1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

40

πεῖρά τε καὶ γενναιότης ἀπέτρεπε τοῦτο καὶ πόρρω ποι ἐναπέπεμπε. Θεόφοβος οἱ ανδρες 110 καὶ Μανουὴλ ἐκαλοῦντο. ἀλλ' ὁ Μανουὴλ δεινὸς ἐπ' ἀνδρείᾳ, καὶ τοῖς ἐναντίοις απασι γνώριμος· ἐξ ̓Αρμενίων γὰρ τὴν γένεσιν ην, καὶ τοῦ στρατοῦ τῶν ̓Ανατολικῶν ἐπὶ τοῦ Λέοντος προηγού- μενος, καὶ τοῦ πρὸ αὐτοῦ Μιχαὴλ ἱπποκόμων ὁ πρῶτος· πρωτο- στράτορα τοῦτόν φασιν. δηλώσει δὲ καὶ τὸν Θεόφοβον ὁ λόγος, οθεν τε καὶ οπως ἐκ Περσῶν καταγόμενος τῷ βασιλεῖ γέγονε γνώ- ριμος καὶ τὴν ἀδελφὴν αὐτοῦ εἰς γάμον ἡρμόσατο. εἰς πρεσβείαν τίς ποτε τῶν ἐκ βασιλικῆς σειρᾶς Περσῶν ἀφικόμενος πρὸς τὴν Κωνσταντίνου, οὐκ ἐκ νομίμου συναφείας κρυφίου δὲ καὶ λα- θραίας τοῦτον γεννηθῆναι ποιήσας ἐξαπεδήμησεν. ἐπεὶ δὲ νόμος τοῖς Πέρσαις ἀπαράβατος μή τινα τῆς παρ' αὐτῶν ἀρχῆς ἐγκρατῆ γενέσθαι, εἰ μὴ τῆς βασιλικῆς μετέχῃ σειρᾶς, ἐξέλιπον δὲ ἐκ τῶν συνεχῶν πολέμων καὶ τῇδε κἀκεῖσε μετασκηνώσεων ὑπὸ τῶν ̓Αγα- ρηνῶν ἐλαυνόμενοι οἱ τῆς βασιλικῆς φυλῆς, ἀλλὰ καὶ λόγος ἐφέ- ρετο πολὺς περὶ αὐτοῦ παρὰ τῶν ἐν Περσίδι μενόντων, ὡς ῃ τις κατὰ τὸ Βυζάντιον ὠνομασμένος Θεόφοβος (καὶ γὰρ ην δοθεὶς ὑπὸ τοῦ τηνικαῦτα σπείραντος τοῦτον πατρός), εδοξε τοῖς ἀρίστοις τῶν Περσῶν κρύφα τινὰς ἐκπέμψαι τοῦ ζητουμένου εἰς ερευναν. καὶ δὴ καταλαβόντες τὴν ἡμετέραν μόγις τοῦτόν ποτε τῇ μητρὶ συνόντα καὶ κατὰ τὴν ̓Οξεῖαν ἐνδιαιτώμενον προσεφεύρισκον. ἐπεὶ γοῦν οὐκ εκ τινων μόνον ἰνδαλμάτων ἀλλὰ καὶ αὐτῶν τῆς ψυχῆς καὶ σώματος γνωρισμάτων ὁ ζητούμενος ἐδηλοῦτο τότε καὶ ἐγνω- 111 ρίζετο, προσέτι μὴν καὶ τῶν ἐκ γειτόνων ἐμαρτύρει τις τὴν γενο- μένην τῇ γυναικὶ πρὸς τὸν Πέρσην συνάφειαν (οὐ γάρ τι κρυπτὸν ο τοῖς πολλοῖς οὐ γνωσθήσεται), δήλους ἑαυτοὺς οἱ ἀπεσταλμένοι ποιοῦσι τῷ βασιλεῖ καὶ τὰ τοῦ δράματος σαφηνίζουσιν, εἰρήνην καὶ σπονδὰς καὶ παντὸς τοῦ εθνους ὑποταγὴν καθυπισχνούμενοι, εἰ τοῦτον αὐτοῖς ἐπιδοῦναι οὐ παραιτήσεται. ἐγεγήθει γοῦν τοῖς ὑποσχεθεῖσιν ὁ βασιλεύς, καὶ ἐπείπερ ουτως εχουσαν ευρισκε τὴν ἀλήθειαν, ἐν βασιλείοις τοῦτον αὐλίζεσθαι καὶ κατασκηνοῦν ποιεῖ, μαθήμασί τε καὶ παιδείᾳ ἐπιμελούμενον. 20Εστι δὲ καὶ αλλος λόγος περὶ τοῦ Θεοφόβου (καλὸν γὰρ ἀμφοτέρους εἰρῆσθαι), μικρὸν μὲν κατὰ τὴν ἀρχὴν διενηνοχέ- ναι δοκῶν, ταλλα δὲ ομοια σώζων τῶν γεγραμμένων καὶ πάρισα· εστιν δὲ ος οὐκ ἀπὸ πρέσβεώς τινος τὴν νόθον σπορὰν δέξασθαι τοῦτόν φησιν, ἀλλὰ κατά τινα περιπέτειαν τῶν ἐν πολέμοις συμ- βαινόντων καὶ τὸν τούτου πατέρα, ειτε βασιλεύοντα ειτε καὶ βα- σιλέως ἐγγὺς οντα κατὰ συγγένειαν, φυγεῖν ἐκ Περσίδος καὶ πρὸς τὴν βασιλεύουσαν πένητα διαθλοῦντα βίον προσρυῆναι, κἀκεῖσε καπηλίδι τινὶ γυναικῶν δουλεύοντα ὀψέ ποτε τῷ ταύτης ερωτι καὶ νομίμῳ συναφείᾳ τοῦτον ἐναποτεκεῖν. ἀλλ' ὁ μὲν ἐξ ἀνθρώπων ἐγένετο, ἀστρονομίᾳ δέ τινι καὶ μαντείᾳ (καὶ γάρ φασι ταύτας τὰς ἐπιστήμας ἀκμάζειν ετι παρὰ Πέρσαις) μαθεῖν περὶ τοῦ Θεοφό- βου, ζητοῦσιν αὐτοῖς εἰ εστι πού τις ἐκ βασιλικῆς φυλῆς καταγό- 112 μενος, καὶ ἐπείπερ εμαθον, σπουδῇ ἐπὶ τὴν Κωνσταντίνου θεῖν εἰς τὴν τοῦ ζητουμένου ερευναν. γνωστὸν ουτως γενέσθαι τῷ βασιλεῖ, καταληφθέντος αὐτοῦ. ἐπείπερ ουν ἡ τούτου ἐμφάνεια καὶ κατὰ τὸν βίον παρουσία απασιν ἐγνώσθη τοῖς κατὰ τὴν Περ- σίδα διὰ τῶν ὑποστρεψάντων ἀποστόλων, ἡδὺ πᾶσιν ἐφάνη καὶ ἐφετὸν τοῦ ἀπόστασίν τινα ἐννοῆσαι ἀπὸ τῶν τῆςΑγαρ, τῇ δὲ τῶν ̔Ρωμαίων ἀρχῇ προσχωρῆσαι, ὡς αν τοῦ κατὰ γένος ἀρχηγοῦ εὐ- μοιρήσειαν. (21) ετυχε δὲ αλλως ὁ τῶν Περσῶν ἀρχηγὸς Βάβεκ ηδη πενταετίαν εχων ἐξ ἀμεραμνουνῆ ἀποστὰς καὶ πτέρναν ἐπάρας κατ' αὐτοῦ ἐν χιλιάσιν ἑπτά· ος καὶ πόθῳ πρὸς τὸν Θεόφοβον καὶ φόβῳ τῷ ἐξ ου ἀπέστη ̓Αγαρηνοῦ πρὸς τὴν ̔Ρωμαϊκὴν ἐπικρά-τειαν κατὰ πόλιν Σινώπην ερχεται, καὶ τῷ βασιλεῖ ἑαυτόν τε καὶ τὸ ολον εθνος ὑπήκοον τέθεικεν. διά τοι τοῦτο τόν τε Θεόφοβον ὁ Θεόφιλος τιμῇ τῇ πατρικίων ἐναριθμεῖ, καὶ τῇ ἑαυτοῦ ἀδελφῇ πρὸς γάμον ἐκδίδωσι, συναρμόζεσθαί τε εκαστον τῶν Περσῶν νομοθετεῖ