1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

91

ηκουσε, καὶ μηδὲ ἀτενίσαι δι' αἰδῶ δυναμένη, εξω δὲ πάσης κακίας καὶ ὑπονοίας τυγχάνουσα καὶ μηδέν τι φαῦλον ὑποτοπήσασα, προσέπεσε τοῖς ποσίν, ὡς ἐδόκει, τοῦ ἁγίου ἐκείνου 247 ἀρχιερέως, καὶ ὑπὲρ αὐτῆς ἐδέετο ευχεσθαι. ὁ δὲ παμμίαρος ἐκεῖνος τῆς καθέδρας ὀλίγον ὑπεγερθεὶς καὶ ἀπ' αὐτῆς τοὐναντίον ἀποστραφείς, ὀνώδη ψόφον ἀπὸ τῶν μυσαρῶν ἐγκάτων ἀφείς, πρὸς αὐτὴν ἀπεφθέγξατο οτι ινα μὴ λέγῃς, κυρά, ὡς οὐδὲ κἀν τούτῳ σε ἠξιωσάμεθα. τοῦ δὲ βασιλέως ἀνακαγχάσαντος καὶ αὐτοῦ τοῦ παμβεβήλου παμμέγεθες ἐκγελάσαντος, καὶ πολλὰ καταφλυαρη- σάντων η μᾶλλον τῷ παραφόρῳ τῆς γνώμης ἀλογώτατα ἐξοιστρησάν- των, ἐπιγνοῦσα τὸ πλάσμα καὶ τὴν ἀπάτην ἡ βασιλίς, καὶ πολλὰ τῶν παρόντων καταστενάξασα, καὶ πλείστας ἀρὰς τῷ υἱῷ ἐπιρρί- ψασα, τέλος ἐξεῖπε πρὸς αὐτὸν οτι ἰδού, κακὸν τέκνον, ὁ θεὸς τὴν χεῖρα αὐτοῦ ἀφείλετο ἀπὸ σοῦ, καὶ ἐδόθη σοι ἀδόκιμος νοῦς ποιεῖν τὰ μὴ καθήκοντα. καὶ ταῦτα εἰποῦσα καὶ μετ' ὀδυρμοῦ θρήνων τὰς οἰκείας τρίχας ἐκτίλλουσα ἀνεχώρησεν. τοιαῦτα τοῦ γενναίου βασιλέως τὰ νεανιεύματα, καὶ τοιαύτη αὐτοῦ ἡ περὶ τὰ θεῖα καὶ τοὺς ἱεροὺς ανδρας ὁσιότης τε καὶ εὐλάβεια. 24 Τοιούτων δὲ καὶ χειρόνων πολλῶν καθ' ἑκάστην παρὰ πάντα τὸν τῆς βασιλείας αὐτοῦ χρόνον παρ' αὐτοῦ γινομένων, ἐπεὶ καὶ μετὰ τὸ προσλαβέσθαι καὶ ἀνυψῶσαι τὸν Βασίλειον περὶ τὰ ομοια ἀνεστρέφετο, ὁρῶν ταῦτα καὶ ἀκούων ἐκεῖνος λίαν ἐδυσ- φόρει καὶ ἠνιᾶτο καὶ τὴν ἑαυτοῦ ζωὴν ἀπελέγετο. βουλόμενος δὲ πᾶσαν τὴν δυνατὴν ἐπιφέρειν βοήθειαν καὶ μηδὲν τῶν εἰς ἐπαν- όρθωσιν δοκούντων τείνειν παραλιπεῖν, πρότερον μὲν δι' ἑτέρων 248 ἐπειρᾶτο ἀπὸ τῶν τοιούτων ἀποτρέπειν αὐτὸν καὶ πρὸς τὸ δέον ἐπαναγαγεῖν, επειτα ἐθάρρησέ ποτε καὶ αὐτὸς δι' ἑαυτοῦ μετ' εὐνοούσης γνώμης καὶ προαιρέσεως νουθετῆσαι τὸν βασιλέα, καὶ εἰ δυνατόν, ἀποστῆσαι τῶν τοιούτων ἀσεβημάτων, καὶ τοιάδε πρὸς αὐτὸν μεθ' ὑποπεπτωκότος καὶ ταπεινοῦ διελέχθη τοῦ σχήματος. "δίκαιόν ἐστιν, ω δέσποτα καὶ βασιλεῦ, τοσούτων εὐεργεσιῶν τε καὶ δωρεῶν παρὰ σοῦ με καταπολαύσαντα καὶ εἰσηγεῖσθαι τὰ δέοντα καὶ ὑποτιθέναι τὰ αριστα καὶ ὑπομιμνήσκειν τὰ λυσιτελῆ καὶ σωτήρια. μισούμεθα, γίνωσκε, δέσποτα, μισούμεθα" (συγ- κατεμίγνυε γὰρ καὶ ἑαυτὸν διὰ τὸ ἀνεπαχθές, καίτοι μηδενὸς τῶν ἀτόπων αὐτῷ κοινωνῶν) "παρά τε τῆς πόλεως πάσης καὶ τῆς συγ- κλήτου βουλῆς, καὶ παρὰ τῶν ἀρχιερέων θεοῦ ἐπάρατοι καθεστή- καμεν, καὶ πάντες ἡμᾶς διαβάλλουσι καὶ κακίζουσιν. οτε δὲ καὶ τὸ ἐξ ἀνθρώπων εἰς οὐδὲν λογισώμεθα, δεδοικέναι καὶ τὴν ἀπὸ θεοῦ ἀγανάκτησιν χρή, καὶ φοβεῖσθαι μὴ πειραθῶμεν αὐτοῦ ὀργιζομένου καὶ χαλεπαίνοντος." ἀλλὰ ταῦτα λέγων πέτρας εσπει- ρεν καὶ αἰγιαλῷ προσελάλει καὶ σμήχειν ἐῴκει Αἰθίοπα· ουτω δευσοποιὸς ἡ πονηρία γέγονε παρ' αὐτῷ, καὶ ουτως ἐξεκώφει πρὸς πάντα λόγον σωτήριον, βύων τὰ ωτα ὡσεὶ ἀσπὶς πρὸς ἐπᾴσματα. οὐ μόνον γὰρ οὐ μετεβάλλετο πρὸς τὸ αμεινον, ἀλλὰ καὶ αὐτὸν ηδη ἐμίσει καὶ ἀπεστρέφετο, καὶ σὺν τοῖς θιασώταις αὐτοῦ καὶ συνοργιασταῖς διαβάλλων καὶ μυκτηρίζων ταῦτα τὴν πρὸς αὐτὸν 249 ἀλλοτρίωσιν ὑπῃνίττετο, ειτα καὶ παρεδήλου τρανότερον. οπερ δὴ συννοήσαντες ἐκεῖνοι οἱ μιαροὶ καὶ ἀλάστορες κατ' αὐτοῦ συνε- κινοῦντο καὶ συνετάττοντο, καὶ τὰς διαβολὰς πιθανῶς ὑπεκρίναν- το, αὐθάδειαν μὲν καλοῦντες αὐτοῦ τὴν σεμνότητα, καὶ τὸ μὴ μετέχειν τῶν ἡδονῶν δύσνοιαν ὀνομάζοντες καὶ τὸ μὴ συνεξαμαρ- τάνειν καταφρονεῖν. καὶ "πῶς γὰρ αν ειποι σε ἀγαπᾶν" ελεγον "ὁ μὴ χαίρων οις χαίρεις αὐτός, μηδὲ συσπουδάζων ἐκπορίζειν σοι τὰ καθ' ἡδονήν;" οις δὴ μᾶλλον ὑπενδιδοὺς ὁ βασιλεὺς καὶ πει- θόμενος θάνατον τῷ Βασιλείῳ ἐτύρευεν, καὶ ἀφορμὴν ἐζήτει τῆς ἀναιρέσεως ευλογον, ἀλλ' οὐχ ευρισκεν. εἰς τοσοῦτον δὲ προῆλθε τὰ τῆς μανίας αὐτοῦ ωστε πρὸς τὴν λαθραίαν χωρῆσαι ἀναίρεσιν καί τισι τῶν ἀπὸ τοῦ παλαμναίου συνεδρίου, οις τὰ πάντα ἐθάρ- ρει, προτρέψασθαι, οταν εἰς θήραν ἐξέλθωσι, προφάσει τοῦ τὸ