1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

71

εἰκότως οὐ τὴν κρείττω δόξαν ἀλλὰ τὴν ἐναντίαν ἠνέγκατο. αρτι γὰρ τὸν βίον Μεθοδίου μετηλλαχό- τος, τέσσαρας μόνους χρόνους τὸν τῆς Κωνσταντινουπόλεως θρό- νον κεκρατηκότος, ̓Ιγνάτιον μοναχὸν οντα καὶ τῆς μονῆς ἡγούμε- νον τοῦ Σατύρου, τὸν Νικηφόρου μὲν τοῦ βασιλέως εκγονον, υἱὸν δὲ Μιχαήλ, τὸν ἐπ' εὐλαβείᾳ καὶ ἀρετῇ παντοίᾳ μαρτυρηθέντα πρὸς τὸν τῆς πατριαρχίας θρόνον ἀναβιβάζουσι καὶ τῆς οἰκουμέ- νης τοὺς οιακας ἐμπιστεύουσιν. ουτος ουν μετά τινας χρόνους τὸν Βάρδαν ἐπὶ τῇ τοῦ οἰκείου γυναίου ἀλόγως καὶ ἀναιτίως ἀπο- βολῇ τῆς αὐτοῦ δὲ νύμφης περιπλοκῇ τῆς ἐκκλησίας ἀπείργων, ἐπεὶ μὴ τῶν θείων κανόνων ἠμέλει, τὴν ην ἐκείνῳ ἐδίδου ποινὴν τῆς ἐκκλησίας ἀποπεμπόμενος, ταύτην εἰσπράττεται παρ' αὐτοῦ. καὶ ινα τὸν λιμὸν καὶ τὴν δίψαν παρῶ καὶ τὰς ἐπὶ γῆς τοῦ ἀνδρὸς ἐκτάσεις τε καὶ ῥαβδισμοὺς καὶ τὰς καθ' ολον τὸ σῶμα ὠμοτάτας πληγάς, εν τοῦτο μόνον ἐγὼ εἰπὼν ἐπὶ τὰ συνεχῆ βαδιοῦμαι τῆς ἱστορίας. (31) παρεδίδου τὸν ̓Ιγνάτιον ὁ Βάρδας φρουρᾷ, καὶ φρουρᾷ ἀπηνεῖ τε καὶ χαλεπῇ· ἡ δὲ ην ἐν τῷ τῶν ἱερῶν ἀποστό- λων τεμένει, οὐκ ἐν τῷ δὴ μεγάλῳ τε καὶ σεμνῷ, ἀλλ' ενθα οἱ 194 τάφοι καὶ λέγονται καὶ εἰσίν. ἐκεῖσε δὴ ἐναποκλείσαντες εν τινι τοῦτον τάφῳ τοῦ Κοπρωνύμου, ἐν κρυμῷ καὶ παγετῷ γυμνότερον ὑπέρου, τὸ τῆς παροιμίας, ἐν μετεώρῳ ἐπικαθίσαντες τὰ τοῦ κρυ- μοῦ καὶ χειμῶνος πάσχειν ἐξεβιάζοντο· τὰ δὲ ην ἡ δυσεντερία τε καὶ τῶν ἐντὸς ἀναγκαίων ἐκ τῆς τοῦ ψύχους ὑπερβολῆς διὰ γα- στρὸς ἀπόρροια καὶ θάνατος ἐκ τούτου πικρός. ἀπεβίω δ' αν ἐκ τῆς τῶν φρουρούντων δεινότητος καὶ ὠμότητος (ησαν δὲ ουτοι ο τε Γοργονίτης ̓Ιωάννης καὶ ὁ Σκουτελόπτης Νικόλαος καὶ Θεόδωρος ὁ Μωρός), εἰ μή τις οικτῳ βαλλόμενος (Κωνσταντῖνος ην ὁ ̓Αρ- μενιακός) τῇ τούτων ἀπουσίᾳ ἐν τῷ μέλλειν σιτίζεσθαι ἐκεῖθέν τε τὸν ανθρωπον κατεβίβαζεν, καὶ οινῳ βραχεῖ, ετι δὲ καὶ αρτῳ καὶ μικρᾷ τινὶ περιθάλψει τὸ λυποῦν ἐπ' ὀλίγον παρεμυθεῖτο. ὡς δὲ τὸ τῆς τιμωρίας ἀρκούντως ἐδόκει αὐτῷ, τότε δὴ ὑπερόριον μὲν τὸν ανδρα τοῦτον κατὰ τὴν νῆσον Μιτυλήνην ποιεῖ· ἐπεὶ δὲ καί τινες τῶν ἐπισκόπων ἀντέλεγον καὶ τὴν δίκην πόρρω που δὴ ουσαν καὶ ἀποφοιτήσασαν ἐπεκαλοῦντο καὶ οὐκ ει τι γένηται αλλον δέξα- σθαι ἠπείλουν, ἀλλὰ τῆς ἐκκλησίας συναπορρήγνυσθαι, τὸν ἐκ τού- του τάραχον δὴ κατευλαβηθεὶς εγνω καὶ τούτους ἀπάτῃ περιελθεῖν καὶ ἀλωπεκῇ. ἰδίᾳ γοῦν καὶ κρυφῇ τούτων εκαστον μετακαλού- μενος οὐ μικρόν τι καὶ ταπεινὸν ὑπισχνεῖτό τε καὶ ἐδίδου, εἰ μόνον ἀποσταῖεν τοῦ ̓Ιγνατίου, ἀλλὰ τὸν θρόνον αὐτὸν Κωνσταντινουπό- λεως. ὡς δ' ἐνεδίδοσαν απαντες καὶ τῆς μὲν δόξης ἡττῶντο, τοῦ 195 δὲ καλοῦ ενεκεν καὶ νομίμου ἀντέλεγεν οὐδείς, τότε δὴ τότε ὑπε- τίθει ὡς ὁ μὲν βασιλεὺς αὐτοῖς τὰς ὑποσχέσεις μὲν ἐκπληρώσειεν, αὐτοὶ δὲ τὸ ευσχημον τηροῦντές τε καὶ σεμνὸν αμα τῷ πρὸς αὐτὸν κληθῆναι μὴ πρὸς τὰ διδόμενα κατανεύσητε, ινα καὶ αὐτός, φησί, τῆς ὑμῶν ειη ὑπεραγάμενος ἀρετῆς. ουτως δὴ εκαστον οὐχ ὁμοῦ ἀλλ' ἰδίᾳ καὶ κατὰ μόνας πρὸς τὸν Μιχαὴλ προσκαλούμενος μὴ αὐθωρὸν ἐπιπηδᾶν τῇ τιμῇ ἀνέπειθεν. καὶ ουτοι μὲν ἐκ μόνου προσρήματος ἀξιούμενοί τε καὶ ἀπαρνούμενοι ελαθον ἑαυτοὺς πα- ραδειγματίσαντες· τῆς γὰρ ἀρετῆς ἐξέπιπτον τῷ τῆς δόξης νικώ- μενοι ερωτι, καὶ ταύτης αυθις ἡμάρτανον, οτι μὴ καλῶς ἀλλ' ἐπιβούλως τὸν ̓Ιγνάτιον παρεδίδοσαν. (32) ουτως ουν ἐπεὶ καὶ ουτοι ανθρωποι οντες ἐφάνησαν καὶ ουτω δὴ ἠπατήθησαν, Φωτίῳ ἐπὶ σοφίᾳ μὲν οντι γνωρίμῳ ἀνδρί, κοσμικῆς δὲ τάξεως ἀντιποιου- μένῳ καὶ τὴν τοῦ πρωτοασηκρῆτις δεδραγμένῳ τιμήν, τὸν θρόνον ἐδίδου τῆς Κωνσταντινουπόλεως. καὶ ινα δὴ καὶ τὰ αὐτῶν κρα- ταιότερα ἀποφήνωσιν, τοποτηρητὰς μὲν ἐκ ̔Ρώμης ἐπ' αλλαις προ- φάσεσι (κατὰ γὰρ τῶν εἰκονομάχων) σταλέντας μεταπεμψάμενοι, κατὰ δὲ ̓Ιγνατίου μετὰ τοῦ καιροῦ γεγονέναι παρασκευάσαντες καὶ συνεδριάσαντες, καὶ ἐν τῷ τῶν θείων ἀποστόλων τεμένει δε- δημοσιευμένῃ καθαιρέσει τοῦτον