1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

65

καὶ μοχθηρίαν, ειτε καὶ αλλως ἀληθῶς, τοῦτό τε πάσχειν καὶ κίνησιν ὑπομένειν εἰπών, τούτῳ μὲν "λυτροῦσαι" εφη "τῶν δεσμῶν," καὶ αμα ἀπέλυεν, τῷ δὲ Σηὼν "οὐ βούλεταί σε τὸ θεῖον λυθῆναι δὴ τῆς φρουρᾶς," καὶ αμα ἐδίδου τούτῳ τὰ λύτρα τὰ δοθέντα αὐτῷ ὑπὲρ αὐτοῦ, καὶ τῇ φρουρᾷ ἐγκατέκλειεν αχρις ου τὴν ψυχὴν ἀπεστάλαξεν. 24 ̓Επεὶ δὲ δεύτερος ηδη χρόνος παρέδραμε καὶ μυριά- δας ηκουε τρεῖς κατὰ τῶν ̔Ρωμαίων ἐκστρατεύειν, τὴν ητταν αυθις ὁ Μιχαὴλ ἀνακαλέσασθαι ἐπιθυμῶν, Θρᾷκάς τε καὶ Μακεδόνας μέχρι τῶν τεσσάρων συνηθροικὼς μυριάδων, ἐξῄει πρόθυμος κατ' αὐτοῦ. ὡς δὲ κατά τι χορτοφόρον πεδίον Κελάριον ουτω λεγό- μενον κατεσκήνητο, αρτι δὴ Αμερ αὐτῷ καταστρατηγῶν πορρω- 178 τέρω τῆς τετριμμένης ῃει ὁδοῦ, πρὸς τὸ Χωνάριον ἐπισπεύδων. ἐν δὲ τούτῳ ἐγγύτερόν τε γενόμενος καὶ χεῖρας δὴ προσβαλὼν καὶ πόλεμον συνάψας νεανικὸν φεύγειν ἀλλ' οὐ μένειν τὸν βασιλέα ἠνάγκαζεν. ἀλλὰ φεύγειν μὲν ἐπειρᾶτο, εως τὸν τῶν ιππων ἀκμά- ζειν δρόμον ἀλλ' οὐ διακόπτεσθαι ὑπελάμβανεν. καὶ δὴ σταθε- ρᾶς τε μεσημβρίας ἐνούσης καὶ καύματος οὐκ ὀλίγου θάλποντος ἐκ τῆς τοῦ ἡλίου φλογώσεως, κατά τινα ὀρεινὸν ἀναβαίνειν τόπον βιάζονται, ̓Ανζῆν ουτω λεγόμενον, δυσπρόσοδόν τε καὶ τραχέσι λίθοις οὐκ ευοδον. ἐκεῖσε δὴ φεύγων ὁ βασιλεὺς ἐνηυλίζετο, καὶ ἐκ ποδὸς ὁ Αμερ αὐτῷ ἐπακολουθῶν περικυκλοῖ, ὡς ἐν δικτύῳ θέλων λαβεῖν. καν ελαβεν αὐτὸν δορυάλωτον, ἀλλ' ἡ τῶν βασι- λικῶν ταγμάτων ἰσχὺς καρτερῶς ἀπομαχομένη καὶ τὸ τοῦ τόπου ἀνεστηκός τε καὶ ὑπερέχον μικρόν τι τούτους διέσωσεν. ενθα καὶ τὸν περὶ ψυχῆς αὐτῶν κίνδυνον ἀγωνιζομένων καὶ δεδιότων, βου- λὴν ἠνάγκαζε τὸν Μανουὴλ λέγειν ὁ Μιχαὴλ τὴν ἀμφοτέρους δὴ διασώσουσαν. ὁ δὲ τὰ δι' ων ἐστὶ φανερὸς ὁ βασιλεὺς ἀφελέσθαι συμβουλευσάμενος, καὶ ἰδιωτικὸν ἀναλαβόμενον σχῆμα μετὰ λο- γάδων ἀνδρῶν καὶ δυνάμει προεχόντων τὴν τῶν ἐχθρῶν εφη φά- λαγγα διαρρήξαντα εξω τούτων γενέσθαι περιφανῶς. ὡς δὲ καὶ περὶ τοῦ παραμένοντος οχλου τε καὶ στρατοῦ δεύτερον ἐπυνθάνετο, οπως δὴ σωθεῖεν, ὁ Μιχαήλ, "ἀλλὰ σὲ μὲν γένοιτο" φησίν, "βασιλεῦ, σώζεσθαι ἀβλαβῆ, θεῷ δὲ μελήσει περὶ αὐτῶν· οὐ γάρ ἐστιν ἐπ' ισης βασιλέα καὶ ̔Ρωμαίων τινὰ αἰχμάλωτον γενέ- σθαι ἐχθροῖς." ἀλλαξάμενος ουν τὴν ἐσθῆτα ὁ βασιλεὺς καὶ 179 περὶ τὸν Μανουὴλ ολος γενόμενος εσπευδεν ἐπακολουθεῖν, τού- του μεθ' ἑτέρων διαρρηξάντων τὴν φάλαγγα. ἀλλ' οτε δὴ κατὰ τὸ δεινὸν ἐγένοντο καὶ παρατάξεως πλησίον που τῶν ἐχθρῶν, ερη- μος τῷ φόβῳ δυνάμεώς τε γενόμενος καὶ χειρῶν ἐναπομένειν ἠγάπα, ἀλλ' οὐ προτρέχειν αὐτοῦ. ὡς δ' ὁ Μανουὴλ τὴν φά- λαγγα διακόψας τε καὶ περισωθεὶς τὸν βασιλέα οὐκ ειχεν ὁρᾶν, αυθις τὴν κατόπιν εθει ὁδόν, τὸν ὑπὲρ αὐτοῦ κίνδυνον δεδιώς. ὡς δὲ πάλιν ἐγένοντο συμβολαὶ καὶ πολὺς φόβος συνέπιπτε τῶν Σαρακηνῶν, εγνω δὴ πορρωτέρω χωρήσειν ὁ Αμερ, νάματά τινα καὶ χορτάσματα ζητῶν, σημήνας τὸ ἀνακλητικόν· οτε καὶ τυχὼν ἀδείας ὁ Μιχαὴλ μόλις που ἐκεῖθεν διεσέσωστο ἀδεῶς, καὶ πρὸς τὴν βασιλεύουσαν ἐπανήρχετο. 25 ∆εύτερος ουν μόλις που παρῆλθε χρόνος, καὶ αυθις ἐκστρατεύσας ὁ Αμερ σὺν τεσσαράκοντα χιλιάσι στρατοῦ ὁμοῦ μὲν τὴν ̓Αρμενιακὴν ὁμοῦ δὲ καὶ τὴν πρὸς θάλασσαν ̓Αμισὸν ἐξε-πόρθει τε καὶ κατεδουλαγώγει τῇ τοῦ κωλύοντος ἐρημίᾳ· οτε δὴ καὶ ταὐτὸν ἐκείνῳ τῷ αφρονι Ξέρξῃ λέγεται παθεῖν, καὶ κελεῦσαι ῥάβδοις τύπτειν τὴν θάλασσαν, οτι μὴ πορρωτέρω προκατεστό- ρεστο ἀλλ' ἐγγὺς αὐτὸν λεηλατοῦντα καταλαμβανομένη κεκώλυκεν. ἐφ' οις ἀσχάλλων ὁ Μιχαὴλ καὶ ἀδημονῶν ἐκέλευσε τὸν Πετρω- νᾶν, ἀδελφὸν τῆς βασιλίσσης τυγχάνοντα καὶ τῶν Θρᾳκησίων τὴν στρατηγίδα διέποντα, παντὶ σθένει συμπαραλαβόντα τὰς τῶν ̔Ρω- 180 μαίων δυνάμεις χωρῆσαί ποι κατ' αὐτοῦ καὶ μὴ παρορᾶν ἐπὶ πολὺ τὴν τῶν ̔Ρωμαίων καταληϊζόμενον γῆν. ὁ τοῦ Βάρδα τότε τῶν βασιλικῶν ταγμάτων τε καὶ σχολῶν ηρχεν υἱός, παῖς ετι κο- μιδῇ