1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

104

τὸ λαλούμενον, συντονώτερον τῆς πολιορκίας ἀνθήψατο καὶ ἐνερ- γέστερον ἐχρήσατο ταῖς παρασκευαῖς. ὡς δὲ πάντα πονοῦντος αὐτοῦ ἑώρα μὴ προβαίνουσαν τὴν σπουδήν, μηδὲ ἐπί τινος ἀσφα- λοῦς ἐλπίδος ἑδρασθῆναι ἠδύνατο, ἐνενόει δὲ καὶ τὴν ἐν ὑπαίθρῳ τοῦ πλήθους ἐν τόποις κρυμώδεσι κάκωσιν, τοῦ τοὺς πολεμίους ἑλεῖν κρεῖττον τὸ τοὺς οἰκείους περισώσασθαι λογισάμενος πρὸ χειμῶνος ἀναχωρῆσαι λυσιτελὲς ἐδοκίμασεν. καὶ ουτω μὲν ταῦτα, ἡμῖν δὲ θαυμάζειν ἐπέρχεται τοῖς μετὰ τοσοῦτον χρόνον τῆς προρ- ρήσεως ἐκείνης ἰδοῦσι τὴν εκβασιν, τίς ἡ ἐν τοῖς βαρβάροις ἐκεί- νοις καὶ οὐδὲ πάντῃ τὰ περὶ τὸν βίον η τὸ σέβας χρηστοῖς ἀκριβὴς ουτω γνῶσις καὶ τῆς ἀληθείας κατάληψις. καὶ γὰρ ἐκείνου μὴ δυνηθέντος τότε τὴν πόλιν ἑλεῖν, νῦν ἐπὶ τῶν ἡμετέρων χρόνων Κωνσταντῖνος ὁ τῆς πορφύρας βλαστός, ὁ Λέοντος μὲν τοῦ σο- φωτάτου υἱὸς ἐκείνου δὲ υἱωνός, τὸ τοιοῦτον προτέρημα ἀπηνέγ- κατο καὶ ἐπεγράφη τῷ κατορθώματι τῆς παντελοῦς ἀπωλείας τῶν οἰκούντων τὴν Αδατα, ὡς ην αρα, καθ' Ομηρον, ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι, ινα τιμωρὸς ὁ παῖς τῶν εἰς τὸ παππῷον κράτος ἀποθρασυνθῆναι τολμησάντων περιφανῶς δια- σώζηται. ἀλλ' εἰς ιχνος αυθις ὁ λόγος παλινδρομείτω καὶ δηλούτω τὰ ἐφεξῆς. 283 49 Τότε τοίνυν ὁ βασιλεὺς πολλῆς αἰχμαλωσίας καὶ λα- φύρων ἐμπλήσας τὸ στράτευμα, ειτα τοὺς αἰχμαλώτους διὰ τὸ δύσβατον καὶ πολὺ τῆς ὁδοῦ τῷ ξίφει κελεύσας ἀποφορτίσασθαι, ἐπανόδου ἐμνήσθη, πολὺ δέος αὐτοῦ τοῖς τῆς Αγαρ ἐκγόνοις ἀπο- λιπών. προσδοκήσας δὲ ομως ἐπίθεσίν τινα κατὰ τοὺς στενοὺς τῶν τόπων (ῃδει γὰρ κακὴν ειναι φωνὴν στρατηγοῦ τὸ οὐκ αν προσεδόκησα) καὶ λόχους ἐν τοῖς ἐπικαίροις ὑφεὶς πολλοὺς τῶν αλλους ἑλεῖν οἰομένων ἐζώγρησεν. απερ ὁ ̓Αβδελομὲλ ἐκεῖνος ἰδών, ος τῶν ἐκεῖσε τόπων ἐκυρίευε, πρέσβεις πέμψας ἀδείας καὶ εἰρή- νης ἐδεῖτο τυχεῖν, εὐγνώμονα δοῦλον ἑαυτὸν γενέσθαι καθυπι- σχνούμενος καὶ τῶν ὑπ' αὐτοῦ κρατουμένων φρουρίων καὶ τόπων ποιούμενος τὴν ὑπόστασιν καὶ ἐγχείρισιν. ου τὴν δέησιν ὁ βασι- λεὺς δεξάμενος τὰ αἰτούμενα δέδωκε, καὶ σύμμαχον αὐτὸν τὸ ἀπὸ τοῦδε κατὰ τῶν ὁμοφύλων ειχεν ἐθελοντήν. ἐκεῖθεν δὲ πάλιν τὸ τοῦ ̓Αργέου διελθὼν ορος καὶ πρὸς Καισάρειαν γενόμενος εκ τε Κολωνείας καὶ Λούλου ἐπινικίων ἀγγελίας ἐδέξατο. ἠκολούθει δὲ καὶ τὰ σύμβολα, λαφύρων καὶ αἰχμαλώτων πλῆθος, απερ ἀπό τε φρουρίων τῆς Ταρσοῦ καὶ ἀπὸ Μανιχαϊκῶν ἐτύγχανε πόλεων. ενθα καὶ πλεῖστον οχλον τῶν Κούρτων προσενεχθέντα ἀποσφαγῆναι προσέταξεν· εἰς οὐδὲν γὰρ σχεδὸν ἐτύγχανον χρήσιμοι, καὶ προ- καταπεπλησμένον υπαρχον τὸ στράτευμα οὐκ ἐβούλετο καὶ τούτους εχειν δύσχρηστον παρενόχλημα. ἐν Μηδαίῳ δὲ γεγονὼς ὑποστρέ- φων ὁ βασιλεύς, καὶ τιμὰς διανείμας τοῖς ὑπ' αὐτὸν καὶ ἀναλό- 284 γως τῆς οἰκείας εκαστον ἀρετῆς προβιβάσας καὶ φιλοφρονησάμε- νος, καὶ πρὸς παραχειμασίαν ἀφεὶς ειχετο τῆς ὁδοῦ· καὶ τὴν βα- σιλεύουσαν φθάσας κατὰ τὸ πρότερον εθος διὰ τοῦ πατριάρχου τὸν τῆς νίκης ἐδέξατο στέφανον καὶ παρὰ τοῦ δήμου τὰς ἐπινικίους φωνάς. 50 Ηδη δὲ τοῖς οἰχομένοις χρόνοις ἀπανθησάσης καὶ παντάπασιν ἀπεσβηκυίας τῆς Τεφρικῆς, ἡ τῶν Ταρσιτῶν ἰσχὺς ἀναθάλλειν καὶ αὐξάνεσθαι ηρχετο, καὶ πάλιν ὑπὸ τούτων αἱ τῶν ̔Ρωμαϊκῶν ὁρίων ἐσχατιαὶ συνεχῶς ἐπιέζοντο. τὸ τηνικαῦτα ̓Αν-δρέας ἐκεῖνος ὁ ἐκ Σκυθῶν πολλάκις ἠνδρίσατο κατ' αὐτῶν, καὶ τῆς περὶ αὐτὸν ἀναλόγως δυνάμεως πολλοὺς τῶν εἰς προνομὴν ἐκτρεχόντων καὶ τοῦ ολου ἀπορρηγνυμένους στρατεύματος ἀνῄρει καὶ αἰχμαλώτους ἐλάμβανε. καὶ ὡς ἱκανὰ τεκμήρια ἀνδρίας τε καὶ συνέσεως καθ' ἑκάστην ἐξέφερεν, εἰς τὸ τῶν πατρικίων προ- ῆλθεν ὑπὸ τοῦ βασιλέως ἀξίωμα καὶ εἰς τὴν τῶν σχολῶν ἀρχήν. καὶ τότε δὴ μᾶλλον ἀπὸ μείζονος ἐξουσίας τε καὶ δυνάμεως πολ- λάκις ἐμφανέσι μάχαις πρός τε τοὺς ἀπὸ Μελιτηνῆς καὶ τοὺς ἀπὸ