1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

83

ἠγαπᾶτο παρ' αὐτοῦ καὶ ἐπὶ τοῖς οἰκείοις προτερήμασιν ἐθαυμάζετο· ἐφαίνετο γὰρ καὶ κατὰ χεῖρα γενναῖος καὶ κατὰ ψυχὴν συνετὸς καὶ πρὸς τὸ κελευόμενον πᾶν ὀξύς τε καὶ ἐπιτήδειος. 10 ̔Η δὲ μήτηρ αὐτοῦ διηνεκῶς ποτνιωμένη περὶ αὐτοῦ, καὶ διὰ τὸ μήπω μαθεῖν οπως αὐτῷ τὰ τῆς ἀποδημίας εὐώδωται δυσθυμοῦσά τε καὶ ἀσχάλλουσα, βλέπει πάλιν κατὰ τοὺς υπνους μέγα φυτὸν κυπαρίσσῳ προσεοικός, κατὰ τὴν αὐλὴν αὐτῆς ἑστη- κός, φύλλοις τε χρυσοῖς πυκαζόμενον καὶ χρυσοῦς τοὺς κλάδους καὶ τὸ στέλεχος εχον, ουπερ υπερθεν ὑπὲρ κορυφῆς ὁ ταύτης υἱὸς Βασίλειος ἐκαθέζετο. διυπνισθεῖσα δὲ καὶ μεθ' ἡμέραν τινὶ τῶν εὐλαβῶν γυναικῶν, η νυκτὸς καὶ ἡμέρας κατὰ τὴν Ανναν ἐκείνην οὐκ ἀφίστατο ἀπὸ τοῦ θείου ναοῦ ἀλλὰ ταῖς εὐχαῖς καὶ νηστείαις 226 ἐσχόλαζε, τὰ τῆς οψεως διηγήσατο. ἡ δὲ εὐθυμεῖν τε παρῄνεσεν ἐπὶ τῷ υἱῷ, καὶ τὸ ὁραθὲν ἐπικρίνασα βεβαίως δηλοῦν ἀπεφήνατο βασιλέα ̔Ρωμαίων γενέσθαι σου τὸν υἱόν. τοῖς προτέροις ουν καὶ τοῦτο προσλαβοῦσα λοιπὸν ἡ μήτηρ οὐκέτι περὶ αὐτοῦ ἐδυσφόρει οὐδὲ ησχαλλεν, ἀλλὰ τρεφομένη ταῖς ἐλπίσι καὶ τὴν ανωθεν ἀντί- ληψιν ἐκδεχομένη ἀνέθαλλεν. 11 Συνέβη δὲ κατ' ἐκεῖνον τὸν χρόνον τὸν κύριον τοῦ Βασιλείου Θεόφιλον διά τινας τοῦ δημοσίου δουλείας παρὰ τοῦ βασιλεύοντος Μιχαὴλ καὶ Βάρδα τοῦ Καίσαρος ἀποσταλῆναι εἰς Πελοπόννησον. συνῆν δὲ αὐτῷ καὶ ὁ Βασίλειος, εἰς τὴν ἀφορι- σθεῖσαν αὐτῷ δουλείαν καθυπουργῶν. γενόμενος δὲ κατὰ τὰς Πάτρας τῆς ̓Αχαΐας ὁ εἰρημένος Θεόφιλος εἰσῄει εἰς τὸν τοῦ πρω-τοκλήτου ἀποστόλου ̓Ανδρέου ναὸν προσευξόμενος. ὁ δὲ Βασί- λειος περὶ τὴν οἰκείαν διακονίαν, ὡς εοικεν, ἀσχολούμενος οὐ συν- εισῆλθεν αὐτῷ, ἀλλ' υστερον καταμόνας τὸ ὀφειλόμενον καὶ αὐ- τὸς τῷ ἀποστόλῳ σέβας ἀποδιδοὺς πρὸς τὸν τοιοῦτον ναὸν παρα- γέγονε. μοναχὸς δέ τις ἐκεῖσε ποιούμενος τὰς διατριβὰς καὶ τὸν πλείονα χρόνον ἐν τῷ τοῦ ἀποστόλου σχολάζων ναῷ τὸν μὲν Θεό- φιλον εἰσελθόντα ἰδὼν ουτε διανέστη ουτε ἐπηύξατο ουτε τινὸς ἠξίωσε ῥήματος, μηδὲ τὴν περὶ αὐτὸν ὡς εἰκὸς δορυφορίαν καὶ λαμπρότητα αἰδεσθείς· υστερον δὲ τοῦ Βασιλείου εἰσερχομένου ὑπεξανέστη τε ως τινι τῶν κρειττόνων καὶ τὴν ἐξ εθους τοῖς βασι- λεῦσιν εὐφημίαν προσήνεγκεν. οπερ τῶν ἐκεῖσε τυχόντων ἰδόντες 227 καὶ ἀκηκοότες τινὲς τῇ κατὰ τοὺς τόπους ἐκείνους εὐγενεῖ καὶ πλουσιωτάτῃ γυναικί, η ∆ανηλὶς ἀπὸ τοῦ ταύτης ἀνδρὸς ὠνομά- ζετο, ἀπαγγέλλουσιν. ἐκείνη δὲ διὰ πείρας τὸν μοναχὸν γινώ- σκουσα, οτι προορατικοῦ χαρίσματος κατηξίωται, οὐκ ἐγένετο περὶ τὸ λεχθὲν ἀμελής, ἀλλὰ μετακαλεσαμένη τὸν μοναχὸν διῆλθε προσονειδίζουσα. "τοσοῦτος χρόνος ἐξ ου σοι γνώριμος" εφη "τυγχάνω, πάτερ πνευματικέ, καὶ οιδάς με πάντως ουσαν ὑπὲρ τοὺς πολλοὺς καὶ τῶν ἐν τῇ χώρᾳ ταύτῃ ὑπερέχουσαν καὶ προάρ- χουσαν, καὶ οὐδέποτε ουτ' ἐπηγέρθης θεασάμενός με ουτε ἐπηύξω μοι, ἀλλ' οὐδὲ τῷ υἱῷ η τῷ ἐκγόνῳ μου τὴν τοιαύτην τιμὴν ἀπέ- νειμας. καὶ πῶς νῦν ανθρωπον εὐτελῆ καὶ ξένον μηδὲ γνώριμον τοῖς πολλοῖς ἰδὼν καὶ ὑπεξανέστης καὶ ὡς βασιλέα ἐτίμησας;" ὁ δὲ εὐλαβὴς ἐκεῖνος μοναχὸς πρὸς αὐτὴν ἀπεκρίνατο οτι οὐχ ὡς σὺ λέγεις, ενα τῶν τυχόντων ειδον τὸν ανδρα ἐγώ, ἀλλ' ὡς μέγαν βασιλέα τῶν ̔Ρωμαίων ὑπὸ Χριστοῦ κεχρισμένον ειδον, καὶ ἐξανέ- στην καὶ ἐπευφήμησα· τοῖς γὰρ ὑπὸ θεοῦ τετιμημένοις ὀφειλομένη πάντως ἐστὶ καὶ ἡ ἐξ ἀνθρώπων τιμή." διατρίψαντος τοίνυν ἐν τοῖς ἐκεῖσε μέρεσιν ἐπὶ χρόνον τινὰ τοῦ κυρίου τοῦ Βασιλείου, καὶ τὰς ἐπιτραπείσας αὐτῷ τοῦ δημοσίου δουλείας ἀνύσαντος καὶ ἀνα- τρέχειν πρὸς τὴν βασιλεύουσαν μέλλοντος, ἐπεὶ ετυχεν ἀσθενείᾳ σώματος ληφθεὶς ὁ Βασίλειος, αὐτόθι καταλιμπάνεται. ἐπιμε- λείας δὲ τῆς προσηκούσης τυχὼν μετὰ χρόνον τινὰ τῆς νόσου κρείττων ἐγένετο καὶ πρὸς τὴν ανοδον καὶ αὐτὸς ἡτοιμάζετο. με- τακαλεσαμένη δὲ αὐτὸν ἡ προρρηθεῖσα γυνὴ ∆ανηλὶς πολλοῖς καὶ 228 μεγάλοις δεξιοῦται χαρίσμασιν, ἐμφρόνως πάνυ καὶ συνετῶς ωσπερ τινὰ σπόρον εἰς ἀγαθὴν