εφη, "ω βασίλισσα, ἐπι- 104 λαθέσθαι τῆς ἡμῶν ἀγάπης καὶ τῶν πρὸς αὐτὸν κόπων, ἐκείνου δὲ τὸ μῖσος καὶ τὴν ὑπερβάλλουσαν μανίαν καὶ προτιμῆσαι." ἀλλὰ ταῦτα μὲν υστερον. 14 Καί ποτε δὲ τὸν ὁμολογητὴν Θεοφάνην καὶ Θεόδωρον τὸν αὐτοῦ ἀδελφόν, ἐπείπερ λογιότητι διαφέροντας ἀνεγίνωσκε τῶν πολλῶν, κατὰ τὸν τοῦ Λαυσιακοῦ