1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

107

καὶ πρὸ τούτου λίαν περὶ τῶν τοιούτων δυσφορῶν καὶ διαπονούμενος, καὶ τότε δὲ τῶν πρέσβεων ἐπιμελῶς ἀκροασάμε- νος καὶ ὡς οἰκεῖα τραύματα τὰ τῶν ὁμοπίστων παθήματα ἡγησά- μενος, περὶ τὴν παρασκευὴν ἐγίνετο τῶν εἰς τὴν τῶν ἱκετευσάντων βοήθειαν μελλόντων ἐξαποστέλλεσθαι· καὶ στόλον ἐξαρτυσάμενος νεῶν ἑκατὸν καὶ πάντα δεόντως ἑτοιμασάμενος, καὶ ανδρα συνέσει καὶ ἐμπειρίᾳ τῶν πολλῶν διαφέροντα ἐκλεξάμενος, τὸν πατρίκιον Νικήταν φημί, τὸν τοῦ πλωΐμου δρουγγάριον, ος κατ' ἐπωνυμίαν ̓Ωορύφας ἐλέγετο, ωσπερ τινὰ πρηστήριον κεραυνὸν κατὰ τῶν πο- λεμίων ἐκπέμπει. οἱ δὲ ἐξ ̓Αφρικῆς Σαρακηνοί, οἱ τῇ πολιορκίᾳ τῆς πόλεως προσκαθήμενοι, δι' αὐτομόλων ἀναμαθόντες τοὺς ̔Ραουσίους πρέσβεις ἀποστεῖλαι πρὸς βασιλέα τοὺς αἰτησομένους δύναμιν καὶ στρατὸν κατ' αὐτῶν, τοῦτο μὲν τὴν σύντομον ἀπο- γινώσκοντες αλωσιν, τοῦτο δὲ τὴν ἀφικέσθαι προσδοκωμένην ἐκ βασιλέως δείσαντες βοήθειαν, λύουσι τὴν πολιορκίαν καὶ τῶν τό- πων ἐκείνων ἀπαναστεύουσι. κατὰ δὲ τὴν ̓Ιταλίαν, η νῦν Λα- γοβαρδία ὠνόμασται, διαπεράσαντες τὸ κάστρον Βάρεως ἐξεπόρ- θησαν, καὶ αὐτόθι κατασκηνώσαντες καὶ τοῖς μᾶλλον ἐγγίζουσι καθ' ἑκάστην ἐπιτιθέμενοι καὶ τῶν πορρωτέρω κατατολμῶντες καὶ ἀεί τι προσλαμβανόμενοι, πᾶσαν τὴν Λαγοβαρδίαν αχρι καὶ αὐ- τῆς σχεδὸν τῆς ποτὲ μεγαλοδόξου ̔Ρώμης ἐκράτησαν. καὶ ειχε μὲν ουτω ταῦτα. 291 54 Τὸ δὲ περὶ τοὺς ἐν ∆αλματίᾳ παρὰ τῆς ̔Ρωμαϊκῆς ἐπικουρίας γεγονὸς καὶ τὰ προμνημονευθέντα γένη θεασάμενοι, οι τε Χρωβάτοι καὶ Σέρβλοι καὶ οἱ λοιποί, καὶ τοῦ αρτι βασι- λεύοντος ̔Ρωμαίων τὴν ἐπιείκειαν καὶ περὶ πάντα δικαιοσύνην καὶ ἀρετὴν πυνθανόμενοι, καὶ τὸ καλῶς αρχεσθαι τοῦ ἐπισφαλῶς ἐκ θρασύτητος αρχειν προκρίναντες, σπουδὴν ποιοῦνται πάλιν εἰς τὴν προτέραν δεσποτείαν ἐπανελθεῖν καὶ πρὸς τὴν ̔Ρωμαϊκὴν ἐπ- αναχθῆναι δούλωσιν. καὶ δὴ πρὸς τοῦτο καὶ πρέσβεις καὶ αὐτοὶ πρὸς τὸν βασιλέα πέμπουσιν, οι τε μετὰ τῆς αὐτῆς θρησκείας ἀποστατήσαντες καὶ οἱ τέλειον τοῦ θείου βαπτίσματος ἀπαυτομο- λήσαντες, τῆς τε ἐξ ἀρχῆς αὐτῶν δουλώσεως καὶ εἰς οσα ̔Ρω- μαίοις γεγόνασί ποτε χρήσιμοι εὐκαίρως ὑπομιμνήσκοντες, καὶ ἀξιοῦντες τῇ φιλανθρώπῳ ζεύγλῃ τῆς ̔Ρωμαϊκῆς ἐξουσίας καὶ ὑπὸ τῷ ταύτης ἀγελάρχῃ τάττεσθαι καὶ αὐτούς. ων ὡς εὐλόγου τῆς δεήσεως ἐπακούσας ὁ βασιλεύς, ἐπεὶ καὶ πρὸ τούτου ἐδυσφόρει περὶ αὐτῶν καὶ ησχαλλεν ὡς οὐ μικρῷ μέρει περικεκομμένης καὶ διηρπασμένης τῆς αὐτοῦ ἀρχῆς, εὐμενῶς, ὡς τὸν ἀφρόνως ἀφη- νιάσαντα υἱόν, ειτα μεταγνόντα καὶ ὑποστρέψαντα ὁ φιλάνθρω- πος πατήρ, καὶ αὐτὸς τούτους προσήκατο καὶ ἀνεδέξατο, καὶ ἱερεῖς εὐθέως μετὰ καὶ βασιλικοῦ ἀνθρώπου σὺν αὐτοῖς ἐξαπέ- στειλεν, ὡς αν πρὸ τῶν αλλων τοῦ ψυχικοῦ τούτους κινδύνου ἐξέ- ληται καὶ πρὸς τὴν προτέραν πίστιν ἐπανασώσηται καὶ τῶν ἐξ 292 ἀγνοίας η ἀνοίας ἀπαλλάξῃ πλημμελημάτων αὐτούς. ἀνυσθέντος δὲ τοῦ τοιούτου θεοφιλοῦς εργου, καὶ πάντων τοῦ θείου μετα- σχόντων βαπτίσματος καὶ εἰς τὴν ̔Ρωμαϊκὴν ἐπανελθόντων ὑπό- πτωσιν, ἐδέξατο κατὰ τοῦτο τὸ μέρος τὴν ὁλοκληρίαν ἡ βασιλέως ἀρχή, πάντων φιλανθρώπῳ τοῦ κρατοῦντος προστάγματι ἐκ τῶν οἰκείων καὶ ὁμοφύλων δεξαμένων αρχοντας εἰς ἐπιστασίαν αὐτῶν. οὐ γὰρ ὠνίους ἐκεῖνος τὰς εἰς τὴν ἐπιστασίαν αὐτῶν ειχεν ἀρχάς, ιν' ἐντεῦθεν τοὺς πλεῖον διδόντας καὶ καλαμωμένους αὐτοῦ τὸ ὑπήκοον εἰς τὸ τούτων κατεξουσιάζειν προβάλληται· καὶ διὰ τοῦτο τοὺς ὑπ' αὐτῶν ἐκείνων ἐκλεγομένους καὶ οἱονεὶ χειροτονουμένους, ὡς αἱρετοὺς αρχοντας καὶ πατρικὴν πρὸς αὐτοὺς διασώζειν ὀφεί- λοντας ευνοιαν, αρχειν αὐτῶν νουνεχῶς διωρίσατο. καὶ ταῦτα μὲν ταύτῃ. 55 ̓Επεὶ δὲ οἱ ἐπὶ τῆς ἐκμελοῦς τε καὶ ῥᾳθύμου βασιλείας πρὸς τὴν ἐπικράτειαν τῶν ̔Ρωμαίων διαπεράσαντες βάρβαροι καὶ τοῦ ̔Ραουσίου ἀποκρουσθέντες, καθάπερ ηδη πρότερον ειρηται, ετι κατὰ τὴν ̓Ιταλίαν διέτριβον, συνεχῶς αὐτὴν κατατρέχοντες