29
τῶν ὑφ' ἑαυτῷ καὶ πάντων τῶν θεματικῶν λαβών, βρέμων αμα καὶ πολλῷ φρονήματι παρενέ- βαλεν. καὶ ἐπείπερ οὐδ' ἐκείνοις ἐδόκει ὑποστέλλεσθαι ἀλλ' ἐς μάχην χωρεῖν τὴν τὰς ἑαυτῶν δυνάμεις καὶ γενναιότητας ἐπιδειξο- μένην (καὶ γάρ εἰσι τῶν αλλων ̓Αγαρηνῶν ουτοι δὴ εὐφυεῖς), συνέβαλλον δὲ τολμηρῶς ἑκάτεροι κατὰ τὸν ἀγῶνα χωρήσαντες αρτι δὴ τοῦ ἡλίου τὰς ἀκτῖνας ὑπὲρ γῆς ἐφαπλοῦντος, οὐδέτεροι 80 μὲν αχρι μεσούσης ἡμέρας ἐνέκλινον, ἀλλὰ γενναίως μαχόμενοι τὴν ἑαυτῶν ἐδείκνυον ἐμπειρίαν καὶ δύναμιν· ἐπεὶ δὲ πονήσαντες οἱ Κρηταιεῖς ηδη τοῦ ἡλίου κλίναντος ἐνέδωκαν πρὸς φυγήν, τότε δὴ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ τὰ οπλα ῥίψαντας αἰχμαλώτους ελαβον, ἐκ ποδὸς ἑπόμενοι. τάχα δ' αν σπουδά- σαντες ελαβον τὴν πόλιν αὐθημερόν, εἰ μὴ νὺξ ηδη φαινομένη ἀνέστρεψεν ὡς τὰ πράγματα καὶ ἀνάπαυλαν τούτοις ζητοῦσι φόνον ἀλλ' οὐ σωτηρίαν ἀπέτεκεν. οἱ μὲν γὰρ ὡς ηδη νενικηκότες, καὶ πάντας αυριον ἐν βραχεῖ βραχεῖς οντας ἐλπίσαντες συλλαβεῖν, πρὸς πότους καὶ τρυφάς, ὡς ἐν οἰκείᾳ ἀλλ' οὐκ ἐν ἀλλοτρίᾳ διά- γοντες, ἐξεβάκχευον, μήτε τινὸς φυλακῆς μήτ' αλλης σωτηρίας τῆς κατὰ τὸν πολεμικὸν νόμον γινομένης φροντίσαντες, υπνου δὲ μόνου καὶ τῆς τὰ πάντα ῥᾳδίως ἀνατρεπούσης καὶ ἀπολλυούσης ἀμελείας τε καὶ ῥᾳστώνης. οθεν περὶ μέσας νύκτας, ἐπεὶ διὰ τῶν ἑαυτῶν φυλάκων ὡς ἐν ἀπορίᾳ ἀγρυπνοῦντες οἱ Κρηταιεῖς υπνῳ καὶ οινῳ καθῃρῆσθαι τοὺς τῆς ̔Ρωμαϊκῆς παρεμβολῆς ἀνέμαθον, αὐθωρὸν ἐξελθόντες μαχαίρᾳ πάντας ἀπώλεσαν, ὡς μηδ' αγγελον, τὸ δὴ λεγόμενον, ὑποστρέψαι καὶ ἐκεῖθεν διασωθῆναι, η μόνον τὸν στρατηγὸν ἐμπορικοῦ ἐπιβάντα πλοίου καὶ τὴν σωτηρίαν ζη- τοῦντα. πλὴν καὶ τοῦτον ἐπεὶ πανταχοῦ ὁ τῶν ̓Αγαρηνῶν ἡγεμὼν ἀναζητῶν μὲν οὐχ ευρισκε φεύγειν δὲ διήκουεν, ὁλκάσι τοῦτον μεθ' ἡγεμόνων ἀναζητῆσαι ἐκέλευσεν· οι καὶ καταλαβόντες τοῦτον ἐν Κῷ ἐπὶ ξύλου κρεμάσαντες διαφθαρῆναι ἐποίησαν. καὶ τὰ μὲν 81 κατὰ τὴν μάχην ἐκείνην καὶ τὸν ἀγῶνα συμβεβηκότα τοιαῦτα, πολλὴν ἐνεγκόντα ̔Ρωμαίοις συμφοράν, οὐ τὴν ἐξ ηττης μόνον ἐκείνης, ἀλλὰ καὶ τὴν εκτοτε κρατήσασαν καὶ διαμείνασαν πολυ- κέφαλον υδραν, ἐκεῖσε καὶ ἀλλαχοῦ μὲν ἀποτεμνομένην ἀεί, ἀνα- θάλλουσαν δὲ ἀλλαχοῦ. 26 Μετὰ δὲ ταῦτα ἀνήρ τις στρατιωτικῆς πείρας, πρὸς δὲ καὶ φρονήσεως καὶ ἀγχινοίας οὐκ αμοιρος, ου τὸ ἐπώνυμον ̓Ωορύφας, στρατόν τινα ἀθροίσας τὸν τεσσαρακοντάριον τότε κα- λούμενον βασιλικῆς ἐκ προστάξεως, ἐκ τοῦ διανεμηθῆναι αὐτοῖς ἀνὰ τεσσαράκοντα χρυσίνων, τάς τε αλλας νήσους, αις ὀλίγιστοι ἐφέροντο, κατατρέχων, καὶ τοῖς μὲν λόχους ἐπάγων τοῖς δὲ καὶ φανερῶς πολεμῶν, ἐξωλόθρευσέ τε καὶ ἀπωλείᾳ παρέδωκεν· ταύ- την δέ, ὡς εοικεν, παρέπεμψεν εἰς ἡμᾶς. ἀλλὰ τὰ μὲν περὶ αὐ- τῆς θεῷ πάντως μελήσει, μελήσει δὲ καὶ ἡμῖν τοῖς νύκτωρ καὶ μεθ' ἡμέραν τὴν ψυχὴν δαπανῶσιν ὑπὲρ αὐτῆς. 27 Κατὰ δὲ τὸν αὐτὸν καιρὸν Εὐφήμιός τις κατὰ τὴν Σικελίαν τουρμάρχης τελῶν παρθένου τινὸς ηρα ἀσκητηρίοις ἐν- διαιτωμένης καὶ τὸ μοναχικὸν εκπαλαι ἀναλαβούσης σχῆμα, καὶ διὰ πολλοῦ ἐποιεῖτο τὸν αὐτοῦ ερωτα ἐκπληρῶσαι, τὴν παρθένον λαβών πως εἰς γαμετήν. ἐπεὶ γοῦν παράδειγμα οὐ πόρρωθεν ει- χεν οὐ κωλῦον οὐδ' ἀποτρέπον, τοῦτον δὴ τὸν Μιχαήλ (καὶ γάρ, 82 ὡς ειρηται, καὶ αὐτὸς τοιοῦτόν τι ἐτόλμησεν), ἀφαρπάζει τὴν παρθένον τοῦ ἀσκητηρίου καὶ πρὸς ἑαυτὸν ακουσαν ὑπηγάγετο. ταύτης ουν οἱ ἀδελφοὶ τῷ Μιχαὴλ προσίασι, τὰ τοῦ δράματος διηγούμενοι. ὁ δὲ κελεύει τῷ στρατηγῷ, εἰ ουτως φωράσοι εχουσαν τὴν ἀλήθειαν, τὴν ῥῖνα τοῦ τετολμηκότος Εὐφημίου ἀποτεμεῖν κατὰ τὴν τοῦ νόμου ἀκρίβειαν. καὶ ὁ Εὐφήμιος μαθὼν δὴ ταῦτα καὶ τὴν εἰς αὐτὸν τοῦ νόμου τήρησιν καὶ τὴν βασιλικὴν ἀπειλήν, συνωμότας λαβὼν τούτους τε τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα καί τινας τῶν συντουρμαρχῶν, τὸν στρατηγὸν ἐπὶ τούτῳ παρα- γινόμενον παρελαύνει ἐκεῖθεν, καὶ πρὸς τὸν ̓Αφρικῆς ἀποδιδρά- σκει ἀμεραμνουνῆ, πᾶσαν τὴν Σικελίαν ὑπ' ἐκείνῳ