1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

150

φυλακὴν παραδοὺς ὑπεχώρησεν· οι τὴν κατ' αὐτῶν τοῦ ̔Ρωμαίων στρατοῦ εφοδον ἀκηκοότες, ταύτην καταλιπόντες ἀπῆλθον, καὶ πάλιν ὑπὸ ̔Ρωμαίους αὐτὴ ἐγένετο. 14 Λέοντος δὲ τοῦ Τριπολίτου μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν κατὰ ̔Ρωμαίων ἐξελθόντος καὶ ἐν τῇ νήσῳ Λήμνῳ καταλαβόντος, ̓Ιωάννης πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ ̔Ραδινὸς κατονομαζόμενος αἰφνιδίως ἐπέθετο αὐτῷ· καὶ πολέμου γεγονότος, θεοῦ συνεργίᾳ οἱ ὑπ' αὐτὸν τρέπονται ̓Αγαρηνοί, μόλις δὲ μόνος ὁ Τριπολίτης φυγῇ διασώζεται. 15 Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος δευτέρας, Συμεὼν αρχων Βουλγαρίας πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρα- τεύει, καὶ ληΐζεται μὲν Θρᾴκην καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ πάντα καὶ καταστρέφει καὶ δενδροτομεῖ. μέχρι δὲ Βλαχερνῶν ἐπιγενόμενος ἐπεζήτησεν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρχην Νικό- λαον καί τινας τῶν μεγιστάνων ωστε περὶ εἰρήνης αὐτοῖς συντυ- χεῖν. ελαβον ουν ὁμήρους παρ' ἀλλήλων ἀμφότεροι, καὶ ἐξῆλθε 406 πρότερον μὲν ὁ πατριάρχης Νικόλαος, επειτα ὁ Μιχαὴλ πατρί- κιος προσαγορευόμενος ὁ Στυπιώτης, καὶ ̓Ιωάννης ὁ μυστικὸς καὶ παραδυναστεύων· ηδη γὰρ ̓Ιωάννης ὁ ῥαίκτωρ διαβληθεὶς πρὸς τὸν βασιλέα, ἀσθένειαν προφασισάμενος τοῦ παλατίου κατελη- λύθει καὶ ἐν τῇ αὐτοῦ μονῇ πλησίον Γαλακρηνῶν ἀπεκάρη. οἱ μὲν ουν μετὰ Συμεὼν περὶ εἰρήνης διελέγοντο, ὁ δὲ αὐτοὺς μὲν ἀπεπέμψατο, αὐτὸν δὲ τὸν βασιλέα ̔Ρωμανὸν ἐπεζήτει θεάσασθαι· παρὰ πολλῶν δὲ πεπληροφόρητο περί τε τῆς αὐτοῦ φρονήσεως καὶ ἀνδρίας καὶ συνέσεως. ὁ τοίνυν βασιλεὺς ἐπὶ τούτου σφόδρα ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην καὶ τὸ στῆναι τὰς γινομέ- νας τῶν αἱμάτων ἐκχύσεις ὁσημέραι. ἀποστείλας ουν ἐν τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπόβασιν, ωστε τὴν βασιλικὴν τριήρην διεκπλέουσαν ἐν αὐτῇ προσορμίζεσθαι. περιφράξας ουν αὐτὴν πάντοθεν διατείχισμα μέσον γενέσθαι προσέταξεν, ενθα ἀλλήλοις εμελλον ὁμιλεῖν. ἀπο- στείλας ουν Συμεὼν τὸν τῆς ὑπεραγίας θεοτόκου ναὸν ἐνέπρησεν τὸν ἐν τῇ Πηγῇ, ον ̓Ιουστινιανὸς ὁ βασιλεὺς ἐδομήσατο, καὶ τὰ πέριξ αὐτοῦ σύμπαντα, δῆλος ων ἐντεῦθεν μὴ τὴν εἰρήνην ἐθέ- λων, ἀλλ' ἐλπίσι μετεώροις τοῦτον ἐξαπατῶν. παραγενόμενος δὲ ἐν Βλαχέρναις ὁ βασιλεὺς αμα Νικολάῳ πατριάρχῃ ἐν τῇ ἁγίᾳ εἰσῆλθε σορῷ καὶ τὰς χεῖρας ἐξέτεινεν εἰς εὐχήν, ειτα πρηνὴς πεσὼν δάκρυσι κατέβρεχε τὸ αγιον εδαφος, τὴν πανύμνητον καὶ αχραντον θεοτόκον ἀντιβολῶν τὴν ἀκαμπῆ καὶ ἀμείλικτον τοῦ 407 ὑπερηφάνου Συμεὼν καρδίαν μαλάξαι καὶ πεῖσαι τὰ πρὸς εἰρήνην συνθέσθαι. τὸ αγιον ουν κιβώτιον διανοίξαντες ἐν ῳ τὸ σεπτὸν τῆς ἁγίας θεοτόκου τεθησαύριστο ὠμοφόριον, καὶ τοῦτο ὁ βασι- λεὺς ἀνελόμενος καὶ ωσπερ τινὰ θώρακα ἀδιάρρηκτον περιβαλό- μενος, καὶ τὴν πίστιν τὴν εἰς τὴν ὑπεράμωμον θεοτόκον οια περι- κεφαλαίαν τινὰ περιθέμενος, ἐξῄει τοῦ ναοῦ οπλοις ἀσφαλέσι φραξάμενος. τὸν σὺν αὐτῷ ουν στόλον ἀσπίσι τε καὶ οπλοις κατακοσμήσας τὸν ὡρισμένον τόπον κατέλαβεν συνομιλῆσαι τῷ Συμεών. πέμπτη δὲ ην ἡμέρα οτε ταῦτα ἐγένετο, ἐννάτη τοῦ Νοεμβρίου μηνός, τετάρτη δὲ τῆς ἡμέρας ωρα. παρεγένετο δὲ καὶ ὁ Συμεών, πλῆθος ἐπαγόμενος εἰς πολλὰς διῃρημένον τὰς παρατάξεις, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ ἀργυρασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ οπλων χροιᾷ κεκοσμημένων, πάντων καὶ κατακεκοσμημένων σιδήρῳ· οι μέσον αὐτῶν εἰληφότες Συμεὼν ὡς βασιλέα εὐφήμουν τῇ τῶν ̔Ρωμαίων φωνῇ. πάντες δὲ τῆς συγκλήτου βουλῆς τοῖς τείχεσιν ἐφεστῶτες κατεθεῶντο τὰ δρώμενα. ην ουν ἰδεῖν τότε ψυχὴν βασιλικὴν τῷ οντι καὶ μεγαλόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατά- πληκτον καὶ τὸ τῆς ἀνδρίας παράστημα, οπως τοσαύτην πολε- μίων βλέπων ἐπιφορὰν οὐ κατεπλάγη καὶ συνεστάλη καὶ ὑπεχώρη- σεν, ἀλλ' ωσπερ εἰς φίλων πλῆθος χωρῶν, ουτως ἀτρέμας ἀπῄει, μόνον οὐχὶ τὴν ψυχὴν τοῖς πολεμίοις τῶν