1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

98

βουλομένῳ, οὐκ ειχον αρα νοῦν ἀλλ' ἐλήρουν οἱ πολλὰ περὶ τὸ μέρος τοῦτο πονή- 266 σαντες ἐν τοῖς τακτικοῖς συγγράμμασι καὶ οἱ μέγιστοι τῶν αὐτο- κρατόρων καὶ στρατηγῶν, οἱ πολλὰ ἀπὸ πολλῶν τρόπαια συστή- σαντες, ων οὐδεὶς ἐθάρρησε πώποτε μετ' ἀμαθοῦς καὶ ἀγυμνά- στου λαοῦ εἰς πολεμίων παράταξιν ἐμβαλεῖν. ἀλλ' οὐκ εστιν ουτε τὸν μὴ μαθόντα εἰδέναι ουτε τὸν μὴ ἀσκήσαντα καὶ γυμνασάμε- νον ἀγωνίζεσθαι. διὰ τοῦτο καὶ ὁ γενναῖος ουτος πρότερον γυμνά- σας καὶ καταρτίσας τὰ τάγματα τὰ στρατιωτικά, καὶ τὴν νεοσύλ- λεκτον στρατιὰν ἀναμίξας τῇ παλαιᾷ, καὶ ταῖς ἁρμοζούσαις χορη- γίαις καὶ δωρεαῖς λιπάνας αὐτῶν τὰ νεῦρα καὶ τονώσας τὰς δεξιάς, ουτω μετ' αὐτῶν προσέβαλε τοῖς ἐχθροῖς καὶ τὰ πολλὰ τρόπαια εστησεν καὶ τὰς μυρίας νίκας ἀνείλετο. διὰ βραχέων δὲ διη- γήσομαι. 37 Καὶ κατάστασιν πόλεως ἐνευκαιρήσας καὶ σχολάσας πράξεσιν, εαρος ὑπολάμποντος τὰ οπλα ἀνείλετο καὶ μετὰ τῶν στρατιωτικῶν καταλόγων ξυνεξητάζετο, ἡγούμενος χρῆναι τὸν ὡς ἀληθῶς αρχοντα τοῦ οἰκείου προκινδυνεύειν λαοῦ καὶ ὑπὲρ τοῦ πᾶν ἀδεῶς διάγειν τὸ ὑποχείριον πόνους καὶ ταλαιπωρίας ἑκουσίως αὐτὸν ἀναδέχεσθαι. καὶ ἐπεὶ κατὰ τοὺς καιροὺς ἐκείνους ὁ τῆς Τεφρικῆς ἐξηγούμενος, ον Χρυσόχειρα κατωνόμαζον, ἐπ' ἀνδρίᾳ καὶ συνέσει διαφέρειν δοκῶν σφόδρα παρελύπει τὴν ̔Ρωμαίων χώ- ραν καὶ τοὺς λαούς, καὶ πολλοὺς τῶν ἀγροίκων καθ' ἑκάστην αἰχμαλώτους ποιούμενος ἐφρόνει σοβαρὰ καὶ ὑπέρογκα, κατ' αὐτοῦ 267 καὶ τῆς ὑπ' αὐτὸν πόλεως ἐκστρατεύει ὁ βασιλεύς. τοῦ δὲ σοβαροῦ καὶ θρασέος ἐκείνου πρὸς τὴν γενναιότητα τοῦ ἐπιόντος στρατεύ- ματος καὶ τὴν σύνεσιν καὶ ἀνδρίαν τοῦ αὐτοκράτορος ἐμφανῶς μὴ τολμήσαντος ἀντιστῆναι, ἀλλ' ὑποχωροῦντος καὶ μόνην τὴν οἰκείαν πόλιν φυλάξαι καὶ κρατύνεσθαι διεγνωκότος, ἐπῄει κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν ληϊζόμενος καὶ πορθῶν καὶ κατα- τέμνων καὶ πυρπολῶν πάσας τὰς ὑπὸ τὸν Χρυσόχειρα χώρας καὶ κωμοπόλεις ὁ βασιλεύς, λείαν απειρον καὶ αἰχμαλωσίαν περιβαλ- λόμενος. προσβαλὼν δὲ καὶ αὐτῷ τῷ αστει Τεφρικῆς, καὶ δι' ἀκροβολισμῶν καὶ προσεδρείας οὐχὶ μακρᾶς ἑλεῖν πειραθείς, ὡς ἑώρα καὶ τειχῶν καρτερότητι καὶ πλήθει βαρβαρικῷ καὶ ἀφθονίᾳ χρειῶν κατωχυρωμένον αὐτὸ καὶ δυσάλωτον, ἐπεὶ καὶ τὰ ἐκτὸς απαντα δι' ἐλαχίστου χρόνου τῷ πλήθει τῆς στρατιᾶς κατηρείπωτο καὶ τὰ ἀναγκαῖα σχεδὸν κατηνάλωτο, ἀπέστη τῆς πρὸς τὴν πο- λιορκίαν χρονίου ἐπιμονῆς· τὰ δὲ περὶ αὐτὴν φρούρια τὴν Αβα- ραν καὶ τὴν Σπάθην καὶ ετερά τινα ἐκπορθήσας, καὶ αρας ἐντεῦ- θεν ἀσινῆ τὸν περὶ αὐτὸν πάντα στρατόν, μετὰ συχνῶν, ὡς ειρη- ται, λαφύρων καὶ ἀνδραπόδων ἐπανεχώρησεν. 38 Τῶν ἐν τῇ Τεφρικῇ τοίνυν τὸν πολὺν φόνον ἡ ἑτέρα τῶν ̓Ισμαηλιτῶν πόλις θεασαμένη, ην Τάραντα λέγουσι, πρέσβεις πέμψασα εἰρήνης ἠξίου τυχεῖν καὶ ταῖς συμμαχίσιν ἐγγράφεσθαι. ὁ δὲ κράτιστος βασιλεύς, οσην πρὸς τοὺς ἀντιταττομένους ἀνδρίαν, 268 τοσαύτην πρὸς τοὺς ὑποταττομένους ἐπιείκειαν ἐνδεικνύμενος, ἡτ- τήθη τε τῆς πρεσβείας καὶ τῆς εἰρήνης τοῖς αἰτοῦσι μετέδωκε, καὶ συμμάχους ἀντὶ πολεμίων τὸ ἀπὸ τοῦδε ἐκέκτητο. ἐκ τούτου αλλοι τε οὐκ ὀλίγοι καὶ Κουρτίκιός τις ̓Αρμένιος, ος ειχε τότε τὴν Λό- καναν καὶ συνεχῶς τὰς ἐσχατιὰς τῆς ̔Ρωμαϊκῆς ἀρχῆς ἐλυμαίνετο, προσέφυγε πρὸς αὐτόν, καὶ τὴν πόλιν αὐτοῦ καὶ τὰ οπλα καὶ τὸν λαὸν τῷ αὐτοκράτορι καθυπέταξε, θαυμάσας αὐτοῦ τὸ μετὰ τοῦ ἀνδρείου ἐπιεικὲς καὶ μετὰ τῆς δυνάμεως δίκαιον. 39 Εως δὲ πρὸς αὐτὸν ειχον τὸν νοῦν οἱ πολέμιοι, καὶ περιεσκόπουν πρὸς ο μέρος ῥέψει, ινα πρὸς τὸ πονοῦν καὶ αὐτοὶ συνασπίσωσι, κοῦρσον κατὰ τῆς λεγομένης Ζαπέτρας ἀπέστειλεν ἐπιλέκτων πολεμιστῶν, οι σπουδῇ τὰ στενὰ τῆς ὁδοῦ διελθόντες αὐτῇ τῇ πόλει προσπίπτουσι, καὶ ταύτην ἐξ ἐφόδου λαμβάνουσι, καὶ πολλοὺς ἐν αὐτῇ κατασφάττουσιν, αἰχμαλωσίαν τε πολλὴν καὶ λείαν λαμβάνουσι, καὶ δεσμίους χρονίους ἐξάγουσι τῆς φρουρᾶς. ειτα τὰς