1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

47

τῶν ̔Ρωμαίων καταπροδοῦναι καὶ πρὸς τὴν ἐξ ης ἀπέστησαν χωρεῖν κεφαλήν. δῆλα γοῦν τῷ βασι- λεῖ λάθρα ποιεῖ, καὶ ἑαυτὸν σώζειν μετὰ λογάδων ἠξίου καὶ μὴ περιμένειν τὴν αλωσιν. καὶ "πῶς εσται τοῦ τοσούτου λαοῦ" ἐπε- ρωτήσαντος τοῦ βασιλέως "ἡ σωτηρία, ἐμοὶ προσμεινάντων;" "σοί" φησί "μόνον εστω, βασιλεῦ, τὸ σώζεσθαι ἐκ θεοῦ· ουτοι δὲ ταχέως τὰ κατ' αὐτοὺς διοικήσουσιν." ὀψὲ γοῦν κατὰ τὸ πε- ρίορθρον τοῦ βασιλέως φυγῇ χρησαμένου καὶ πρὸς τὸ Χιλιοκόκω- 129 μον διασωθέντος, οἱ λειποτάκται τῶν στρατηγῶν τῷ βασιλεῖ προσ- απαντήσαντες ἀναξίους εφασκον ειναι τῆς ζωῆς, βασιλέα ἐν πολέ- μῳ καταπροέντας, καὶ αμα τοῖς ἑαυτῶν ἐγυμνοῦντο ξίφεσι καὶ τοῖς ποσὶν ὑπετίθουν αὐτοῦ, δάκρυσι βρεχόμενοι παρειάς. ἀλλ' ὁ Θεόφιλος τρωθεὶς ἐκείνων μᾶλλον αὐτοῦ τὴν ψυχὴν τῷ παρα- δόξῳ τοῦ πράγματος, "εἰ ἐγώ" φησί "σέσωσμαι ἐκ θεοῦ, σωθή- σεσθε καὶ ὑμεῖς ἀγωνιζόμενοι κατὰ τῶν ἐχθρῶν." Τοῦτο ουν τὸ παρὰ ἐχθρῶν στρατήγημα καὶ ἡ νυκτερινή πως λαλιὰ τῶν Περσῶν, ταὐτὸν δὲ καὶ σπονδὴ εἰπεῖν, τοῖς μὲν Θεοφόβου ἐχθροῖς καὶ θάνατον ψηφιζομένοις αὐτοῖ δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὴ ευκαιρος εἰς διαβολήν, (33) τῷ δ' ἀμε- ραμνουνῇ ἀκηκοότι νίκης οὐ μικρᾶς καὶ κατὰ τοῦ ̓Αμορίου κατα- δρομή. ηνωτο γοῦν κατὰ τὴν τοῦ βασιλέως πατρίδα ἀμφότερα τὰ στρατόπεδα, αὐτοῦ τε τοῦ ἀμεραμνουνῆ καὶ τοῦτο δὴ τὸ προ- πολεμῆσαν σφοδρῶς τοῦ υἱοῦ, καὶ χάρακα περιέβαλλον καὶ τῆς πολιορκίας ἀπήρχοντο. καὶ τέως ἀπόπειραν ἐποίει ἀποστραφεὶς κατὰ ∆ορύλαιον ὁ Θεόφιλος τοῦ δώροις αὐτὸν ἐκεῖθεν ἀποστῆσαι καὶ πρὸς τὰ οἰκεῖα ποιῆσαι παλινοστῆσαι. ἀλλ' οὐ πείθεται, ἐνδομυχοῦσαν φέρων τὴν τῆς πατρίδος αὐτοῦ αλωσίν τε καὶ πόρ- θησιν. μᾶλλον μὲν ουν ἐξουθένει καὶ ἀνδράποδον ἐκάλει τε καὶ δειλόν, μυκτηρίζων καὶ διακωμῳδῶν οις οὐ πρὸ τούτου τούτῳ ἀλλὰ νῦν ἐπὶ ξυροῦ ἑστῶτι ἐπείθετο. ειχε μὲν ουν καὶ τοὺς ἀποσταλέντας 130 πρέσβεις αὐτόθι που, τῶν δρωμένων ἐπόπτας καὶ μάρτυρας. (34) καὶ δὴ χρόνου παρῳχηκότος διέφυγεν αν ἡ πόλις τὸν ολε- θρον, τῷ πᾶσαν ἰδέαν πολιορκίας τῶν μὲν ἐνδεικνυόντων τῶν δὲ καταβαλλόντων, καὶ πολλῶν ἀνῃρημένων ἐξ ἀμφοτέρων ἀνδρῶν, τῶν μὲν ἀμυνομένων τῶν δὲ πολιορκούντων, ἀπράκτων δὲ τέως μενόντων τῶν ̓Αγαρηνῶν καὶ τῆς πολλῆς ὀφρύος κατασπωμένων τῷ πλῆθος ἀνῃρῆσθαι λαοῦ. καὶ γὰρ ὡσεὶ χιλιάδες ἑβδομήκοντα ἐκλελοιπότες εὑρέθησαν μετὰ τὴν αλωσιν ἀριθμούμενοι. ἀλλ' οὐκ ην παρελθεῖν τὴν ἐκ θεοῦ μάχαιραν ἠπειλημένην ανωθεν, οις ὑβρίζετο τὸ θεῖον αὐξανομένης δὴ τῆς αἱρέσεως. διὰ τοῦτο ἀνήρ τις τῶν ὑποβεβηκότων (Βοϊδίτζης ουτος ἐκαλεῖτο ὁ αθλιος) μέλ- λουσιν ηδη πως ἀναχωρεῖν καὶ πρὸς τὴν οἰκείαν μετ' αἰσχύνης παλινοστεῖν "τί" φησίν, "ω ουτοι," γράμματα διὰ βελῶν πεπομ- φώς, "τοσοῦτον τεταλαιπωρηκότες μέλλετε ἀποφοιτᾶν, κεκμηκό- τες απρακτα καὶ πεπονηκότες; ελθετε τοιγαροῦν κατὰ τοὺς πύρ- γους ἐκείνους, ενθα μὲν βοΐδιον ανωθεν λίθινον εξωθεν δὲ λέων ἐκ μαρμάρου ἐφίσταται· κἀκεῖσέ μοι περιτυχόντες, τὰ ὑμέτερα δηλαδὴ φρονοῦντά τε καὶ διευθετοῦντα, καὶ αλλως ἀσθενεστέρων πεφυκότων ενθα δὴ τῶν ἐπάλξεων, ἐγκρατεῖς τε τῶν εσω γενή- σεσθε καὶ ἐμὲ πολλοῦ αξιον κρίνετε." ηλθον κατὰ τὸν λόγον ἐκείνου, καὶ εἰσῆλθον αμα τῇ προσβολῇ, παίοντες καὶ τιτρώσκον- τες τοὺς καταλαμβανομένους. οὐκ ην δὲ οστις τῶν ἀποθνησκόν- 131 των οὐκ ην. πάντες δὲ ἀνῃροῦντο καὶ επιπτον ποταμοὺς κινοῦν- τες ἐξ αιματος. ουτω μὲν ουν αἱρεῖται τὸ ̓Αμόριον καὶ χερσὶν ἀνόμων ἀνομωτέρως προδίδοται, ἐκείνων μόνον ζώντων τῶν μέχρι τοῦ Βαγδὰδ παραπεμφθέντων, τῶν κατὰ τὰ θέματα τελούντων μεγιστάνων τε καὶ κραταιοτέρων ἀνδρῶν, οις καὶ οἱ μβʹ μάρτυρες συνηρίθμηντο. οἱ δ' αλλοι απαντες μαχαίρας πολεμικῆς ἐγίνοντο τρόπαιον. οὐδὲ γὰρ οὐδ' ουτως επεισε τὸν ἐχθρὸν ὁ Θεόφιλος πρέσβεις δευτέρους ἀποστείλας, ἐπὶ κεντηναρίοις διακοσίοις ἐξω- νήσασθαί τε καὶ