1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

51

ἐνταῦθα καταλιπόντες ἐπὶ τὰς καταλοίπους οἰκοδομὰς αὐτοῦ που περὶ τὰ ἀνάκτορα ουσας βαδιούμεθα, ἀξιολογωτάτας ουσας καὶ μνήμης τυχεῖν ἱκανάς. 42 Εὐθὺς γοῦν ἀπὸ τοῦ Κυρίου εἰσιὼν κατὰ τὸ πρόσω- πον ὑπαντώσας εὑρήσεις αὐτάς. ο τε γὰρ Καριανός, ος ουτω φέρει τὴν κλῆσιν διὰ τὸ ἀπὸ τῆς γραδώσεως εχειν ἀπὸ λίθου Κα- ριανοῦ οιόν τινα πλατὺν ποταμόν, ὁ καὶ χρηματίζων σήμερον βε- 140 στιάριον τῶν ἀποθησαυριζομένων πέπλων [ἐκ] σηρικῶν, τῆς ἐκεί- νου προνοίας εργον ἐστίν, οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ γείτων αὐτοῦ κε- χρυσωμένην εχων ὀροφὴν Τρίκογχος, ἐκ τοῦ σχήματος τὴν κλῆσιν λαχών· τρισὶ γὰρ κόγχαις μετεωρίζεται, μιᾷ μὲν κατὰ τὴν ἀνατο- λὴν συνοικοδομούμενος, η καὶ ἐκ τεσσάρων κιόνων ̔Ρωμαίων ὑπο- στηρίζεται, δυσὶ δὲ ἐγκαρσίαις, κατὰ αρκτον καὶ μεσημβρίαν φημί. τὸ πρὸς δύσιν δὲ τοῦ οικου μέρος ὑπὸ δύο μὲν κιόνων ἀνέ- χεται, τριῶν δὲ πυλῶν τὴν εξοδον δίδωσιν. τούτων ἡ μέση μὲν ἐξ ἀργύρου κατεσκεύασται, αἱ ταύτης δὲ ἑκατέρωθεν ἐκ γεγανω- μένου χαλκοῦ. ἡ εξοδος εἰς τὸ καλούμενον ουτω Σίγμα ἐξάγει, ἐκ τῆς πρὸς τὸ στοιχεῖον ὁμοιότητος τὴν ἐπωνυμίαν λαβόν, ο ισην τε καὶ ὁμοίαν τοῦ Τρικόγχου τὴν εἰς τοὺς τοίχους ἐπανθοῦσαν ὡραιότητα φέρει· ἐκ γὰρ λακαρικῶν παμποικίλων τοῦτό τε κἀκεῖνο μαρμάρωται. ἀλλὰ τοῦτο μὲν τὴν ὀροφὴν εχει στερράν τε καὶ λαμπράν, οτι καὶ πεντεκαίδεκα κίοσιν ηδρασται ἐκ λίθου δοκιμί- νου· διὰ στύρακος δὲ πρὸς τὸν θεμέλιον αὐτοῦ κατιὼν τὴν αὐτὴν εχοντα τοῦ σχήματος εἰκόνα τε καὶ ὁμοίωσιν εὑρήσεις, ἐννέα πρὸς ταῖς δέκα κίοσιν διαβασταζόμενον, καὶ τὸν περίπατον εχοντα κατ- εστρωμένον ἐκ λίθου πιπεράτου. τούτου δὲ πλησίον τοῦ περι- πάτου, ἐνδότερόν που καὶ ἀνατολικώτερον, Τετράσερόν τι ὁ τεχνί- της ἐξήγειρεν, τρισὶ καὶ αὐτὸ κόγχαις διειλημμένον κατὰ τὴν εἰ- κόνα τοῦ ἐπικειμένου αὐτῷ Τρικόγχου. ἀλλὰ τὴν μὲν μίαν πρὸς τὴν ἀνατολήν, τὰς ἑτέρας δὲ δύο μίαν μὲν πρὸς τὴν δύσιν θατέ- 141 ραν δὲ πρὸς τὴν μεσημβρίαν συμπεριείληφεν. τὸ δὲ ἀρκτῷον μέ- ρος ἐκ δύο κιόνων ἀληθινοπιπέρων εχει διανειργόμενον Μυστή- ριον· ουτω τὴν κλῆσιν εχει τοῦτο κατάλληλον. καὶ ἡ αἰτία οτι καθάπερ τὰ αντρα συνεπηχῶν ἀβλαβῆ τὴν ἠχὼ διαπέμπει πρὸς τοὺς ἀκούοντας· καὶ ει τις τῷ τοίχῳ πλησιάσας τῆς ἀνατολικῆς κόγχης ειτε δὴ καὶ δυτικῆς ἐν μυστηρίῳ τι ειπῃ καὶ καθ' ἑαυτόν, ἐκ διαμέτρου τε καὶ ἀντιπέρας ἱστάμενος ετερος, εἰ τὸ ους τῷ τοίχῳ ἐπιθῆται, τῆς ἐν μυστηρίῳ λαλουμένης ἐκείνης φωνῆς αὐτή- κοός πως γενήσεται. τοιοῦτόν τι περὶ αὐτὸ θαῦμα ἐγγίνεται. 43 Τούτῳ δὴ τῷ οικῳ παρεπεπήγει πως καὶ συγκατ- εσκεύασται ὁ τοῦ Σίγμα περίστυλος, ὁ πρότερον ἡμῖν εἰρημένος. ἐκ δὲ τούτου υπαιθρόν τι καὶ ἐξάερον κέχυται, μέσον μὲν φιάλην εχον χαλκῆν, ἐξ ἀργύρου τὸ χεῖλος εχουσαν ἐστεμμένον· η διά- χρυσον στροβίλιον εχουσα ουτω κατωνόμασται, μυστικὴ τοῦ Τρι- κόγχου φιάλη, εκ τε τοῦ πλησίον ᾠκοδομημένου Μυστηρίου καὶ τοῦ τρικόγχου οἰκήματος ἐπωνυμίαν λαβοῦσα. ἐκ δὲ ταύτης αὐ- τοῦ που πλησίον καὶ ἀναβάθραι ἑστήκασιν ἐκ Προικοννησίου λί- θου λευκοῦ, καὶ μέσον τῶν εἰρημένων ἀναβαθμῶν τροπικὴ ἐκ μαρμάρων, ὑπὸ δύο λεπτοκαλάμων κιόνων ἐστηριγμένη. αὐτοῦ που παρὰ τὴν πλευρὰν τοῦ πρὸς τὸ ευρος Σίγμα καὶ δύο χαλκᾶ λεοντοχάσματα ἐπεπήγεισαν. ἀλλὰ ταῦτα μὲν υδωρ ἐκφέροντα τὸ κοῖλον απαν τοῦ Σίγμα ἐπλήρουν τοῦ νάματος, τέρψιν οὐ μι- 142 κρὰν παρέχοντα· ἡ δὲ δὴ φιάλη κατὰ τὸν καιρὸν τῶν δοξίμων, πιστακίων καὶ ἀμυγδάλων, ἀλλὰ μὴν καὶ κουναρίων πεπληρωμένη, κονδίτου ἐκ στροβιλίου ἐκδιδομένου, πᾶσιν ἐκίρνα καὶ παρεῖχε τρυφᾶν τοῖς οσοι δι' ἐφέσεως ειχον τῶν ἑστηκότων ἐκεῖ, πᾶσι μὲν ἀναντιρρήτως τοῖς ἐκ θυμέλης, πλέον δὲ τοῖς ἐξ ὀργάνων ψάλλουσι καὶ τὸ σύντονον. κατὰ μὲν δὴ τὰς ἀναβάθρας ὁ δῆμος απας ἱστάμενος καὶ τὸ πολίτευμα μετὰ τῶν περατικῶν ταγμάτων τὴν τάξιν ἐπλήρουν τὴν βασιλικήν, μέσον αὐτῶν δηλαδὴ κατὰ τὴν εἰρημένην μαρμάρινον τροπικήν, εἰ μὲν τύχοιεν, εχοντες καὶ τὸν δομέστικον τῶν