1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

62

δεῖν διοικεῖν. τοῦτον οργανον τὸν παιδαγωγὸν ὁ Βάρδας λαβὼν πονηρὸν οὐκ ἐπαύετο ζιζάνιά τινα περὶ τοῦ ἀνδρὸς τῇ ἑαυτοῦ ἐνσπείρων καὶ τῇ τοῦ βασιλέως ψυχῇ, αλλα τε πολλὰ περὶ τῶν κοινῶν διοικήσεων λέγων, ὡς οὐ καλῶς οἰκονομοῦνται, καὶ οτι σοὶ καταλειφθείσης ὡς κληρονομίας τῆς βασιλείας πόρρω σου ταύτην ουτος ποιεῖ, γάμον μητρί σου η τῶν ταύτης θυγατέρων μιᾷ ἐμμελετῶν, καὶ σοῦ τοῦ ταύτης υἱοῦ πόρρω που ποιῆσαι τοὺς ὀφθαλμούς. ταῦτα γοῦν ὡς βέλη πήξας ἐν καρδίᾳ τοῦ βασιλέως διήγειρέ τε, καὶ οπως μὴ ταῦτα γένοιτο, συνετῆς εφασκε δεῖν καὶ ταχίστης βουλῆς. ὡς δὲ πολλάκις περὶ τούτου συνήρχοντο τοῦ πράγματος, μίαν ταύτην ἐκύρουν καὶ γνώμην ἀπέφαινον τοῦ ἐκ μέσου τὸν Θεόκτιστον ποιῆσαι δολοφο- νίᾳ τινὶ η ὑπερορίᾳ. ἐδέδοκτο ουν ταῦτα, καὶ πέρας εσπευδε τοῖς 170 βουληθεῖσιν ἐπάγειν· τὸ δὲ ην ἐν τῷ τοῦτον μέλλειν πρὸς τὸν Λαυσιακὸν ἐξέρχεσθαι μετὰ τὴν τῶν ἀναφορῶν διοίκησιν ἐπακο- λουθῆσαι μικρὸν τὸν βασιλέα, καὶ τοῦτο μόνον ἀνακραγεῖν τὸ "ἐπάρατε αὐτόν" τοῖς πραιποσίτοις. τότε ὁ Βάρδας ἐν τῷ Λαυ- σιακῷ συνεδρίαζεν. ὡς ουν ὁ Θεόκτιστος προέκυπτεν ἐξιών, τὸ τοῦ Μιχαὴλ σύνθημα προτρέχον αμα καὶ προφθάνον τοῦτον ὁρῶν εγνω φυγῇ τὴν σωτηρίαν πραγματεύσασθαι. ἡ φυγὴ δὲ πρὸς τὸν ἱππόδρομον κατὰ τὰ ἀσηκρητεῖα· καὶ γὰρ ἐκεῖσε τότε τὸ τῶν ἀση- κρήτων ὑπῆρχε καταγώγιον. ἀλλ' ὑπὸ πολλῶν ὁ εις συλληφθεὶς μένειν ἀλλ' οὐ φεύγειν κατηναγκάζετο· καὶ ξίφος ὁ Βάρδας γυ- μνώσας αὐτοχειρίᾳ τοὺς οιτινες ειεν διακωλύσοντες ἀμυνόμενος ἠπείλει, πρὸς τὸν φόνον τῶν ὑπὸ χεῖρα τινί. ἀλλὰ ψαῦσαι μὲν ἐτόλμησε τούτου τότε οὐδείς, ἀπήγετο δὲ πρὸς τὰ Σκῦλα, φρουρᾷ τέως παραδοθησόμενος, μέχρις αν τὰ κατ' αὐτοῦ ἀποφήναιντο. ὡς δ' οὐ ζῆν δέει τῆς Αὐγούστης αὐτὸν ἐβουλεύσαντο, ινα καὶ μὴ θᾶττον ἀπολυθῇ, τῶν καθ' ἑταιρείαν τινὰ ἐξαπέστειλαν γυ- μνὸν ἐπισείοντα ξίφος αὐτῷ. ὡς δ' ουν ειδε ξιφήρη τὸν ανθρω- πον ἐπιόντα, κατὰ τοῦ σκάμνου ουτος ὑπέδυ, τὰς λαβὰς βουλό- μενος ἐκφυγεῖν· ἀλλ' ελαθε κατὰ γαστέρα πληγεὶς καὶ θανάτῳ παραδοθείς, τῶν ἐγκάτων ἐκχυθέντων αὐτοῦ. οτε δὴ καὶ ὁ Μα- νουὴλ φοιβόληπτος ωσπερ γενόμενος τῷ Βάρδᾳ καθαρῶς λέγεται ἀνειπεῖν 171 "ξίφος γυμνώσας εἰς Θεοκτίστου φόνον, οπλιζε σαυτὸν εἰς σφαγὴν καθ' ἡμέραν." 20 ̓Αλλ' ὁ μὲν Θεόκτιστος ουτω τὸ τοῦ βίου πέρας ἀπείλη- φεν, καὶ μετὰ τὴν αὐτοῦ σφαγὴν ὁ Βάρδας τὴν τοῦ κανικλείου φροντίδα καὶ τιμὴν εἰς ἑαυτὸν ἀνελάμβανεν· ἡ δὲ δὴ Θεοδώρα τούτων ὡς ῃσθετο, λυσίκομος δὴ θέουσα, πολλὰ κατολοφυρομένη ἀνέκλαιεν καὶ ὀδυρμῶν τὰ βασίλεια ἐπλήρου, ἀραῖς ἀμφοτέρους καθυποβάλλουσα καὶ "ω ἀναιδεῖς καὶ παμμίαροι" λέγουσα "θῆρες, τί σὺ μέν, ἀχάριστον γέννημα, τὸν δεύτερόν σου πατέρα πονηρὰ ἀντέδωκας ἀγαθῶν; καὶ σὺ βάσκανε δαῖμον καὶ πονηρέ," τὸν ἀδελφὸν ἐπιτραγῳδοῦσα, "τὴν ἐμὴν ἐμίανας ἀρχήν, καθαρὰν φυλαχθεῖσαν καὶ αχραντον; εστι θεὸς τῶν τολμωμένων εφορος, ος ἀμφοτέρους οὐκ ἀλλοίως ἀλλ' ὁμοίῳ θανάτῳ παραδώσει δήπου καὶ φονικῷ." καὶ αμα ἐπεθείασέ πως, τὰς χεῖρας πετάσασα, "ιδοιμι ἐπιπεσοῦσαν, κύριε, ιδοιμι τὴν τοῦ ἀνθρώπου τούτου ἐκ- δίκησιν." ταύτης ουν εκτοτε τὰς πυκνὰς ἀρὰς μὴ φέροντες καὶ ὀνειδισμούς, καὶ αμα τὴν κατ' αὐτὸν ἐλαύνων ὁ Βάρδας ὁδόν, εγνωσαν καὶ ταύτην ἐκεῖθεν ἀπώσασθαι καὶ γυμνῇ χωρεῖν πρὸς απαν αὐτοῖς τὸ δοκοῦν κεφαλῇ. οπερ ἐκείνη καταφωράσασα (καὶ γὰρ ην ἰδεῖν καὶ στοχάσασθαι δυνατὴ) ἀντιπράττειν οὐκ ῳετο δεῖν, φόνους τῶν ἀνθρώπων καὶ ὁμοφύλων βλάβας ἐκφεύγουσα· τὸν δὲ τέως πλοῦτον, τὸν σήμερον ἐν τοῖς ἀνακτόροις ἀποθησαυ- ριζόμενον, εγνω τῇ συγκλήτῳ ποιεῖν φανερόν, τὸν υἱόν τε τῆς 172 ἀφειδοῦς δαπάνης κωλύουσα καὶ τὴν ἑαυτῆς κηρύττουσα ἀρετήν. καὶ δὴ εἰς ἐπήκοον στᾶσα ἐξεβόησεν ὡς πρὸς τοῖς ἐνενήκοντα χίλια μὲν χρυσοῦ τῷ βασιλικῷ ταμιείῳ κεντηνάρια ἐναπόκεινται, ἀργυ- ρίου δὲ ὡσεὶ τριῶν, καὶ τῶν μὲν ειναι τὸν ταύτης ανδρα θησαυ- ριστήν τε καὶ ποριστήν, τῶν