38
τρίκλινον ἐξεκάλει δημοσίᾳ δια- λεξομένους περὶ τῆς πίστεως· καὶ "αγε δή" φησίν, "ὑμεῖς ω κατάρατοι, τίσι πειθόμενοι ῥήσεσι τῆς γραφῆς καὶ τεθαρρηκότες τὰ ειδωλα" ἀφέτῳ δὴ γλώσσῃ καὶ μιαρᾷ τὰς ἁγίας εἰκόνας ουτω καλῶν "προσκυνεῖτε, καὶ τοὺς πολλοὺς καὶ ἀκεραίους καλῶς εχειν ουτω ποιεῖν διαβεβαιοῦσθε;" καὶ αλλ' αττα προσετίθει βλάσφημα καὶ ἀπηχῆ κατὰ τῆς εἰκόνος Χριστοῦ τοῦ θεοῦ γεγωνοτέρᾳ φωνῇ. καὶ ουτοι δὴ μακάριοι, "ἐμφραχθείη τὸ στόμα" εἰπόντες "τὸ κατὰ τοῦ θεοῦ λαλοῦν ανομα," καὶ τούτῳ δὴ τὸ θράσος αὐτοῦ κατα- βαλόντες (οὐ φέρει γὰρ βασιλεὺς αδικος κατὰ πρόσωπον ἐλεγχό- μενος), τὸν θῶπα τέως ὑποκρίνεται, καὶ παρὰ τῶν προφητῶν ἐζήτει μαρτυρίας εἰς αὐτὸ τοῦτο ἐναγούσας, τὸ προσκυνεῖσθαι αὐτάς. τοῦ δὲ μακαρίου Θεοφάνους ῥῆσίν τινα ἐκ τῆς τοῦ ̓Ησαΐου προσάγοντος προφητείας, οὐκ εχειν ουτως ταύτην ὁ Θεόφιλος ἀντέλεγεν, καὶ αμα τὴν ἑαυτοῦ βίβλον ἀνελίττων ἐδείκνυε τοὺς λόγους πιστούς. ὡς δὲ νενοθεῦσθαι ὑπ' αὐτοῦ οὐ ταύτην δὴ μό- νον ὁ αγιος ἐπεβόα, ἀλλὰ καὶ πάσας τὰς εἰς αὐτοῦ χεῖρα βίβλους 105 ἐληλακυίας, ἐκείνην ελεγε προστιθεὶς τὴν βίβλον ἰέναι πρὸς αὐτὸν τὴν κατὰ τὴν πατριαρχικὴν ἐν τῷ Θωμαΐτῃ κατὰ τήνδε τὴν θέσιν κειμένην βιβλιοθήκην εἰς τῶν λεγομένων βεβαίωσιν. ἐπεὶ γοῦν ἀπέσταλτό τις καὶ θᾶττον η λόγος ηγαγεν, ἑκὼν μὲν ὁ βασιλεὺς περὶ τὴν τοῦ ῥητοῦ ευρεσιν ἡμάρτανεν καὶ ἀλλαχοῦ ἀνείλιττεν αἰσχυνόμενος· ὡς δ' ὑπὸ τοῦ μακαρίτου Θεοφάνους ἀνεδιδάσκετο, δακτυλοδεικτοῦντος ὡς ετι τρία φύλλα διαβιβάσας τὸ ζητούμενον καταλάβοις, τότε δὴ μὴ φέρων τὴν ἐκ τῶν ἀνδρῶν παρρησίαν, ἀλλὰ καὶ τὴν ἀλήθειαν εχειν ουτως εἰδώς, τὸ τῆς μακροθυμίας μέχρι τοῦ νῦν ἐπίπλαστον ἀπορρίψας καὶ τὸν θῆρα ἀνακαλύψας "οὐ δίκαιον" εφησε "βασιλέα ὑπὸ τοιούτων ἀνδρῶν ἐνυβρίζεσθαι." οθεν προσέταξεν ἐν τῷ τοῦ Λαυσιακοῦ μεσοκηπίῳ ἀπαχθέντας ἀνὰ διακοσίων ῥάβδων τυφθῆναι, καὶ τῷ μετώπῳ αὐτῶν ἐπιγρα- φῆναι βαρβαρικῶς ἐγκεντηθέντας ους συνέθηκε λήρους ἰαμβικούς. εἰσὶ δὲ ουτοι. πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν οπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες εστησαν εἰς σύστημα τῆς οἰκουμένης, ωφθησαν ουτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες 106 οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. οθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν. τούτου δὲ θᾶττον γενομένου ἐκεῖνοι μὲν τὸν τῆς ὁμολογίας καὶ μαρτυρίας ἀνεδήσαντο στέφανον, ουτος δὲ ὁ σοβαρὸς καὶ πάντων ἀθλίων ἀθλιώτερος πᾶσιν ἐδείχθη βλάσφημος καὶ διώκτης καὶ τῶν πώποτε κακοδόξων κακοδοξότερος. 15 Πρὸς τούτοις δὲ καὶ Μιχαὴλ τὸν σύγκελλον τῆς κατὰ τὴν ἁγίαν πόλιν ἐκκλησίας σὺν ἑτέροις πολλοῖς ἀσκηταῖς κατὰ τὴν φυλακὴν ἐγκαθεῖρξεν, τῇ πολιχρονίῳ κακώσει ὑπάξαι μηχανώ- μενος. Τὰ μὲν δὴ κατὰ τῶν πιστῶν καὶ ἁγίων τοιαῦτα αὐτοῦ τὰ νεανιεύματα· καὶ τὸν μὲν δι' ἡμᾶς ὀφθέντα ανθρωπον, θεὸν οντα ἀληθινόν, ουτως υβριζέ τε καὶ τοὺς ἑαυτοῦ ἁγίους θερά- ποντας οὐχ ουτω βραχεῖ χρόνῳ καὶ περιωρισμένῳ κατὰ πάντα δὲ τὸν ἑαυτοῦ χρόνον τῆς ζωῆς ἐκάκου καὶ ἀνηκέστοις ὑπεβάλλετο συμφοραῖς. (16) υμνους δέ τινας ποιῶν καὶ στιχηρὰ μελίζων ᾳδεσθαι προετρέπετο· μεθ' ων καὶ τὸ τοῦ τετάρτου ηχου "εὐλο- γεῖτε," ἐκ τοῦ κατὰ τὴν ὀγδόην "ακουε κόρη" ᾠδὴν μεθαρμοσά- μενος καὶ ῥυθμὸν παρασχών, ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς πάντων ἐπήκοον ᾳδεσθαι διωρίσατο. φέρεται δὴ καὶ λόγος τις ὡς αὐτὸς ουτος ὁ Θεόφιλος ερωτι τοῦ μέλους βαλλόμενος, καθάπερ πατέρες 107 περὶ τὰ εκγονα, κατὰ τὴν μεγάλην ἐκκλησίαν ἐν φαιδρᾷ πανηγύ- ρει οὐ παρῃτήσατο τὸ χειρονομεῖν, δοὺς τῷ κλήρῳ αὐτῆς λίτρας ὑπὲρ τούτου χρυσίου ἑκατόν. καὶ τὸ στιχηρὸν δὲ τὸ κατὰ τὴν βαϊοφόρον, "ἐξέλθετε εθνη, ἐξέλθετε καὶ λαοί," τῆς