1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

56

μετάνοια τούτοις προσῆν. τοῖς δ' ηδη μετὰ πονηρῶν ἐλπίδων ἀπάρασι καὶ πρόδηλον φέρουσι τὴν κατάγνωσιν οὐχ οιοί τε τὰς εὐθύνας διαλύειν τούτοις ἡμεῖς." (6) καὶ ἡ δέσποινα, ειτ' ἀλη- θῶς ειτε καὶ αλλως τῷ τοῦ ἀνδρὸς ἀναθερμανθεῖσα φίλτρῳ (οπερ εστι, καὶ ἡμεῖς συγκατατιθέμεθα), η μὴν ἐνωμότως τὸν ἱερὸν ἐκεῖνον θίασον ἐβεβαίου ὡς μεγάλα τραγῳδούσης καὶ κατολοφυρο- μένης καὶ πάντα ἐκτραγῳδούσης κατὰ τὸν τῆς ἐξόδου τούτου και- ρόν, καὶ διαγραφούσης ὡς οια ἐπακολουθήσει ἡμῖν μεμισημένοις ἐν τηλικαύτῃ πόλει περὶ τῆς τοιαύτης αἱρέσεως, εὐχῶν στέρησις, ἀρῶν ἐπέκτασις, λαοῦ ἐπανάστασις, εἰσῄει τούτῳ μετάμελος τῆς αἱρέσεως. καὶ ταύτας αμα αἰτησάμενός τε καὶ κατασπασάμενος ζεούσῃ ψυχῇ, ἐμοῦ ἐν χερσὶ καθυποβαλούσης, τοῖς ἀπάγουσιν ἀγγέλοις τὸ πνεῦμα παρέδωκεν. ταύτης ἐκεῖνοι ἀκηκοότες δὴ τῆς φωνῆς, καὶ τὸν τρόπον τῆς Αὐγούστης εὐλαβηθέντες (ην γάρ, εἰ καί τις, φιλόχριστος), καὶ αμα τὴν τῶν ἁγίων εἰκόνων ζητοῦντες τιμήν, κοινῇ ψήφῳ καὶ γνώμῃ τῆς μὲν ἁμαρτίας ταύτης, εἰ ου- τως τοῦτ' εστιν, συγγνώμην εφασαν εὑρήσειν παρὰ θεῷ, καὶ αμα 154 δι' ἐγγράφου ἀσφαλείας τὴν πίστιν τούτου τῇ δεσποίνῃ ἐδίδοσαν. ἐφ' οις τὴν ἐκκλησίαν ἀπολαβόντες, καὶ τῷ Μεθοδίῳ ἁγιωτάτῳ τὴν τῆς ἀρχιερωσύνης ἀποδεδωκότες τιμήν, τῇ πρώτῃ τῶν ἁγίων νηστειῶν κυριακῇ σὺν αὐτῇ τῇ δεσποίνῃ πάννυχον ὑμνῳδίαν ἐν τῷ κατὰ τὰς Βλαχέρνας ἱερῷ τεμένει τῆς ὑπεραγίας ἡμῶν δεσποίνης καὶ θεοτόκου τετελεκότες, τῇ εωθεν μετὰ λιτῆς τῷ μεγάλῳ τοῦ θεοῦ λόγου τεμένει καταλαμβάνουσι· καὶ τὸν κόσμον αὐτῆς αυθις ἀναλαμβάνει ἡ ἐκκλησία, τῆς ἁγίας μυσταγωγίας τελειωθείσης ἁγνῶς. καὶ ἡ μὲν ὀρθόδοξος ουτω προέκοπτεν ἐκκλησία, ἀνα- καινιζομένη ὡς ἀετός, τὸ τῆς γραφῆς, πάντων τῶν αἱρεσιωτῶν ἐν πάσῃ τῇ ὑφ' ἡλίῳ καθαιρέσει ὑποβληθέντων καὶ τοῦ ἀρχιερέως αὐτῶν· ̓Ιωάννης ουτος ην, ὁ διὰ τὴν οἰκείαν ἀσέβειαν ̓Ιαννὴς παρὰ τῶν εὐσεβῶν ὀνομασθείς, οὐκ ἐπηλύτης καὶ ξένος, αὐτόχθων δὲ καὶ τῆς βασιλίδος ταύτης τῶν πόλεων βλάστημα (φύεσθαι δὲ καὶ ἐν ἀμπέλῳ βάτον ἠκούσαμεν), οὐδ' ἐξ ἀσήμου τινὸς ἀλλὰ καὶ λίαν εὐγενοῦς καταγόμενος σειρᾶς, τῆς ουτω τῶν Μοροχαρζαμίων λεγομένης. 7 Ουτος ουν, ινα καὶ τὰ κατ' αὐτὸν ἡ ἱστορία δηλώσῃ, τῆς μονῆς τῶν μαρτύρων Σεργίου καὶ Βάκχου τῆς ἐν τοῖς ̔Ορμίσ- δου διακειμένης ἡγούμενος ανωθεν καὶ τῷ βασιλικῷ κλήρῳ κατα- ριθμούμενος, διαφερόντως παρὰ Μιχαὴλ ἠγάπητο τοῦ Τραυλοῦ, ειτε μόνῳ τούτῳ τῷ κοινωνὸς ειναι τῆς τούτου αἱρέσεως, ειτε καὶ τῷ διαφέρειν ἐπὶ λογιότητι δόξαν τινὰ ἐσχηκώς. πλὴν ἠγάπητο 155 καὶ τοῦ Θεοφίλου διδάσκαλος ἐγκαθίστατο. καὶ ουτος ἐπεὶ τὰς τῆς βασιλείας εσχεν ἡνίας, σύγκελλον μὲν πρότερον τοῦτον τιμᾷ, ειθ' υστερον καὶ πατριάρχην καθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλ- λοντα. καὶ ἡ γοητεία τοιαύτη. εθνους ποτὲ τρισὶν ὑφ' ἡγεμόσι στρατηγουμένου ἀπίστου τε καὶ σκληροῦ τὴν τῶν ̔Ρωμαίων χώραν κατατρέχοντός τε καὶ καταληϊζομένου, καὶ ὡς εἰκὸς ἀθυμοῦντος ἐπὶ τούτῳ τοῦ Θεοφίλου καὶ τοῦ ὑπηκόου παντός, ἀποσκευάζεσθαί που τὴν ἀθυμίαν ουτος συμβουλεύει καὶ θάρρους πληρωθῆναί τε καὶ χαρᾶς, ειγε μόνον τῇ τούτου ἐπακολουθοίη βουλῇ. ἡ δὲ ην τοιαύτη. ἐν τοῖς εἰς τὸν ευριπον τοῦ ἱπποδρομίου ἱδρυμένοις χαλκοῖς ἀνδριᾶσιν ἐλέγετό τις ειναι ἀνδριὰς τρισὶ διαμορφούμενος κεφαλαῖς, ας κατά τινα στοιχείωσιν πρὸς τοὺς τοῦ εθνους ἀρ- χηγοὺς ἀνῆγεν. σφύρας ουν μεγίστας σιδηρᾶς ἰσαρίθμους ταῖς κεφαλαῖς προσέταττε γενέσθαι, καὶ ἀνδράσιν ἐγχειρισθῆναι αὐτὰς τρισίν, ἐπὶ χειρῶν γενναιότητι διαφέροντας· κατὰ δέ τινα ωραν νυκτερινὴν πρὸς τὸν εἰρημένον ἀνδριάντα πλησίον στάντας αὐτοῦ, καὶ τὰς σφύρας ἐπὶ χεῖρας ἐν μετεώρῳ εχοντας, ἡνίκα τούτοις κελεύσειεν, μεθ' ὑπερβαλλούσης δυνάμεως ὁμοῦ ταύτας κατενεγ- κεῖν, ὡς ἐξ ἑνὸς κρούσματός τε καὶ πλήξεως τὰς τοιαύτας ἀποτε- μεῖν κεφαλάς. τούτοις τοῖς λόγοις εὐφρανθείς τε αμα