1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

166

αὐτοῖς παρέχων, εἰς αἰωνίζουσαν μνήμην τοῖς μεθ' ἡμᾶς κατέλιπεν. 19 ∆εῖ δὲ λέγειν καὶ περὶ τοῦ μετασκευασθέντος στάβλου εἰς γηροκομεῖον. οπισθεν γὰρ καὶ πλησίον τῆς πανθαυμάστου ἐκκλησίας τῆς μεγάλης στάβλος ην τῶν ἱππαρίων τοῦ πατριάρχου Θεοφυλάκτου· καὶ τοῦτον ἰδὼν ὁ ἀγαθός, οὐ δίκαιον κρίνας οἰκη- τήριον μετεποιήσατο καὶ γηροκομεῖον τοῦτο κατεσκεύασεν, καὶ πρὸς χορηγίαν τροφῶν καὶ περιβολαίων τοὺς ἐκεῖσε ἐτύπωσεν ἐτη- σίως λαμβάνειν. 20 ∆εῖ ουν καὶ περὶ τῆς στεγῆς τῶν δεκαεννέα ἀκουβίτων διηγήσασθαι· ὁρῶν γὰρ ταύτην σεσαθρωμένην καὶ καταπίπτουσαν καὶ εἰς ἀκοσμίαν πολλὴν ουσαν, ταύτην ἀνακαινίζει. τῆς γὰρ κε- χρυσωμένης αὐτῆς ὀροφῆς τῷ χρόνῳ διερρυηκυίας, αὐτὸς ταύτην προελὼν νεοφανῆ καὶ λαμπρὰν ἀνέδειξεν. κοιλότητας γὰρ ὀκτα- γώνους συντέθεικεν, καὶ ταύτας ὀπαῖς καὶ σχήμασι ποικίλοις δια- 450 γλύφοις κεκοσμηκώς, εἰς ἀμπέλων ελικας καὶ φύλλα καὶ δένδρον ἰδέας σχηματιζομένας, καὶ ταύτας χρυσῷ περιραντίσας, τοσοῦτον εὐπρεπὲς παρέσχεν ὡς ἐξίστασθαι τοὺς πρὸς θεωρίαν ὁρῶντας. 21 Τῷ δὲ βασιλεῖ ̔Ρωμανῷ τῷ υἱῷ αὐτοῦ παλάτια κατε- σκεύασεν πλείονα τῶν παλαιῶν βασιλέων, οικους ἐκ βάθρων ἐγεί- ρας· ων τινῶν δόμων τὸ πολυσχημάτιστον καὶ εἰς πολλὰ τὸν νοῦν καὶ τὴν διάνοιαν ἐκπλῆττον καὶ διαμερίζον θαῦμα τοῖς βλέπουσιν ἐντίθησιν. τὸν δὲ Τετράκογχον τοῦ ἀποστόλου Παύλου εἰκονί- σματα διάφορα ἐξετύπωσεν, καὶ τὴν παλαιὰν καλλονὴν ἀποβεβλη- κέναι, νέαν δὲ ἐγκαινίσασθαι, πολλὰ ἐν αὐτῇ ἀπὸ χρυσοῦ σχή- ματα καὶ εἰκονίσματα ἐξέθετο. 22 Τὴν δὲ τῆς ζωγραφίας τέχνην τοσοῦτον ἀκριβῶς ὁ ἀνὴρ ἠπίστατο ὡς οὐκ οιμαι τῶν πρὸ αὐτοῦ η τῶν μετ' αὐτόν. πολλοὺς γὰρ τῶν περὶ αὐτῆς πονούντων ἐπηνώρθει, καὶ διδάσκα- λος αριστος ἀνεφαίνετο, καὶ οὐκ ἐφαίνετο μόνον ἀλλὰ παρὰ πᾶσιν ἐθαυμάζετο, καὶ θάμβος μέγας τοῖς ὁρῶσιν, ων οὐ μεμάθηκεν, ἐχρημάτιζεν. τῶν δὲ τεχνιτῶν ἐπιδιορθώσεις τοῦ πορφυρογεννή- του τίς ἐξείποι; λιθοξόους καὶ τέκτονας καὶ χρυσοστίκτας καὶ ἀργυροκόπους καὶ σιδηροκόπους ἐπανώρθου, καὶ πάντα ἐν πᾶσιν αριστος ὁ αναξ ἀνεφαίνετο. 23 Τὰς δὲ ἀργυρᾶς πύλας τοῦ Χρυσοτρικλίνου ὁ φιλό- καλος Κωνσταντῖνος ἐδείματο, καὶ τράπεζαν ἀργυρᾶν ἡ ἐκείνου φιλοπονία πρὸς ὑποδοχὴν τῶν δαιτυμόνων καὶ καλλωπισμὸν τοῦ 451 ἀριστητηρίου κατεσκεύασεν, πολυχρόοις υλαις καὶ πλαξὶ καὶ αὐτο- φυεῖ χροιᾷ καλλύνας, πλείονα τῆς ἐκ τῆς τῶν βρωμάτων γλυκύ- τητος τοῖς κεκλημένοις τὴν τέρψιν παρέχουσαν. 24 Καὶ πορφυρᾶν φυλακὴν εμπροσθεν τοῦ κοιτῶνος αὐ- τοῦ ἐδείματο, δοχεῖον τῶν ὑδάτων δημιουργήσας, ην στύλοις μαρμαρέοις περιεκύκλωσεν λειότητος αὐτοῖς ὑπαυγαζούσης. τί ουν ἡ μεγαλόφρων ψυχή; ἀετὸν ἐξ ἀργύρου τῇ τοῦ υδατος ἐφίστησιν αὐλῷ, οὐκ ὀρθὸν βλέποντα ἀλλ' ἀπεστραμμένον καταπλάγιον, ὑψαυχενοῦντα καὶ σοβαρευόμενον ὡς ἀπό τινος θήρας, οφιν δὲ τοῖς ποσὶ περιειληθέντα καὶ πνίγοντα. καὶ μουσοστίκτων εἰκόνων ἐντέχνων τῶν ἐκ χρωμάτων ὑλῶν καὶ μορφῶν τὸ διάφορον ἐν τοῖς προπυλαίοις τοῦ βασιλικοῦ κοιτῶνος ἐδείματο. 25 ̓Αλλ' οὐδὲ ναυπηγίας απειρος ην ὁ αὐτοκράτωρ· διωρίζετο γὰρ πολεμικῶν νηῶν κατασκευήν, καὶ οις ξύλοις ἁρμό- ζειν καὶ κλείσεις αὐτῶν καὶ ἁρμονίας, καὶ οπως πρὸς αλληλα εχουσι. 26 Περὶ δὲ τῶν παλατίων τῶν ̓Ηρία ἀναλογίζομαι τῇ διανοίᾳ ὁποίοις ὁ πορφυρογέννητος ἐδείματο ἡδέσι καὶ τερπνοῖς, πρότερον ουσαν τοῖς Χαλκηδονίοις εἰς ταφήν. νῦν δὲ τέτρασιν ἁψῖσιν ἐπιβεβηκυῖα, καὶ τὰς τούτων γωνίας ἑτέρας βασιλικὰς οἰ- κίας ἀποτελοῦσα, ταῖς τῶν θερινῶν ἀνέμων καὶ πνευμάτων περι- 452 κυκλουμένων πνοιαῖς, οὐκ εστιν εἰπεῖν εἰς πόσην θυμηδίαν καὶ χαρὰν ἐμβάλλει τὸν ἐκεῖσε ἐναπαυόμενον. 27 Τί αν ειποι τις περὶ τῶν ἐν ἑτέρῳ τόπῳ τῆς τῶν βα- σιλίδων οἰκοδομῆς; καὶ ταῦτα γὰρ τῆς ̓Ηρίας τοῦ σχήματος καὶ τῆς φιλοκαλίας τῷ ὑπερβάλλοντι καὶ ἀποστίλβοντι καὶ τῆς ἐκ τοῦ ἐδάφους τέρψεως ἀναδιδομένης εὐωδίᾳ, διὰ τὸ ἐπανορθοῦν αὐτῶν