1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

170

εὐρύχωρόν τε καὶ τῆς καθ' ἡμᾶς πολιτείας θαῦμα, τὸ πρότε- ρον παροραθὲν ὡς ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ πρὸς πᾶσαν ἀμορφίαν καὶ ἀκοσμίαν ἐλάσαι καὶ μηδὲν αλλο αὐτὸ σκοπεῖσθαι η θεμελίους. ουτος ὁ Κωνσταντῖνος τοῖς πατρικοῖς εργοις ὡς οἰκείοις ἐπιγαννύ- μενος καὶ τερπόμενος ἀνακαινισμὸν ἐν αὐτῷ ἐπιδίδωσιν, αυθις ἀποκαθιστῶν, οὐ μόνον εἰς τὸν πρότερον κόσμον ἀναφέρων ἀλλὰ 461 πλέον κρείττονα δημιουργήσας, πάντοθεν περικαλλύνων καὶ τὴν προτέραν ἀποδιδοὺς τοῖς λουομένοις εὐπάθειαν. τοῦτο καὶ ξένους εἰς θάμβος εἰσάγει καὶ τοὺς ἐνδίκους ἐκπλήττει. 43 ̔Ο δὲ βασιλεὺς Κωνσταντῖνος πατρίκιον Θεόδωρον τὸν Βελωνᾶν λεγόμενον επαρχον καὶ πατέρα πόλεως προχειρίζεται, ανδρα ἱκανὸν καὶ λόγιον, πρὸς τοὺς νόμους πολυπειρίαν καὶ εὐ- φυΐαν εχοντα· καὶ πρὸς τὸ κοινωνὸν τροφὴν ἀνήροτον τοῖς δικα- ζομένοις τῇ εὐκοσμίᾳ καὶ δικαιολογίᾳ αὐτοῦ παρεῖχε. 44 Τὸν δὲ πατρίκιον καὶ παρακοιμώμενον Βασίλειον ὁ πορφυρογέννητος κατὰ τοῦ ἀθέου Χαμβαδᾶ μετὰ ἐκστρατείας καὶ δυνάμεως λαοῦ καὶ πολλῆς ἐξοπλίσεως ἀποστέλλει. καὶ δὴ ταῖς ἐκείνου θεοπνεύστοις βουλαῖς καθοπλισθείς, τῆς βασιλικῆς οἰκίας καὶ τοῦ Βυζαντίου ἀπάρας, πρὸς τὰς τῶν ἀρνητῶν τοῦ Χριστοῦ γίνεται χώρας, καὶ πρῶτα μὲν πόλιν πορθεῖ Σαμοσάτων, Σύροις κάλαι κατῳκισμένην καὶ πρὸς τὴν οχθαν τοῦ Εὐφράτου παρακει- μένην, δυσπόρθητον ουσαν καὶ πολυάνθρωπον καὶ πλούτῳ πολλῷ ἐπιβρίθουσαν, ταύτῃ τὰ τοῦ στρατοῦ ἐχώρει, καὶ κατ' αὐτῶν τῶν βαρβάρων ἡγεμονεύοντος· οιτινες τῇ συντρόφῳ ἀλαζονείᾳ ἐπαιρόμε- νοι ἀμαχὶ τὰ τῆς νίκης αὐτῶν ἐφρυάττοντο. ἐπεὶ δὲ οἱ βάρβαροι τῷ ̔Ρωμαϊκῷ στρατῷ συνεδέθησαν, καὶ μηδὲ τὴν αὐτῶν ὁρμὴν φέρον- 462 τες εἰς φυγὴν ἐτρέποντο, καὶ σώζειν ἑαυτὸν εκαστος οπως δύναιτο ἠγωνίζετο, τότε σκυλεύονται μὲν οἱ νεκροί, δεσμοῦνται δὲ καὶ οἱ ζωγρηθέντες, καὶ λαφύρων πολλὴ γίνεται συναγωγή· καὶ απαντα τὸ κοινὸν θέατρον καὶ ὁ θρίαμβος τοῦ ἱπποδρομίου ὑπεδέξατο. 45 ̔Ο δὲ βασιλεὺς τὸν πατρίκιον Λέοντα τὸν υἱὸν Βάρδας μάγιστρον τοῦ Φωκᾶ στρατηγὸν εἰς ̓Ανατολικοὺς ἀντὶ τοῦ ἀδελ- φοῦ αὐτοῦ Νικηφόρου προχειρίζεται, ανδρα αριστον καὶ πρὸς τοὺς ̓Αγαρηνοὺς καὶ πολεμίους μαχιμώτατον. καὶ ην ἰδεῖν τοὺς αὐταδέλφους ὑπὲρ τῶν Χριστιανῶν ἀγωνιζομένους καὶ πρὸς τοὺς πολεμίους χωροῦντας καὶ κατασφάττοντας, καὶ τὴν αὐτῶν ὁρμὴν μὴ φέροντας. 46 Γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας καὶ φοβερὸς πλησίον τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ, ωστε κατακαῆναι τὸν εμβολον τὸν ἀπερχόμενον πρὸς τὴν Σιδηρᾶν πόρταν. ὁ δὲ αὐτοκράτωρ τῇ πολλῇ αὐτοῦ ἀγαθότητι, καὶ ὡς οἰκεῖα εγγονα τοὺς πολίτας φιλῶν καὶ κηδόμενος, πάντας παρεθυμήσατο εἰς ἀνοικοδομὴν τῶν πυρ- καϊθέντων αὐτῶν οἰκημάτων· καὶ τὸν ανακτα οἱ πολῖται ὡς θεὸν δεύτερον καὶ εὐεργέτην ἐπῄνουν καὶ εὐχαρίστουν. 47 Τῶν δὲ Τούρκων ἐκστρατείας ποιησάντων κατὰ ̔Ρω- μαίων, καὶ καταδραμόντων μέχρι τῆς πόλεως τῇ ἑορτῇ τοῦ ἁγίου πάσχα, καὶ ληϊσαμένων πᾶσαν Θρᾳκῴαν ψυχὴν καὶ πραῖδαν πολ- λήν, ὁ βασιλεὺς εὐθὺς τὸν πατρίκιον καὶ δομέστικον τῶν ̓Εξκου- 463 βίτων Πόθον τὸν ̓Αργυρὸν μετὰ τοῦ τάγματος αὐτοῦ καὶ τοῦ στρατηγοῦ τῶν βουκελαρίων καὶ τοῦ ὀψικίου καὶ τοῦ Θρᾳκήση, κατὰ πόδας αὐτῶν περάσας, ἐξαπέστειλεν· οι τῇ εὐπροσδέκτῳ πρὸς θεὸν εὐχῇ τοῦ πορφυρογεννήτου νυκτὸς ἐπιπεσόντες κατέ- σφαξαν καὶ κατεπολέμησαν, λαβόντες τὴν πραῖδαν καὶ αἰχμαλωσίαν. αὐτοὶ δὲ ὑπὸ τῆς αγαν ηττης καὶ τροπῆς αἰσχυνθέντες εἰς τὴν ἰδίαν γῆν ὑπέστρεψαν. 48 Αξιον γάρ ἐστιν ἐξειπεῖν καὶ τὸ φοβερὸν ἐκ θεοῦ φα- νὲν σημεῖον καὶ προάγγελμα τῆς μεταθέσεως Κωνσταντίνου τοῦ πορφυρογεννήτου. φασὶν γὰρ εἰς τὴν γέννησιν τοῦ ανακτος ἀστέρα λαμπρὸν κομήτην φανῆναι ἡμέρας τεσσαράκοντα, νῦν δὲ πάλιν εἰς τὴν νόσον καὶ εξοδον αὐτοῦ ἀστέρα κατ' οὐρανὸν δειχθῆναι, θο- λερὸν δὲ καὶ ἀμαυρὸν φῶς εχοντα, καὶ τοῦτον ἐπὶ ἱκανὰς ἡμέρας φαινόμενον, δεικνύοντα τῇ κρείττονι δυνάμει