1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

128

προξενοῦντα ἐξη- γουμένων καὶ ὑποτιθεμένων αὐτῷ. 99 ̓Επεὶ δὲ εἰώθασι πολλάκις οἱ καθεστηκότες ἐπὶ τῶν ἀρχῶν καὶ τῶν διοικήσεων, τὴν ευνοιαν δῆθεν ὑπεμφαίνειν ἐθέ- λοντες, τάχα δὲ καὶ μονιμωτέραν ἐντεῦθεν οἰόμενοι τὴν ἀρχὴν ἑαυτοῖς καταστήσασθαι, ὑποτιθέναι τὰ πρὸς αυξησιν τῶν εἰσφο- ρῶν καὶ τὸν τῶν προσόδων συντελοῦντα πλεονασμόν, ὑπέμνησέ ποτε καὶ τῷ γενναίῳ τούτῳ βασιλεῖ ἀπὸ τοιαύτης γνώμης ὁ τὴν τοῦ γενικοῦ τὸ τηνικαῦτα διέπων ἀρχὴν ἀποσταλῆναι εἰς τὰ ὑπὸ τὴν ̔Ρωμαϊκὴν ἐξουσίαν απαντα θέματα τοὺς λεγομένους ἐπόπτας τούτους καὶ ἐξισωτάς, ὡς αν, φησί, τοὺς ἀγροὺς καὶ τὰ χωρία, ων ὁ χρόνος τοὺς δεσπότας διά τινα περιπέτειαν τοῖς οἰκείοις ἐπέ- κλυσε ῥεύμασι, πρὸς ἑτέρους διάθωνται καὶ πρόσοδον ἐντεῦθεν οὐχὶ μικρὰν τῷ ταμιείῳ τῷ βασιλικῷ προσπορίσωσιν. ὁ δὲ βα- σιλεὺς ἀποδέχεσθαι προσποιησάμενος τὴν ὑπόμνησιν, ἐκλέξασθαι καὶ εὐτρεπίσαι καὶ αὐτῷ προσαγαγεῖν τοὺς ὀφείλοντας τὸ εργον ἐπιτελέσαι καλῶς προετρέψατο. σκεψάμενος δὲ καὶ φροντίσας ὁ γενικός, καὶ ὡς ἐδόκει κάλλιστα τοὺς ἀρίστους ἐπιλεξάμενος, καὶ τὰς τῶν ἐκλεγέντων κλήσεις εἰσαγαγὼν πρὸς αὐτόν, πολλῆς ἐνομίσθη μέμψεως αξιος καὶ σφοδροτέροις ὑπεβλήθη ὀνειδισμοῖς, 347 εἰ τοιούτους εἰς τὸ τοιοῦτον εργον προβάλλεται. τοῦ δὲ μὴ εχειν ἐν τοῖς πολιτευομένοις κρείττονας λέγοντος, ὁ βασιλεὺς ἀπεκρίνατο οτι παρ' ἐμοὶ τοιοῦτον τὸ τῆς προκειμένης διακονίας εργον κρίνε- ται ωστε, ειπερ οιόν τε ην, αὐτὸν ἐμὲ πρὸς τὴν τούτων διοίκησιν ἐξελθεῖν. ἐπεὶ δὲ τοῦτο οιδα οτι δοκεῖ τυχὸν ἀπρεπὲς καὶ ἀδύνα- τον, ἐξ ἀνάγκης ἐπὶ τοῖς δυσὶ τῆς πολιτείας μαγίστροις, οι καὶ χρόνῳ καὶ πείρᾳ καὶ ταῖς πολλαῖς ἐν τῷ μακρῷ βίῳ τῶν πολιτι- κῶν ἀρχῶν διοικήσεσιν, ἐν αις ἐξητάσθησαν, ἀκίβδηλον καὶ κα- θαρὸν τῆς ἀρετῆς ἐξενηνόχασι τὸ δοκίμιον, τὰς ἐλπίδας ἀποσα- λεύω, καὶ τὴν διακονίαν ὑπὸ τούτων ἀνυσθῆναι δεόντως θαρρῶ. ἀπελθὼν ουν, φησίν, αὐτὸς σὺ τούτοις ἀπάγγειλον τὸ τῆς διακο- νίας ἐπωφελὲς καὶ τὸ θέλημα τὸ ἐμόν. καὶ βουλομένων αὐτῶν ἐξελθεῖν ἐπευδοκῶ καὶ αὐτὸς καὶ ἐπισφραγίζω τὸ βούλευμα. ὡς δὲ ἀκούσαντες οἱ ανδρες ηλθον εἰς εκπληξιν, καὶ τὸ γῆρας ἀνθ' ἱκετηρίας καὶ τοὺς πολλοὺς ὑπὲρ τοῦ κοινοῦ καμάτους καὶ πόνους αὐτῶν προβαλλόμενοι παρενεχθῆναι τὸ τῆς τοιαύτης διακονίας πο- τήριον ἐξ αὐτῶν καθικέτευον, ἐξ ἀνάγκης ὑπέστρεψεν απρακτος ὁ πεμφθείς, καὶ τῷ βασιλεῖ τὰ παρὰ τῶν μαγίστρων ἀπήγγειλεν. απερ ἀκούσας ειπεν ὁ βασιλεὺς οτι εἰ τὸ ἐμὲ ἐξελθεῖν δοκεῖ τε καὶ λέγεται ειναι ἀδύνατον, παραιτοῦνται δὲ τὴν ὑπουργίαν καὶ οἱ λαμ- πρότατοι μάγιστροι, οὐδένα εχων τοῦ πράγματος διοικητὴν ἀξιόχρεων καταλειφθῆναι τὸ ὑποβαλλόμενον βούλομαι ἀνεπίσκεπτον καὶ ἀδιε- ρεύνητον. κρεῖττον γάρ, φησί, παρακερδαίνειν τινὰς ἀπὸ τῶν ἐμῶν 348 οὐ καλῶς η κακῶς ὑποπεσεῖν τινὰ ζημιώδει κακῷ καὶ ἐπιτριβούσῃ αὐτὸν συμφορᾷ. καὶ ἐπὶ τούτῳ τὸν απαντα χρόνον τῆς αὐτοκρα- τορίας αὐτοῦ εμεινεν ἀνέποπτος, ὡς αν τις ειποι, καὶ ἀνεξίσωτος, η μᾶλλον εἰπεῖν ἐλεύθερός τε καὶ ἀδιάπρακτος, ὁ ὑπὸ τὴν ̔Ρωμαϊ- κὴν ἐξουσίαν απας τῶν ολων θεμάτων λαὸς καὶ τὰ χωρία καὶ οἱ ἀγροὶ τοῖς γειτονοῦσι τῶν πενήτων προκείμενοι εἰς ἀπόλαυσιν. τοιοῦτος ην περὶ πᾶν τὸ ὑπήκοον, μάλιστα δὲ τὸν οχλον τὸν ἀγρο- δίαιτον, πατρικὴν ἐπιδεικνύμενος κηδεμονίαν καὶ πρόνοιαν ὁ ἀγα- θὸς βασιλεύς. 100 ̓Αλλὰ καὶ πάλιν ὁ φθόνος ἑτέραν ηγειρε περὶ τὰ βασίλεια ζάλην καὶ θύελλαν, καθ' ἑαυτῆς τὴν φύσιν συντα- ράσσων τε καὶ κυκῶν. αρτι γὰρ τοῦ φιλτάτου τῷ βασιλεῖ υἱοῦ Κωνσταντίνου τὸν βίον ἀπολιπόντος, καὶ μεταπεσόντος τοῦ φίλ- τρου καὶ τῶν ἐλπίδων ἐπὶ τὸν δεύτερον υἱὸν Λέοντα, οὐκ ηνεγκε πράως τὸ βάσκανον τῶν δαιμόνων φῦλον τὸ πρᾶον καὶ ησυχον καὶ εὐσεβὲς αμα καὶ ἐμμελές, ὡς εοικεν, ὁρῶν τοῦ διαδέχεσθαι μέλλοντος τὴν βασίλειον ταύτην ἀρχήν, καὶ τὴν ἐντεῦθεν τοῦ ὑπηκόου στοχαζομένην ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐετηρίαν καὶ πρὸς πάντα τὰ