1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

120

Ζωῆς τὸν θεῖον οικον ἠδα- φισμένον σχεδὸν κατάλληλον τοῦ πρῴην ἐδείματο. πρὸς τούτοις δὲ καὶ τὸν τοῦ μάρτυρος ̓Ακακίου ἐν τῷ ̔Επτασκάλῳ θεῖον ναὸν ηδη σχεδὸν καταρρυέντα καὶ πρὸς πτῶσιν συνελαυνόμενον ἀνακαι- 325 νίσας καὶ παντοίοις κατασφαλισάμενος ὀχυρώμασι τοῦ πτώματος ηρπασε καὶ ἑδραίως ἑστηκέναι πεποίηκεν. τὸν δὲ ̓Ηλιοὺ τοῦ προ- φήτου κατὰ τὸ Πετρίον ναὸν ωσπερ λειποψυχοῦντα ἀνέρρωσε καὶ περιφανῶς ἐκτίσατο, ἐλευθερώσας καὶ τῆς περιστοιχούσης καὶ πιεζούσης τῶν κοινῶν οἰκιῶν συνοχῆς. 83 ̓Αλλὰ τί στρεφόμεθα περὶ τὰ μικρὰ τῶν ἐκείνου, εἰ καὶ πάνυ μεγάλα καθέστηκε, καὶ οὐ προστιθέαμεν τὸ μέγα εργον καὶ ἀξιάγαστον, ο κατ' αὐτὰς τὰς βασιλείους αὐλὰς αὐτὸς ἐπι- στατῶν τε καὶ αὐτουργῶν ᾠκοδόμησεν; οπερ ἀρκεῖ καὶ μόνον τήν τε περὶ τὸ θεῖον αὐτοῦ δηλοῦν ὁσιότητα καὶ τὸ πρὸς τὰ ἐπιβαλλό- μενα μεγαλουργόν τε καὶ θαύματος αξιον. ἀμειβόμενος γὰρ ωσπερ τῆς περὶ αὐτὸν εὐμενείας τὸν δεσπότην Χριστὸν καὶ τὸν πρῶτον τῶν ἀγγελικῶν δυνάμεων Γαβριὴλ καὶ τὸν Θεσβίτην ̓Ηλίαν τὸν ζηλωτήν, ος καὶ τῇ αὐτοῦ μητρὶ τῆς πρὸς βασιλείαν τοῦ υἱοῦ ἀν- υψώσεως ἐχρημάτισεν αγγελος, εἰς ονομα τούτων καὶ μνήμην ἀΐδιον, ετι δὲ τῆς θεοτόκου καὶ Νικολάου τοῦ ἐν ἱεράρχαις πρω- τεύοντος, θεῖον καὶ περικαλλῆ ναὸν ἐδομήσατο, εἰς ον συνῆλθε τέχνη καὶ πλοῦτος καὶ ζέουσα πίστις καὶ ἀφθονωτάτη προαίρεσις, καὶ τὰ πανταχόθεν συνέδραμε κάλλιστα, α τοῖς ὁρῶσι μᾶλλον η τοῖς ἀκούουσιν οιδα τυγχάνειν πιστά. ον ὡς νύμφην ὡραϊσμένην καὶ περικεκοσμημένην μαργάροις τε καὶ χρυσῷ καὶ ἀργύρου λαμ- πρότησιν, ετι δὲ καὶ μαρμάρων πολυχρόων ποικιλίαις καὶ ψηφί- 326 δων συνθέσεσι καὶ σηρικῶν ὑφασμάτων καταστολαῖς, τῷ ἀθα- νάτῳ προσήγαγε νυμφίῳ Χριστῷ. (84) ο τε γὰρ οροφος ἐκ πέντε συμπληρούμενος ἡμισφαιρίων στίλβει χρυσῷ καὶ εἰκόνων ὡς ἀστέρων ἀστράπτει κάλλεσιν, εξωθεν μετάλλοις ἐμφεροῦς χρυσίῳ χαλκοῦ καλλυνόμενος, οι τε παρ' ἑκάτερα τοῖχοι τῷ πολυτελεῖ καὶ πολυχρόῳ τῶν μαρμάρων καταποικίλλονται, καὶ τὰ αδυτα τοῦ ναοῦ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις καὶ μαργάροις κα- ταπεποίκιλται καὶ καταπεπλούτισται. καὶ αἱ τῶν ἐκτὸς διείργου- σαι τὰ θυσιαστήρια κιγκλίδες καὶ τὰ ἐν αὐταῖς περίστυλα καὶ τὰ ανωθεν οιον ὑπέρθυρα χρηματίζοντα οι τε ἐντὸς θᾶκοι καὶ αἱ πρὸ τούτων βαθμίδες καὶ αὐταὶ αἱ ἱεραὶ τράπεζαι, ἐξ ἀργύρου πάντα περικεχυμένον εχοντος τὸν χρυσὸν καὶ λίθοις τιμίοις ἐκ μαργαρι- τῶν ἠμφιεσμένοις πολυτελῶν τὴν σύμπηξιν καὶ σύστασιν εχουσιν. αὐτὸ δὲ τὸ εδαφος σηρικῶν ὑφασμάτων η Σιδονίων εργων ἐφη- πλωμένων δόξει τυγχάνειν ἀνάπλεων· ουτω πᾶν ἐξωράϊσται καὶ καταπεποίκιλται τῷ πολυχρόῳ τῶν ὑποκειμένων ἐκ μαρμάρων πλακῶν καὶ ταῖς πολυειδέσι τῶν ταύτας περικλειουσῶν ψηφίδων ζώναις καὶ τῷ τῆς ἁρμογῆς ἀκριβεῖ καὶ τῷ περιττῷ τῆς περιθεού- σης ἐν απασι χάριτος. ενθα καὶ πλῆθος ᾀδόντων ἐξυπηρετου- μένων ἀφώρισε καὶ προσόδους ἱκανὰς ἀπέταξεν, ας φιλοτίμως καὶ μεγαλοπρεπῶς διανέμεσθαι τοῖς προσανέχουσι τῷ τοιούτῳ ἱλαστη- ρίῳ προσέταξεν, ὑπερβαλέσθαι σχεδὸν τοὺς πρὸ αὐτοῦ πάντας τῇ περὶ τὰ τοιαῦτα μεγαλοδωρεᾷ φιλοτιμησάμενος. 327 85 ̓Αλλ' ὁ μὲν ναὸς τοιοῦτος καὶ ουτω τὰ ἐντὸς εχων, οσον μικρῷ λόγῳ δηλῶσαι δυνατὸν τὰ μεγάλα, καὶ πᾶσαν ἐντι- θέντα ταῖς τῶν θεωμένων διανοίαις εκπληξιν· τὰ δὲ ἐκτὸς οια! πρὸς ἑσπέραν μὲν καὶ κατ' αὐτὰ τοῦ ναοῦ τὰ προαύλια φιάλαι δύο ἑστήκασιν, ἡ μὲν πρὸς νότον ἡ δὲ πρὸς βορρᾶν, πᾶσαν εχουσαι καὶ τέχνης ὑπερβολὴν καὶ υλης λαμπρότητα καὶ φιλοτιμίαν τοῦ τῶν εργων δημιουργοῦ. ων ἡ μὲν πρὸς νότον ἐξ Αἰγυπτίου λίθου, ον ἡμεῖς ̔Ρωμαῖον λέγειν εἰώθαμεν, εχει τὴν σύστασιν. περὶ ην καὶ δράκοντας εστιν ἰδεῖν, ους ἡ λιθοξόος τέχνη αριστα διεμόρφω- σεν. ης μέσον μὲν κωνοειδὴς καὶ διάτρητος ἀνέστηκε στρόβιλος, πέριξ δὲ κιονίσκοι λευκοὶ καὶ τὸ ενδον ὑπόκενοι χοροῦ σχῆμα